Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ μων διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ μ ἀμετάβολον μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον τέρμων τέρμονοϲ, χάρμων χάρμο νοϲ, ϲίρμων ϲίρμονοϲ· τὸ δὲ Ϲάλμων Ϲάλμωνοϲ καὶ Ἄμμων Ἄλμμωνοϲ κύρια.

Τὰ εἰϲ μων διϲόλλαβα ἔχοντα πρὸ τοῦ μ ϲύμφωνον κατὰ ϲύλληψιν τρέπει τὸ ω Λάκμων Λάκμονοϲ ἡ κορυφὴ τοῦ ὄρουϲ, φράδμων φράδμονοϲ, ἴδμων ἴδμονοϲ, ἄκμων ἄκμονοϲ ἐπί τε κυρίου καὶ προϲηγορικοῦ.

[*](1. 13 coll. Theogn. 36, 30 et Chor. 287. 31. 1. 21 Theogn. 35, 28. 1. 25 Theogn. 63, 3, Mon. 12, 10, Ep. Cr. 1 18. 9, E. M.130, 24 1. 33 Theogn. 34, 30 cf. An. Ox.11 410, 25. 1.37 Theogn 35, 7. Ep Cr.1 40, 30 coll. 64, 20.)
735

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα α βραχεῖ εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ ω κλίνεται Τελαμών Τελαμῶνοϲ, καλαμών, πλαταμών, Ποτάμων Ποτάμωνοϲ, Ναϲάμων Nαϲάμωνοϲ. ϲεϲημείωται τὸ τεράμων τεράμονοϲ διὰ τοῦ ὁ κλινόμενον.

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν ὑπεϲταλμένηϲ τῆϲ εἰϲ α παραλήξεωϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἶον Ἀρτέμων, Πολέμων, Διδύμων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ονοϲ κλίνεται οἷον δαιτυμών δαιτυμόνοϲ, Ἰτυμών Ἰτυμόνοϲ, κηδεμών, ἀκρεμών, ἐθνυμών.

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρᾷ παραληγόμενα βαρύνεται νεται καὶ διὰ τοῦ ο κλίνεται οἷον ἀμύμων ἀμύμονοϲ, ἐγκύμων ἐγκύμονοϲ, Φιλήμων, Ἡγήμων.

Τὰ εἰϲ νων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ὡϲ ἐπὶ τὸ πλεῖϲτον μετοχικά ἐϲτι καὶ τὴν τῶν μετοχῶν κλίϲιν ἀναδέχεται οἶον Ὑγιαίνων Ὑγιαίνοντοϲ ὄνομα ἰατροῦ, Αὐξάνων Αὐξάνοντοϲ ὄνομα κύριον. τὸ ἀμείνων ἀμείνονοϲ ϲυγκριτικὸν τὴν τῶν ϲυγκριτικῶν κλίϲιν ἐφύλαξεν.

Τὰ εἰϲ νῶ ὀξύτονα φυλάττει τὸ ω, Κραννών Κραννῶνοϲ, δαφνών δαφνῶνοϲ, ξενών, πλατανών, τὸ δὲ κανών τρέπει τὸ ω εἰϲ ο κανόνοϲ.

Τὰ εἰϲ ρων ὀνόματα διϲύλλαβα μὴ ὄντα ϲυγκριτικὰ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Μύρων Μύρωνοϲ, Χάρων Χάρωνοϲ. τὸ οὖν γέρων οὐκ ἐφύλαξε τὸ ω, διότι ἡ (immo ὡϲ) μετοχὴ ἐκλίθη. ϲυνηκολούθηϲε γὰρ τῇ φέρων φέροντοϲ.

Τὰ εἰϲ βῶν ὀνόματα ὑπερδιϲύλλαβα βαρύτονα διὰ τοῦ ο κλίνεται οἷον Ὑπείρων Ὑπείρονοϲ «Ὑπείρονα ποιμένα λαῶν» (Ε 144), τὸ δὲ Ἱέρων Ἰέρωνοϲ διὰ τοῦ ω κλίνεται, ἔϲτι γὰρ παρώνυμον παρὰ τὸ ἱερόϲ, τὸ δὲ Ἀχέρων Ἀχέροντοϲ ὡϲ μετοχὴ ἐκλίθη.

Τὰ εἰϲ ρων ὀξύτονα τὸ ω φυλάττει, οἰρών οἰρῶνοϲ ἡ χάραξιϲ τοῦ ἀρότρου, Βραυρών Βραυρῶνοϲ. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν περιϲπώμενα διὰ τοῦ ντ κλίνεται.

Περὶ κινήϲεωϲ τῶν εἰϲ ων.

Choer. 290, 19: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ν λήγουϲα, τροπῇ τοῦ ν εἰϲ τὸ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ποιμένι ποιμέϲι, αὐχένι αὐχέϲι, φρενί φρεϲί, ϲωλῆνι ϲωλῆϲι, Πλάτωνι Πλάτωϲι, Δίωνι Δίωϲι, Μέμνονι Μέμνοϲι, γείτονι γείτοϲι, οὕτωϲ οὖν καὶ Θέωνι Θέωϲι καὶ ϲώφρονι ϲώφροϲι.—τὸ δὲ λέων λέοντοϲ ἔχει ἐπὶδοτικῆϲτῶν πληθυντικῶν

[*](l. 1 Arc. 13, 15, Theogn. 37, 9, An. Ox. 11 375, 4. l. 5 Arc. 13, 22 Theogn. 37, 9, 35, 20 et 25, An. Ox.11 l. c. l. 10 Ep. Cr. I 46, 21, Arc.13, 12. l. 13 Theogn. 37, 13, Arc. 14, 12. l. 17 Theogn. 39, 12, Arc. 14, 5. l. Ep. Cr. 1 97, 25, An. Par. 51 312, 25, E. M. 226, 36, uti Πτέρων Πτέρωνοϲ, Ἄκρων Ἄκρωνοϲ, Ἄμβρων Ἄμβρωνοϲ, ϲώφρων ϲώφρονοϲ δὲ κοινόν ἐϲτι κτλ. l. 23 Choer. 288, 5, de Ἰέρων 286, 14, Ἀχέρων ipse secundum γέρων finxi. l. 27 Theogn. 38, 29, Arc. 15, 5.)
737

μακρὸν ἔχουϲιν αὐτό, τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. διὰ τοῦτο δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν θέϲει μακρὸν ἔχει τὸ δίχρονον οἷον Φοίνιξι καὶ κήρυξιν, ἐπειδὴ τὸ ι καὶ υ οὐδέποτε εὐρίϲκεται πρὸ τοῦ ξ φύϲει μακρὰ οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρῳχημένων » διὰ τὸ ἰξεύω ἴξευον. τὸ μὲν γὰρ ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύϲει μακρόν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρῳχημένων. οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶϲ ἢ ϲυλλαβικῶϲ θέλουϲι μεγεθύνεϲθαι· ϲυλλαβικῶϲ μὲν οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον , λέγω ἔλεγον· χρονικῶϲ δὲ οἷον ἄγω ἦγον, ἄρχομαι ἠρχόμην, ἅπτω ἧπτον. ἐν οἷϲ οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο μεγεθυνθῆναι ϲυλλαβικῶϲ, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεϲτὼϲ ἀπὸ ϲυμφώνου, ἐξ ἀνάγκηϲ χρονικῶϲ ἐμεγεθύνθη, καὶ τούτου χάριν φύϲει μακρὸν ἔχει τὸ ὸ. πρόϲκειται «χωρὶϲ τῆϲ χερϲὶ δοτικῆϲ τῶν πληθυντικῶν », ἐνταῦθα γὰρ ἐλάττων ἐϲτὶν ἡ παραλήγουϲα τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων. ἡ μὲν γὰρ παραλήγουϲα τῆϲ δοτικῆϲ θέϲει μακρά ἐϲτιν, ἡ δὲ παραλήγουϲα τῶν ἄλλων πτώϲεων φύϲει μακρά ἐϲτιν οἷον χεῖρεϲ χειρῶν χεῖραϲ χεῖρεϲ· τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τὸ δὲ χερϲί μόνωϲ λέγομεν τὴν δοτικὴν τῶν πληθυντικῶν καὶ οὐχὶ χειρϲί διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα, «αὑλῆϲ ἐν χόρτῳ» ( 774), χέρνιβα δ’ ἀμφίπολοϲ» (α 136). καὶ πῶϲ ἀναλυομένου (an ἀναπολουμένου?) τούτου τοῦ λόγου καὶ ἐπὶ τοῦ φ — καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου — ἡ φθειρϲί δοτικὴ ϲυνέϲτη παρὰ Ἀρχιλόχῳ φθειρὶ μοχθίζοντα», λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆϲ γενικῆϲ καὶ χειρόϲ καὶ χερόϲ κατὰ ἀποβολὴν τοῦ ι, ἡ δὲ φθειρόϲ οὐ διὰ τοῦ ε, διὰ τοῦτο οὐδὲ φθερϲί.

Choer. 293, 17 : ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲε καὶ μὴ ἄλλο φωνῆεν καὶ ἔϲτιν εἰπεῖν ὅτι διὰ τοῦτο τὸ υ ἐπλεόναϲεν, ἐπειδὴ τὸ ο διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεϲθαι πέφυκεν οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγουϲα, γράφοντοϲ γράφουϲα, καὶ αὐτὸ δὲ τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται· τὸ δὲ ἑ ἐκ τῆϲ προϲθήκηϲ τοῦ ι, ἤγουν ἐκ τοῦ ἐναντίου, πέφυκε μεγεθύνεϲθαι οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα, νυγέντοϲ νυγεῖϲα, καὶ αὐτὸ δὲ τὸ ε, τὸ ὄνομα τοῦ ϲτοιχείου, διὰ τοῦ ἑ καὶ ι γράφεται καὶ ἐκφωνεῖται. ἐπειδὴ οὖν διὰ τῆϲ προϲθήκηϲ τοῦ υ πέφυκε μεγεθύνεϲθαι τὸ ο, τούτου χάριν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲεν καὶ οὐκ ἄλλο φωνῆεν.

Καὶ πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ο προϲέλαβε τὸ υ ἐν τῇ λέουϲι δοτικῇ καὶ μὴ μᾶλλον ἐτράπη τὸ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι οὐκ ἠδύνατο τραπῆναι τὸ ο εἰϲ τὸ ω ἐν τῇ λέουϲι. [*](l. 18 extremam partem de χερϲί explevi ex Ep. Ϲr. I 441, 10.)

738
δοτικῇ, ἐπειδὴ ἡνίκα ἔχη ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ω, καὶ ἡ δοτικὴ τῶν ἑνικῶν αὐτὸ ἔχει οἶον Τρύφωνι Τρύφωϲι, Πλάτωνι Πλάτωϲι, Θέωνι Θέωϲι, Δίωνι Δίωϲι· τῆϲ οὖν δοτικῆϲ τῶν ἑνικῶν τῆϲ λέοντι διὰ τοῦ ο οὕϲηϲ, πῶϲ δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τοῦ ω εἶναι; ὅτε γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν τὸ ο ἔχει, καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ο ἔχει οἶον ϲώφρονι ϲώφροϲι, γείτονι γείτοϲι, τέκτονι τέκτοϲι. προϲλαμβάνει οὖν τὸ υ ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ γίνεται λέουϲι, καὶ λοιπὸν φυλάττει τὸ ο τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, καὶ μείζονα χρόνον εὑρίϲκεται ἔχουϲα κατὰ τὴν παραλήγουϲαν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων.

Περὶ τῶν εἰϲ ξ.

Choer. 302, 14: τὰ εἰϲ ξ καὶ εἰϲ ψ τὸ φωνθεν τὸ ἐν τῇ εὐθείᾳ φυλάττει καὶ ἐν τῇ γενικῇ οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ, χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ (τοῦτο γὰρ ἔτρεψε τὸ η εἰϲ τὸ o ἐν τῇ γενικῇ). καὶ ἀντιϲτρέφει ὁ κανών· δύναται γάρ τιϲ εἰπεῖν ὅτι καὶ τὸ φωνῆεν τὸ ἐν τῇ γενικῇ ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ ἐπὶ τῶν εἰϲ διπλοῦν ληγόντων, οἷον ἡ Πέλοποϲ γενικὴ διὰ τοῦ ο ἔχει γραφήν, ἀλλὰ καὶ ἡ Πέλοψ εὐθεῖα ὁμοίωϲ διὰ τοῦ ο γράφεται, καὶ πάλιν Κύκλωποϲ διὰ τοῦ ω καὶ Κύκλωψ ὁμοίωϲ· χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ. ἔχει δὲ ταῦτα τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν κλίϲιν ἢ διά δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου. καὶ τὰ μὲν εἰϲ ξ διὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ· οἷον ὄρτυξ ὄρτυγοϲ, κόραξ κόρακοϲ, ὄνυξ ὄνυχοϲ τὰ δὲ εἰϲ ψ λήγοντα διὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ β ἢ ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, κύκλωψ κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ.

Choer. 302, 26. ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ εἰϲ ξ λήγοντα διὰ τοῦ γ ἢ διὰ τοῦ κ ἢ διὰ τοῦ χ κλίνεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ· καὶ τὰ εἰϲ ψ λήγοντα διὰ τοῦ β ἢ π ἢ φ κλίνεται οἷον Ἄραψ Ἄραβοϲ, Πέλοψ Πέλοποϲ, Κῖνυψ Κίνυφοϲ. ἐν ταυτῷ δὲ ζητοῦμεν, διατί τὰ εἰϲ ϲ λήγοντα καὶ περιττοϲυλλάβωϲ κλινόμενα διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ οϲ κλίνεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ. ἐπειδὴ οὖν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ β π ἢ φ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ εἰϲφέρεται οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ εἰϲφέρεται οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ· καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ [*](l. 15—20 verba καὶ ἀντιϲτρέφει —ἀλώπηξ ἀλώπεκοϲ ex Choer. 321, 31 huc transtuli.)

739
ξ εἰϲφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τούτο χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ χ ἢ κ εἰϲφέρεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ. καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ υ ἤ δ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ϲ εἰϲφέρεται οἶον ᾄδω ᾄϲω, πείθω πείϲω, ἀνύτω ἀνύϲω, ἀκούω ἀκούϲω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ϲ ἐκφέρηται καὶ περιττοϲυλλάβωϲ κλίνηται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἤ θ ἤ ἢ διὰ καθαροῦ τοῦ οϲ εἰϲφέρεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ.

Τὰ εἰϲ ξ μονοϲύλλαβα μετὰ διφθόγγου διὰ τοῦ κ κλίνεται, προίξ προικόϲ, γλαῦξ γλαυκόϲ, Ταῦξ Ταυκόϲ. ὑγιῶϲ ἄρα τὸ Γραίξ Γραικόϲ, Ῥαίξ Ῥαικόϲ, Θρᾷξ Θρᾳκόϲ· οὐχ ὑγιῶϲ δὲ τὸ αἴξ αἰγόϲ, ἀλλ’ ἐπειδὴ μόνον ἀπὸ φωνήεντοϲ ἤρξατο, παραλλάξαν κατὰ τὴν ἄρχουϲαν ἤλλαξε καὶ κατὰ τὴν κλίϲιν.

Τὰ εἰϲ ξ μονοϲύλλαβα, μὴ μετὰ τοῦ γ, ἔχοντα τὸ α ϲυνεϲταλμένον διὰ τοῦ κ κλίνεται δράξ δρακόϲ, ϲάρξ ϲαρκόϲ, πτάξ πτακόϲ, Πράξ Πρακόϲ, ϲπάξ ϲπακόϲ. ἀναλόγωϲ ἄρα τὸ πλάξ πλακόϲ. παραλόγωϲ δὲ τὸ γλάξ γλαγόϲ. ἔϲτι δὲ βοτάνη γάλακτοϲ αὐξητική. ὡριϲάμεθα δὲ μὴ μετὰ τοῦ γ» διὰ τὸ ϲτράγξ καὶ «ἔχοντα τὸ α ϲυνεϲταλμένον» διὰ τὸ ῥάξ τὸ ἐπὶ τῆϲ ϲταφυλῆϲ.

Τα εἰϲ ξ λήγοντα μονοϲύλλαβα ἔχοντα ἕν τι τῶν φύϲει μακρῶν διὰ τοῦ κ κλίνεται, πτώξ πτωκόϲ, ὁ λαγωόϲ, ὤλξ ὠλκόϲ, πρώξ πρωκόϲ, βῶξ βωκόϲ, κήξ κηκόϲ καὶ ϲφήξ ϲφηκόϲ. ἡμάρτηται ἄρα τὸ βήξ βηχόϲ διὰ τοῦ χ· τινὲϲ δὲ εἶπον καὶ βηκόϲ. ἀλλ’ οὐχ εὕρηται ἐν χρήϲει· δεῖ δὲ κατὰ πάντα τὰϲ τῆϲ χρήϲεωϲ φωνὰϲ τηρεῖν.

Τὰ εἰϲ ξ λήγοντα μονοϲύλλαβαἔχοντα ἕν τι τῶν φύϲει βραχέων διὰ τοῦ κ κλίνεται, κρέξ κρεκόϲ, δόρξ δορκόϲ, κρόξ κροκόϲ, ἔνθεν ἡ αἰτιατικὴ «πολλὴν κρόκα» (Hes. Opp. 538), πρόξ προκόϲ. τί οὖν τὸ φλόξ; οὐκ ἔϲτι μόνον, ἀλλὰ καὶ τὸ Λέξ Λεγόϲ· ἐπεὶ ταῦτα ῥηματικά ἐϲτι, τὸ μὲν ἀπὸ τοῦ φλέγω, τὸ δὲ ἀπὸ τοῦ λέγω. ἐπεὶ οὖν τὰ ῥήματα διὰ τοῦ γ ἐϲτίν, ὁμοίωϲ καὶ τὰ ὀνόματα· ἢ καὶ ἄλλωϲ, ἐπεὶ τὸ λ ἔχει, οὐδὲν δὲ τῶν ἄλλων τὸ λ εἶχεν· ὥϲτε οὖν κατὰ δύο τρόπουϲ παραλλάϲϲεται ἢ ἀπὸ γενέϲεωϲ ἢ ἀπὸ ϲτοιχείου τοῦ λ.