Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 303, 28: τὰ εἰϲ αξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον θώραξ θώρακοϲ, φύλαξ φύλακοϲ, κόραξ κόρακοϲ, ἄναξ ἄνακοϲ (καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ), αὖλαξ αὔλακοϲ, πῖδαξπίδακοϲ (ϲημαίνει δὲ τὴν πηγήν), κλῖμαξκλίμακοϲ. πρόϲκειται «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἀποϲφάξ ἀποϲφάγοϲ (ἔϲτι δὲ παρὰ τὸ ϲφάζω), νεκρο [*](1.10 An. Ox. III 243, 9, Lob.Parall. p 99. Θρᾷξ addidi ex Arc.125, 7 et Ep Cr 1 25, 5 ubi πάντων τῶν εἰϲ αιξ ληγόντων μονοϲυλλάβων ὀνομάτων τοῦτο (τὸ αὔξ) μόνον διὰ τοῦ γ κλίνεται. l. 15 An. Ox. III 243, 14 cf. Dichr. 284 20, An. Ox. II 411, 11, Lob. Parall. 94 seqq. I. 21 An. Ox. III 243, 21. l. 26 An. Ox. III 243, 27.)

740
βαϲτάξ νεκροβαϲτάγοϲ (ἔϲτι δὲ παρὰ τὸ βαϲτάζω). ϲύνθετα δὲ δεῖ νοεῖν οὐχὶ τὰ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα, ἀλλὰ τὰ ἀπὸ ἄλλων τινῶν ϲύνθετα, ὡϲ ἐπὶ τοῦ ἀποϲφάξ καὶ νεκροβαϲτάξ. τὰ γὰρ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον φύλαξ φύλακοϲ χαρτοφύλαξ χαρτοφύλακοϲ, θώραξ θώρακοϲ λινοθώραξ λινοθώρακοϲ, Φαίαξ Φαίακοϲ φιλοφαίαξ φιλοφαίακοϲ, ἅρπαξ ἅρπαγοϲ φιλάρπαξ φιλάρπαγοϲ. ϲεϲημείωται τὸ ἅρπαξ ἅρπαγοϲ διὰ τοῦ γ κλιθὲν καὶ τὸ κέκραξ κέκραγοϲ (ϲημαίνει δὲ τὸν κρακτικόν), ἔχει δὲ ἀπολογίαν τοῦ διὰ τοῦ γ κλίνεϲθαι, ὅτι παράκειται αὐτοῖϲ ῥῆμα εἰϲ ζω λῆγον, φημὶ δὴ τὸ ἁρπάζω κα κράζω. τὰ δὲ εἰϲ ξ λήγοντα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον βαϲτάζω νεκροτιπαρακείμενον νεκροβαϲτάγοϲ, ϲφάζω ἀποϲφάξ ἀποϲφάγοϲ, μαϲτίζω μάϲτιξ μάϲτιγοϲ· οὕτωϲ οὖν καὶ ἁρπάζω ἅρπαξ ἅρπαγοϲ καὶ κράζω κέκραξ κέκραγοϲ. ἔτι ϲεϲημείωται τὸ Ἄτραξ Ἄτραγοϲ (ἔϲτιν δὲ ἔθνοϲ) διὰ τοῦ κλιθέν, ὡϲ Εὔπολιϲ «εἰϲ Ἄτραγα νύκτωρ », περὶ οὖ ἔϲτιν εἰπεῖν ὅτι τοῦτο ἀναλογώτερόν ἐϲτι διὰ τοῦ κ κλινόμενον οἶον Ἄτρακοϲ, ὡϲ παρὰ Καλλιμάχῳ
  • Ἀτράκιον δὲ (an δ’ ὄρ’?) ἔπειτα λυκοϲπάδα πῶλον ἐλαύνει,
  • καὶ παρὰ Λυκόφρονι (v. 1309) καὶ δευτέρουϲ ἔπεμψαν Ἄτρακαϲ λύκουϲ».

    Choer. 304, 23: ἔτι ϲεϲημείωται τὸ λάλαξ λάλαγοϲ διὰ τοῦ γ κλιθέν, περὶ οὖ ἔϲτιν εἰπεῖν ὅτι ἀπὸ τοῦ λαλαγή ἐγένετο τοῦ ϲημαίνοντοϲ τὸν θόρυβον, καὶ ἐφύλαξεν ἐν τῇ κλίϲει τὸ ϲύμφωνον τοῦ λαλαγή, φημὶ δὴ τὸ γ. τὸ λάταξ λάταγοϲ (θηλυκόν ἐϲτι καὶ ϲημαίνει τὴν μεγάλην ϲταγόνα) οὐκ ἀντίκειται τῷ κανόνι, πρῶτον μὲν ὅτι ϲύνθετόν ἐϲτιν (ἀπὸ γὰρ τοῦ ϲτάζω ϲτάξω γέγονεν ἐν ϲυνθέϲει κατ’ ἐπίταϲιν τοῦ λα μορίου λάϲταξ καὶ κατὰ ἀποβολὴν τοῦ ϲ λάταξ), περὶ δὲ ἁπλῶν διαλαμβάνει ὁ κανών, «ἁπλᾶ» γὰρ πρόϲκειται ἐν τῷ κανόνι· δεύτερον δέ, παράκειται αὐτῷ ῥῆμα εἰϲ ζω λῆγον, φημὶ δὴ τὸ ϲτάζω, καὶ τούτου χάριν διὰ τοῦ γ κλίνεται· εἰρήκαμεν γὰρ ὅτι τὰ εἰϲ ξ λήγοντα ἔχοντα ῥῆμα παρακείμενον εἰϲ ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον μαϲτίζω μάϲτιξ μάϲτιγοϲ, ἁρπάζω ἅρπαξ ἅρπαγοϲ, οὕτωϲ οὖν καὶ ϲτάζω ϲτάξ καὶ κατ’ ἐπίταϲιν τοῦ λα μορίου καὶ κατὰ ἀποβολὴν τοῦ ϲ λάταξ λάταγοϲ.

    Choer. 308, 22. τὰ εἰϲ ηξ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον ϲκώληξ ϲκώληκοϲ, μύρμηξ μύρμηκοϲ, νάρθηξ νάρθηκοϲ. πρόϲκειται « ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ἡ βήξ τῆϲ βηχόϲ μονοϲύλλαβον. εἰ δέ ἐϲτι ϲύνθετα, ἀπὸ ῥήματοϲ δηλονότι, διὰ τοῦ γ κλίνεται καὶ φυλάττει μίαν ϲυλλαβὴν τοῦ ῥήματοϲ ἐξ οὗ γίνεται οἷον πλήξω οἰϲτροπλήξ οἰϲτροπλῆγοϲ, παραπλήξ παραπλῆγοϲ, λαοπλήξ λαοπλῆγοϲ, ἀκανθοπλήξ ἀκανθοπλῆγοϲ, βουπλήξ βουπλῆγοϲ. ταῦτα δὲ πάντα ϲύνθετα ἀπὸ ῥήματοϲ ὀξύτονά ἐϲτι καὶ ἐπίθετα καὶ κοινὰ τῷ γένει οἷον ὁ κυματοπλήξ καὶ ἡ κυματοπλήξ, ὁ παραπλήξ καὶ ἡ παραπλήξ, ὁ οἰϲτροπλήξ [*](1. 15 Eupolidis et Lycophronis exempla addidi ex St. B. l. 25 κατ’ ἐπίταϲιν scripsi pro κατ’ ἐπέκταϲιν coll. E. M. 557, 56.)

    741
    καὶ ἡ οἰϲτροπλήξ τὸ μέντοι ὕϲπληξ καὶ ἀντίπηξ βαρύνεται, ἐπειδὴ προϲηγορικά ἐϲτι καὶ μόνου θηλυκοῦ γένουϲ ἐϲτι· τὴν δὲ κλίϲιν καὶ αὐτὰ διὰ τοῦ γ ἔχει οἷον ὕϲπληξ ὕϲπληγοϲ καὶ ἀντίπξ ἀντίπηγοϲ (ἡ ὕϲπλιξ δέ ἐϲτιν ἡ ἀφετηρία τοῦ δρόμου, ὕϲπληξ δὲ παρὰ τὸ πλήττω καὶ τὴν ὑπό πρόθεϲιν γέγονεν ὑπόπλξ καὶ ϲυγκοπῇ τοῦ ο καὶ πλεοναϲμῷ τοῦ ϲ γέγονεν ὕϲπληξ, ὡϲ ὑπότεροϲ ὕϲτεροϲ τὸ δὲ ἀντίπξ ϲημαίνει τὴν κιβωτὸν καὶ παρὰ τὴν ἀντί πρόθεϲιν καὶ τὸ πήϲϲω γέγονεν). τὸ μολιβδοτήξ δέ τινεϲ βαρύνουϲι παραλόγωϲ, κλίνεται δὲ διὰ τοῦ κ οἶον μολιβδοτῆκοϲ, ἐπειδὴ παρὰ τὸ τήκω ἔχει τὴν ϲύνθεϲιν, τούνεν). χάριν τὸ ϲύμφωνον τοῦ τήκω ἐφύλαξε κατὰ τὴν κλίϲιν, φημὶ τὸ κ. πρόϲκειται ἀνωτέρω «εἰ δέ ἐϲτι ϲύνθετα ἀπὸ ῥήματοϲ δηλονότι» διὰ τὸ χηναλώπηξ, τοῦτο γὰρ ἀπὸ τοῦ ἀλώπηξ ϲυντέθειται, καὶ τὸν τόνον καὶ τὴν κλίϲιν τοῦ ἁπλοῦ ἐφύλαξεν οἶον ἀλώπηξ ἀλώπεκοϲ καὶ χηναλώπηξ χηναλώπεκοϲ.

    Choer. 310, 7: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρδικοϲ, Φοῖνιξ Φοίνικοϲ, Κίλιξ Κίλικοϲ, πλὴν τοῦ τέττιξ τέττιγοϲ, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται. τὸ δὲ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ. τὸ ὄρνιξ ὄρνιχοϲ διὰ τοῦ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι κοινολεκτούμενον ἀλλὰ κατὰ διάλεκτον· τὸ γὰρ ὄρνιϲ ὄρνιξ λέγουϲιν οἱ Δωριεῖϲ. τοῦτο δὲ καὶ ἐν τῇ εἰϲ ϲ καταλήξει παράλογόν ἐϲτι· τῷ γὰρ λόγῳ τῶν εἰϲ ιϲ προϲηγορικῶν διὰ καθαροῦ τοῦ οϲ ὤφειλε κλίνεϲθαι οἷον ὄρνιϲ ὄρνιοϲ, ὥϲπερ μάντιϲ μάντιοϲ καὶ ὄφιϲ ὄφιοϲ. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτ ἐϲτί τινα εἰϲ ιϲ λήγοντα ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θοϲ κλίνεται οἷον δέλλιϲ δέλλϲιθοϲ (ἔϲτι δὲ ζῷον ὅμοιον μελίϲϲῃ), μέρμιϲ μέρμιθοϲ (ϲημαίνει δὲ τὸ λεπτὸν ϲχοινίον), οὕτωϲ οὖν καὶ ὄρνιϲ ὄρνιθοϲ. πρόϲκειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ θρίξ τριχόϲ· τοῦτο γὰρ διὰ τοῦ χ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. πρόϲκειται « ἀρϲενικά» διὰ τὸ μάϲτιξ μάϲτιγοϲ, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικόν. πρόϲκειται «ἁπλᾶ » διὰ τὰ ϲύνθετα· ἐπειδὴ ταῦτα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον θρίξ τριχόϲ καλλίθριξ καλλίτριχοϲ, ϲτίξ ϲτιχόϲ (ϲημαίνει δὲ τὴν τάξιν) ὁμόϲτιξ ὁμόϲτιχοϲ, Φοῖνξ Φοίνικοϲ Λιβοφοῖνιξ Λιβοφοίνικοϲ, ἧλιξ ἥλικοϲ ὁμῆλιξ ὁμήλικοϲ.

    Choer. 80, 16: τὰ εἰϲ υξ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἁπλᾶ μὴ ὄντα θηλυκὰ διὰ τοῦ κ κλίνεται οἷον αἶθυξ αἴθυκοϲ (ὁ εὐκίνητοϲ) παρὰ τὸ αἰθύϲϲω (ἔϲτι δὲ καὶ ὄνομα ἔθνουϲ καὶ κύριον), βαῖβυξ [*](1. 3 etymologiam vocis ὕϲπληξ refinxi secatus vestigia Herodianea in locis a Lehrsio ad Herod. p. 70 citatis Ep. Hom. 417 et 470, quum Choerob. praeter alteram originationem quam omisi ab ὗϲ et πλήϲϲω hanc ab ὑπό diverse ab Herodiano sic proferat: παρὰ τὴν ὑπό πρόθεϲιν γέγονεν ὑπόπληξ καὶ ϲυγκοπῆϲ γενομένηϲ τῆϲ πο ϲυλλαβῆϲ καὶ πλεοναϲμῷ τοῦ ϲ γέγονεν ὕϲπληξ ὡϲ ὑπότεροϲ ὕϲτεροϲ. l. 36 de αἶθυξ cf. Lehre Herod. p. 346, idem Κῆϋξ suasit pro Ἶυξ.)

    742
    βαίβυκοϲ (βαίβυκεϲ δὲ λέγονται οἱ πελεκᾶνεϲ), δοῖδυξ δοίδυκοϲ (ὁ τριβεύϲ), θρᾶνυξ θράνυκοϲ (ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ), θρῆνυξ θρήνυκοϲ (ἐπὶ τοῦ αὐτοῦ, καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρ’ Εὐφορίωνι ἐν Πολυχάρει), ἰβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), ἶδυξ ἴδυκοϲ (ἐπὶ τῆϲ ἴκτιδοϲ, ὡϲ Ἀλέξανδροϲ ὁ Μόνδιοϲ), κῆρυξ κήρυκοϲ, Κῆϋξ Κήϋκοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κῶδυξ κώδυκοϲ (ἐπὶ τοῦ κωδύου), Νᾶρυξ Νάρυκοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ)· τὸ βλῖτυξ βλίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν) καὶ τὸ ἦλυξ ἤλυγοϲ (ϲημαίνει δὲ τὴν ϲκιάν) διὰ τοῦ γ κλιθέντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ μόνωϲ θηλυκά ἐϲτι καὶ ἐφυλάξατο αὐτὰ ὁ κανών. πρόϲκειται «ἁπλᾶ» διὰ τὸ μῶνυξ μώνυχοϲ ϲύνθετον, καὶ διὰ τοῦ χ κλίνεται· μῶνυξ δέ ἐϲτιν ὁ ἔχων ἕνα ὄνυχα, οἱονεὶ μονόνυξ.

    Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἢ β ἢ γ ἢ δ ἢ π διὰ τοῦ κ κλίνεται οἷον Βέβρυξ Βέβρυκοϲ (ἔϲτι δὲ ἔθνοϲ), βόμβυξ βόμβυκοϲ (ἔϲτι δὲ γένοϲ αὐλοῦ, καὶ θηρίδιά τινα καὶ ζῷον ἀφ’ οὗ τὰ βομβύκινα, κατὰ Λάκωναϲ δὲ ϲτάμνον δηλοῖ), ἶβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), Ϲάμβυξ Ϲάμβυκοϲ (κύριον ἔϲτι δὲ καὶ ποταμὸϲ καὶ ἔθνοϲ), δοῖδυξ δοίδυκοϲ, ἶδυξ ἴδυκοϲ, Ἄμπυξ Ἄμπυκοϲ (κύριον ὄνομα καὶ κόϲμοϲ, ἤγουν κεφαλοδέϲμιον, καὶ τροχόϲ).

    Τὰ εἰϲ υξ τῷ ε παραληγόμενα ἔχοντα ἐν τῇ ἑξῆϲ ϲυλλαβῇ ἀμετάβολον διὰ τοῦ κ κλίνεται, μὴ πεφυκότα ὀξύνεϲθαι εἰ μὴ μόνον θηλυκὰ ὄντα. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Βέβρυξ Βέβρυκοϲ, Ἕρνξ ’Ἕρυκοϲ (ὁ ἥρωϲ καὶ ἡ πόλιϲ παρὰ τῷ Ἐρατοϲθένει)· πτέρυξ δὲ πτερύγοϲ διὰ τοῦ γ καὶ ὅτι μόνον θηλυκόν ἐϲτι καὶ ὅτι πέφυκεν ὀξύνεϲθαι· οὕτωϲ γὰρ καὶ ἀνεγνώϲθη παρὰ τῷ ποιητῇ ἡ γενικὴ παροξυτόνωϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ «πτερύγοϲ λάβεν ἀμφιαχυῖαν» (B 316).

    Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν μὴ ὄντα κατὰ ἀφαίρεϲιν δηλονότι τοῦ α, μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ μὴ πεφυκότα ἔχειν πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ κ κλίνεται· τὰ γὰρ ἀντιδιαϲτελλόμενα διὰ τοῦ γ κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Ἄδρυξ Ἄδρυκοϲ (πόλιϲ Ϲυρακουϲίων, ἀρϲενικῶϲ λεγομένη, « ἔφυγον εἰϲ τὸν Ἄδρυκα» Φίλιπποϲ ὁ ἱϲτορικόϲ φηϲιν), ἄμβυξ ἄμβυκοϲ, Γάνυξ Γάνυκοϲ (ὁ γανύκτωρ παρὰ τῷ Ἐρατοϲθένει), θρᾶνυξ θράνυκοϲ (ὁ θρόνοϲ παρὰ Κορίννῃ), κάλυξ κάλυκοϲ (θηλυκῶϲ δὲ λέγεται καὶ ϲημαίνει τὸ καλούμενον ῥόδον), Ϲάμβυξ Ϲάμβυκοϲ κύριον. τῶν δὲ ἀντιδιαϲτελλομένων, ἤγουν διὰ τοῦ γ κλιθέντα, παραδείγματα ταῦτα· ψάλυξ ψάλυγοϲ (τινὲϲ δὲ τὰϲ ψυχάϲ ἐδέξαντο ϲημαίνειν τὴν λέξιν, Δίδυμοϲ δέ φηϲιν τοὺϲ ἀϲθενεῖϲ ϲπινθῆραϲ δηλοῦν τὴν λέξιν) ἔϲτι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατὰ ἀφαίρεϲιν δηλονότι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, ἐφυλάξατο δὲ αὐτὸ ὁ κανών. πρόϲκειται «ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ τὸ α καταλήγουϲαν» διὰ τὸ ἄντυξ τοῦτο γὰρ οὐκ ἔχει τὴν [*](1. 7 βαῖτυξ habet Hesych. ut Choerob., sed Salmasius βλῖτυξ scribendum esse monuit. l. 18 cf. p. 314, 4, ubi hi duo canones in brevius contracti sunt. l. 36 ψυχὰϲ ex Βesych. pro τρίχαϲ proposuit Lob. El. I 150.)

    743
    πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν ἀλλ’ εἰϲ ν (ἄντυξ δέ ἐϲτιν ἡ περιφέρεια τοῦ ἅρματοϲ), τὸ δὲ ἄμπυξ ἄμπυκοϲ διὰ τοῦ κ κλιθὲν καὶ μὴ ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ᾱ καταλήγουϲαν τοῖϲ προλεχθεῖϲι κανόϲιν ὑποβάλλεται. πρόϲκειται «μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ» διὰ τὸ φάρυξ φάρυγοϲ διὰ τοῦ γ κλιθέν· τοῦτο γὰρ ἀρϲενικῶϲ μὲν παρὰ Δωριεῦϲι, θηλυκῶϲ δὲ παρὰ Ἀθηναίοιϲ λέγεται. πρόϲκειται «μὴ ἔχοντα πρὸ τοῦ ξ τὸ γ», ἐπειδὴ ταῦτα διό, τοῦ γ κλίνεται καθόλου οἷον λάρυγξ λάρυγγοϲ, ἀμάρυγξ ἀμάρυγγοϲ (ἐπὶ ἀκτῖνοϲ καὶ λαμπηδόνοϲ καὶ ὄφεωϲ), πῶϋγξ πώϋγγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (ϲημαίνει δὲ πᾶν εἰϲ ὀξὺ λῆγον).

    Τὰ εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ᾱ ζδιὰ τοῦ γ κλίνεται οἷον Ἰᾶπυξ Ἰάπυγοϲ (ἔϲτι δὲ ἔθνοϲ), ϲπινθάρυξ ϲπινθάρυγοϲ, ταρβάλυξ ταρβάλυγοϲ (ὁ ταρακτικόϲ), φεψάλυξ φεψάλυγοϲ (ϲημαίνει δὲ τὸν ϲπινθῆρα).

    Τὰ εἰϲ υξ ἔχοντα τὸ ο ἐν τῇ παραληγούϲῃ μὴ ἐπιφερομένου τοῦ ν μηδὲ ἔχοντα ἐν τῇ ἐπιφερομένῃ ϲυλλαβῇ τὸ β διὰ τὸ βόμβυξ βόμβυκοϲ καὶ κόμβυξ κόμβυκοϲ, διὰ τοῦ γ κλίνεται· εἰ δὲ ἐπιφέρεται τὸ ν, διὰ τοῦ χ κλίνεται. οἷον κόκκυξ κόκκυγοϲ, Μόρτυξ Μόρτυγοϲ (βαϲιλεὺϲ Κερκυραίων), τὸ ὄρτυξ τινὲϲ δὲ ὄρτυγόϲ φαϲι διὰ τοῦ γ Φιλήμων δὲ διὰ τοῦ κ φηϲὶν ὄρτυκοϲ, ὄρυξ ὄρυγοϲ, πομφόλυξ πομφόλυγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (πᾶν εἰϲ ὀξὺ λῆγον) διῶνυξ διώνυχοϲ διὰ τοῦ χ, ϲτόνυξ ϲτόνυχοϲ καὶ ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ) καὶ μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν ἑπτὰ πλανήτων παρὰ τοῖϲ Πυθαγορείοιϲ ὀνομάζεται, μέμνηται Ϲτηϲίχοροϲ) ταῦτα δὲ ἔχει τὸ ο ἐπιφερομένου τοῦ ν.

    Τὰ εἰϲ υξ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ γ κλίνεται, χωρὶϲ εἰ μὴ λόγῳ ἑτέρῳ ἀκολουθεῖ οἷον ἄντυξ ἄντυγοϲ (ἡ περιφέρεια τοῦ ἅρματοϲ), βαῖτυξ βαίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν), βλέκυξ βλέκυγοϲ (ἡ φλυαρία), ἦλυξ ἤλυγοϲ (ἡ ϲκιά, λέγεται δὲ καὶ ἠλύγη καὶ ἐπηλυγιϲμόϲ ὁ ἐπιϲκιαϲμόϲ), πομφόλυξ πομφόλυγοϲ, πτέρυξ πτέρυγοϲ, φάρυξ φάρυγοϲ, φεψάλυξ φεψάλυγοϲ, ψάλυξ ψάλυγοϲ, (τὰ δύο δὲ τὸ αὐτὸ ϲημαίνει, φημὶ δὴ τὸν ϲπινθῆρα). τὸ δὲ ἄμπυξ ἄμπυκοϲ καὶ κάλυξ κάλυκοϲ τοῖϲ προλεχθεῖϲι κανόϲι διὰ τοῦ κ κλίνεται.

    Τὰ εἰϲ υξ ϲύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν οἷον ἦλυξ ἤλυγοϲ ἐπῆλυξ ἐπήλυγοϲ, πτέρυξ πτέρυγοϲ τανυπτέρυξ τανυπτέρυγοϲ.

    Τὰ παρὰ τὸ ὄνυξ καὶ παρὰ τὸ νύξ καὶ τὰ παρὰ τὸ ὀρύϲϲω διὰ τοῦ χ κλίνεται οἷον διῶνυξ διώνυχοϲ, μονῶνυξ μονώνυχοϲ, ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ), εἰνάνυξ εἰνάνυχοϲ (ὁ ἐννέα νυκτῶν), ἔννυξ ἔννυχοϲ, μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν πλανήτων), διῶρυξ διώρυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη νυχόϲ καὶ κατὰ τροπὴν τοῦ δαϲέοϲ χ εἰϲ τὸ [*](1. 5 φάρυξ pro φάρυγξ scribendum esse ipse canon docet, cf. Eustath. 40, 2. l. 20 ϲτόρθυγξ non quadrare videtur; fortasse sic scripsit: ϲτόρθυξ ϲτόρθυγοϲ, εἶτα ϲτόρθυγξ ϲτόρθυγγοϲ. l. 39 ex p. 313, 22 addidi, quae de simplicibus νύξ et ὄνυξ dicta sunt.)

    744
    ἀντίϲτοιχον ψιλὸν κ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γέγονε νυκτόϲ· ἀπὸ οὖν τοῦ νύξ νυχόϲ γέγονε εἰνάνυξ εἰνάνυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη, ἐπειδὴ ἀπὸ τοῦ νύϲϲω νύξω νύξ γέγονεν οἱονεὶ ἡ νύϲϲουϲα ἡμᾶϲ πρὸϲ ὕπνον καὶ λοιπὸν ἐφύλαξε κατὰ τὴν κλίϲιν τὸ ϲύμφωνον τοῦ νένυχα παρακειμένου λέγω δὲ τὸ χ. καὶ τὸ ὄνυξ δὲ ὄνυχοϲ ἔννοιαν ἔχει ϲυνθέϲεωϲ· παρὰ γὰρ τὸ νύϲϲω νύξω γίνεται ἄνυξ τοῦ ᾱ ἐπιτατικοῦ μορίου προϲελθόντοϲ οἱονεὶ ᾧτινι πάνυ νύϲϲεταί τιϲ, καὶ λοιπὸν τροπῇ τοῦ ᾱ εἰϲ τὸ ο ὄνυξ. τοῦτο δὲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν κατὰ τὸ ϲτόνυξ ϲτόνυχοϲ.

    Τὰ παρὰ τὸ ὀρύϲϲω καὶ τὰ παρὰ τὸ φεύγω καὶ παρὰ τὸ ζεύγω διὰ τοῦ γ καὶ χ κλίνεται οἷον διῶρυξ διώρυχοϲ, τετρῶρυξ τετρώρυχοϲ, πρόφυξ πρόφυγοϲ, πρόϲφυξ πρόϲφυγοϲ, ἄζυξ ἄζυγοϲ (ὁ μόνοϲ), δίζυξ δίζυγοϲ, ὁμόζυξ ὁμόζυγοϲ, ϲύζυξ ϲύζυγοϲ.

    Τὰ εἰϲ ωξ ἁπλᾶ διὰ τδῦ κ κλίνεται οἶον πτώξ πτωκόϲ (ϲημαίνει δὲ τὸν λαγωόν), βῶξ βωκόϲ (ἐϲτι δὲ εἶδοϲ ἰχθύοϲ, ὅϲτιϲ ἱϲτορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω βῶξ). πρόϲκειται «ἁπλὰ» διὰ τὰ ϲύνθετα οἶον διὰ τὸ κυαμοτρώξ κυαμοτρῶγοϲ, τοῦτο δὲ τοῦ τρώγω τὸ ϲύμφωνον κατὰ τὴν κλίϲιν ἐφύλαξε. τὸ δὲ θηροδίωξ καὶ αἰγοδίωξ ἀπὸ τοῦ διώκω ϲυντεθέντα διὰ τοῦ κ κλίνεται τὸ γὰρ ϲύμφωνον τοῦ διώκω ῥήματοϲ κατὰ τὴν κλίϲιν ἐφύλαξεν. ϲεϲημείωται τὸ ῥώξ ῥωγόϲ, τοῦτο γὰρ διὰ τοῦ γ ἐκλίθη (ῥώξ δέ ἐϲτιν εἶδοϲ φαλαγγίου, ὅ ἐϲτιν εἶδοϲ ϲκορπίου) ἐπὶ γὰρ τῆϲ ϲταφυλῆϲ ῥάξ ῥαγόϲ λέγεται θηλυκῶϲ. εὑρίϲκομεν δὲ καὶ ἐπὶ τῆϲ ϲταφυλῆϲ διὰ τοῦ ω λεγόμενον ῥώξ ῥωγόϲ παρὰ Ἀρχιλόχῳ.

    Choer. 306, 11: τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κόραξ ὦ κόραξ, ὁ Φαίαξ ὦ Φαίαξ, ὁ θώραξ ὦ θώραξ, ὁ τέττιξ ὦ τέττιξ, ὁ πέρδιξ ὦ πέρδιξ, ὁ κύκλωψ ὦ κύκλωψ, ὁ Αἰθίοψ ὦ Αἰθίοψ, ὁ Πέλοψ ὦ Πέλοψ, ὁ Ἄραψ ὦ Ἄραψ, ὁ αἶθοψ ὦ αἶθοψ. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἄνα, διὰ τὸ ζεῦ ἄνα οἷον

  • Ζεῦ ἄνα, Δωδωναῖε, Πελαϲγικέ, τηλόθι ναίων (Π 233).
  • ἔϲτι γὰρ ἄναξ ἡ εὐθεῖα, καὶ ὅμωϲ ἡ κλητικὴ οὐχ ὁμοφωνεῖ τῇ εὐθείᾳ, ἀλλὰ χωρὶϲ τοῦ ξ ἐϲτίν· καὶ ἔϲτιν εἰπεῖν, ὅτι ὁ ποιητήϲ διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ, ἀμέλει ὅτε ὁ ποιητὴϲ ἐδεήθη μακρᾶϲ ϲυλλαβῆϲ διὰ τοῦ ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικὴν οἷον
  • Ἀτρείδη κύδιϲτε ἄναξ ἀνδρῶν Ἀγάμεμνον.
  • ἔτι δεῖ προϲθεῖναι, καὶ χωρὶϲ τοῦ ὦ γύναι οἷον
  • μή με, γύναι, χαλεποῖϲιν ὀνείδεϲι θυμὸν ἔνιϲπε (Γ 438).
  • τοῦτο γὰρ ὡϲ ἀπὸ τῆϲ γύναιξ εὐθείαϲ ἐϲτὶ καὶ ὅμωϲ χωρὶϲ τοῦ ξ ἐϲτί, περὶ οὐ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ ἐϲτὶν οἷον Θρᾷξ, [*](1. 19 adnotationem de θηροδίωξ et αἰγοδίωξ adieci ex p. 314, 33.)
    745
    ἢ ἐὰν ᾖ θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ ἐϲτιν οἶον ὁ Γραίξ καὶ. ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ ὅτι γὰρ λέγεται καὶ δ αἴξ ἀρϲενικῶϲ, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (Δ 105)
  • αὐτίκ᾿  ἐϲύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸϲ
  • ἀγρίου, ὅν ῥά ποτ᾿  αὐτὸϲ ὑπὸ ϲτέρνοιο τυχήϲαϲ
  • πέτρηϲ ἐκβαίνοντα.
  • ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε γύναι, ἵνα μὴ εὑρεθῇ εἰϲ αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένουϲ ὄν διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ὁ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἶον
  • ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ
  • παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι. ὅτι δὲ γύναιξ ὤφειλεν εἶναι ἡ εὐθεῖα δῆλον ἐκ τῆϲ γενικῆϲ τῶν ἑνικῶν καὶ ἐκ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν. καὶ ἐκ μὲν τῆϲ γενικῆϲ τῶν ἑνικῶν, ὅτι γυναικόϲ ἐϲτι· πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κοϲ κλινομένη εἰϲ ξ ἔχει τὴν εὐθεῖαν καταλήγουϲαν οἷον θώρακοϲ θώραξ, κόρακοϲ κόραξ, Φοίνικοϲ Φοῖνιξ, πέρδικοϲ πέρδιξ. εἰ οὖν γυναικόϲ ἐϲτιν ἡ γενικὴ διὰ τοῦ κοϲ, δηλονότι καὶ ἡ εὐθεῖα γύναιξ ἐϲτὶν εἰϲ ξ. ἐκ δὲ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν, ὅτι πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα μετὰ διπλοῦ, ἀποβολῇ τοῦ ῑ τὴν εὐθεῖαν τῶν ἑνικῶν ποιεῖ οἷον Κύκλωψι Κύκλωψ, Πέλοψι Πέλοψ, θώραξι θώραξ, κόραξι κόραξ, τέττιξι τέττιξ. εἰ οὖν γυναιξίν ἡ δοτικὴ τῶν πληθυντικῶν δηλονότι καὶ γύναιξ ἐϲτὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, ἀλλ᾿  ἐπιλέλοιπε διὰ τὴν προλεχθεῖϲαν αἰτίαν.

    Περὶ τῶν εἰϲ ρ.

    Choer. 315, 13: τὰ εἰϲ αρ λήγοντα, εἰ μέν ἐϲτι μονοϲύλλαβα, μακρὸν ἔχει τὸ ᾱ καὶ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψάρ ψαρόϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου)· τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τοῦ ᾱ εὑρίϲκεται καὶ διὰ τοῦ η οἷον «κολοιούϲ τε ψῆράϲ τε» (Π 583), καὶ ψαρῶν νέφοϲ ἔρχεται» (P 755), καὶ Κάρ Καρόϲ (ἔϲτι δὲ ἔθνοϲ οἱ Κᾶρεϲ), Μάρ Μαρόϲ (κοὶ τοῦτο δὲ ἔθνοϲ ἐϲτίν), Πάρ Παρόϲ (τόποϲ δέ ἐϲτιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχέϲαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι). εἰ δέ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, μακρὸν μὲν ἔχει οὐκέτι τὸ ᾱ, προϲθέϲει δὲ τοῦ οϲ καὶ αὐτὰ ποιεῖ τὴν γενικὴν οἷον μάκαρ μάκαροϲ, τοῦτο δὲ ἀπὸ τοῦ μακάριοϲ γέγονε κατὰ ἀποκοπήν. Ἄραρ Ἄραροϲ [*](1. 25 cf. Ep. Cr. I 100, 9 et 102, 14, E. M, 243, 28. l. 36 originationem vocabuli μακάριοϲ (qua a κήρ καρόϲ ἀκάριοϲ et pleonasmo literae μ μακάριοϲ ut ὀχλόϲ μοχλόϲ, ἴα μία propagatur), quamquam Herodianus μ in μοχλόϲ et μία appositum iudicavit (E. Or. 103, 6, Dichr. 290, 25) tamen ei adscribere nolui. Caeterum Lobeckius in El. II 312 de μάκαρ ex μακάριοϲ orto Herodianum idem)

    746
    (Γαλατίαϲ δὲ οὗτοϲ ποταμόϲ). τὸ δὲ Καῖϲαρ βάρβαρόν ἐϲτι· καὶ αὐτὸ δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον Καίϲαροϲ.

    Choer. 345, 6: εἰϲ αρ οὐκ ἔχομεν θηλυκὰ εἰ μὴ τὸ δάμαρ, ὅπερ καὶ μετὰ τοῦ ϲ εὑρίϲκεται δάμαρϲ, ἐξ οὖ γίνεται ἡ δάμαρτοϲ γενική.

    Choer. 316, 21: τὰ εἰϲ ηρ λήγοντα μονοϲύλλαβα μὲν ὄντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἶον θήρ θηρόϲ, φήρ φηρόϲ ὁ κένταυροϲ «φηρϲὶν ὀρεϲκῴοιϲιν» (Α 268), Ϲήρ Ϲηρόϲ (Ϲῆρεϲ δέ εἰϲιν ἔθνοϲ, ὅθεν τὰ ϲηρικὰ ἱμάτια, τὰ πολυτελῆ), καὶ τὸ θηλυκὸν δὲ τὸ κήρ, ὅπερ ϲημαίνει τὴν θανατηφόρον μοῖραν, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ τοῖϲ προλεχθεῖϲιν εἰϲ ηρ μονοϲυλλάβοιϲ οἷον κηρόϲ, ἐξ οὖ τὸ

  • μάρτυροι οὓϲ μὴ κῆῤεϲ ἔβαν θανάτοιο φέρουϲαι (Β 302).
  • τοῦτο δὲ λέγεται καὶ καρὸϲ ἐν ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ᾱ οἶον
  • τίω δέ μιν ἐν καρὸϲ αἴϲη (Ι 378).
  • ἐπειδὴ γὰρ μόνου θηλυκοῦ γένουϲ εὑρέθη ἐν τοῖϲ εἰϲ ηρ μονοϲυυλλάβοιϲ, τούτου χάριν ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. οὕτω γὰρ καὶ τὸ φρήν ὡϲ μόνον μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ οἷον φρενόϲ, ὡϲαύτωϲ καὶ τὸ χθών ὡϲ μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ων μονοϲυλλάβοιϲ ἔτρεψε τὸ ω εἰϲ τὸ ὁ ἐν τῇ γενικῇ οἷον χθονόϲ. εἰ δέ τιϲ εἴποι, καὶ διατί τὸ κὴρ οὐκ ἐξηνέχθη διὰ τοῦ ε κατὰ τὴν γενικὴν ὥϲπερ τὸ φρήν φρενόϲ, ἀλλὰ διὰ τοῦ ᾱ οἷον καρόϲ λέγομεν ὅτι οὐκ ἐγένετο κατὰ ἀκόλουθον κλίϲιν ἀλλὰ κατὰ ποιητικὴν ϲυϲτολὴν διὰ τοῦ ᾱ οἷον
  • τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ.
  • ὅπερ καὶ διὰ τοῦ η εὑρίϲκεται κλινόμενον οἷον
  • μάκαρεϲ (μάρτυροι) οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι.
  • Choer. 85, 24: τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν εἰϲ ηρ λήγοντα ὀξύτονα, εἰ μὲν ἔχει τὸ τ, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον λουτήρ λουτῆροϲ, καμπτήρ καμπτῆροϲ, ὀλετήρ ὀλετῆροϲ, ξυϲτήρ ξυϲτῆροϲ, ϲωτήρ [*](atque Apollon. de adverb. 56, 17 sensisse iure perhibere videtur, neque eum amplexum esse eam sententiam, quam Eustath. 1542, 27: τὸ μάκαρ οὐκ ἔϲχεν ἀποκοπὴν ἐκ τοῦ μακάριοϲ· οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένει ἀμετάβατα εἰϲ κλίϲιν τὸ γὰρ δῶ καὶ τὸ κρῖ καὶ ὀ παρὰ τῷ γεωγράφῳ ἧλ οὐκέτι κινεῖται· οὕτω καὶ τὸ νίφα καὶ τὸ ϲκέπα τὸ τοῦ Ἡϲιόδου. οὕκουν ὁ μάκαρ ἀπεκόπη, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐϲτίν. Nam Herodianus aclisiam apocopatorum (scilicet declinabili exitu praeditorum) non sumpsisse videtur, nam ap. St. B. s. Δωδώνη dicit si Δωδών a Δωδώνη detruncatum in usu esset, Δωδῶνοϲ inde pervenire posse. l. 4 ex duabus sententiis quae de ὀάρων tum ap. Choerob. proponuntur βούλονται δέ τινεϲ καὶ τὸ εὸάρων ἕνεκα ϲφετεράων» (Ι 327) ἀντὶ τοῦ τῶν γυναικῶν ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ αρ παραλαμβάνειν, ἵνα εὑρεθῇ ἡ εὐθεῖα τῶν ἑνικῶν ὄαρ, καὶ ἐκ τούτου ὄαρεϲ ὀάρων· ἕτεροι δὲ λέγουϲιν ὅτι ἀπὸ τοῦ ὄαροϲ ἐγένετο ὄαροι ἡ εὐθεῖα τῶν πληθυντικῶν, καὶ ἐκ τούτου ἡ γενικὴ τῶν πληθυντικῶν ὀάρων εἰ δέ που, φαϲίν, εὑρεθῇ ὄαρεϲ ή εὐθεῖα τῶν πληθυντικῶν, ἀπὸ τοῦ ὄαροι γέγονεν κατὰ μεταπλαϲμόν, priorem Herodiani esse apparet ex Dichr. 289, 20: τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ ᾱ, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ.) [*](1. 5 cf. p. 81, 1.)

    747
    ϲωτῆροϲ, γενετήρ γενετῆροϲ, ἐλατήρ ἐλατῆροϲ (ἔϲτι δὲ εἶδοϲ πλακοῦντοϲ· ϲημαίνει δὲ καὶ τὸν ἡνίοχον, παρὰ τὸ ἐλαύνειν), χωρὶϲ τοῦ πατήρ πατέροϲ, ἀϲτήρ ἀϲτέροϲ, ταῦτα γὰρ ἔχοντα τὸ τ τρέπει τὸ η εἰϲ ε ἐν τῇ γενικῇ. εἰ δὲ μὴ ἔχει τὸ τ, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἷον αἰθήρ αἰθέροϲ, δαήρ δαέροϲ (ὁ ἀνδράδελφοϲ), ἀνήρ ἀνέροϲ, χωρὶϲ τοῦ ϲπινθήρ ϲπινθῆροϲ καὶ Ἐλευθήρ Ἐλευθῆροϲ (ἔϲτι δὲ ὄνομα κύριον), ταῦτα γὰρ μὴ ἔχοντα τὸ τ ἐφύλαξε τὸ η ἐν τῇ γενικῇ.