Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ γων διϲύλλαβα ὀξύτονα μὴ ὄντα περιεκτικὰ μηδὲ ἐπὶ πόλεωϲ διὰ τοῦ ο κλίνεται οἷον πυγών, λαγών, ϲταγών, τὸ δὲ ἀγών ὡϲ περιεκτικὸν καὶ τὸ Ὀργών νῆϲοϲ ὡϲ ἐπὶ πόλεωϲ φυλάττει τὸ ω.

Τὰ εἰϲ γῶν λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται ἢ διὰ τοῦ οντ οἷον Ϲαλάγγων Ϲαλάγγωνοϲ μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apoll. Rhod. Arg. lV 337), Ἐρίγων Ἐρίγωνοϲ, ἀρίγων ἀρίγωνοϲ (ἔϲτι δὲ εἶδοϲ δόρατοϲ), προάγων προάγωνοϲ· Θὐκαλέγων ὐκαλέγοντοϲ, Πελάγων Πελάγοντοϲ, Ἁρπάγων Ἀρπάγοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν. τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἰχεν ἀφορμὴν τὸ παρώνυμον εἰναι τοῦ κατάπυγοϲ ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ο κλίνεται Παφλαγών Παφλαγόνοϲ, αιϲτρυγν Λαιϲτρυγόνοϲ, Πηλαγών Ππλαγόνοϲ « Πηλαγόνων ἐλατῆρα», ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ « ἀρηγόνοϲ μετέροιο », Πηλεγών Πηλεγόνοϲ.

Choer. 75, 11: τὰ εἰϲ δῶν λήγοντα διϲύλλαβα βαρύτονα διὰ τοῦ ω κλίνεται, εἰ μὴ μετοχικὴν κλίϲιν ἀναδέχεται οἷον κώδων κώδωνοϲ, Φαίδων Φαίδωνοϲ, Φείδων Φείδωνοϲ, Μείδων Μείδωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), χλίδων χλίδωνοϲ (οὗτοϲ δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ), τὸ Λάδων (ἔϲτι δὲ ὄνομα ποταμοῦ) ὑπὸ Ἀντιμάχου διὰ τοῦ ω κέκλιται ἀναλόγωϲ οἷον Λάδωνοϲ, ὡϲαύτωϲ δὲ καὶ ὑπὸ Ἐρατοϲθένουϲ ἐκλίθη Λάδωνοϲ· τὸ μέντοι Νέδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνει Κόριννα οἷον Νέδοντοϲ, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω κλίνουϲιν ἀναλόγωϲ οἷον έδωνοϲ. τὸ Μέδων (ἔϲτι δὲ κύριον ὄνομα) ὁ μὲν ποιητὴϲ Ὅμηρὸϲ διὰ τοῦ ντ κλίνει οἶον Μέδοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν, Ἰϲαῖοϲ δὲ ὁ ῥήτωρ καὶ Ἀριϲτοτέληϲ ἐν Ὀπουντίων Πολιτείᾳ ίέδωνόϲ φαϲιν ἀναλόγωϲ. τὸ δὲ κνώδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ κλίνεται, καὶ ἴϲωϲ ὅτι ϲύνθετόν ἐϲτι παρὰ τὸ ὀδούϲ ὀδόντοϲ καὶ τὴν τοῦ ἁπλοῦ ἐφύλαξε κλίϲιν οἰον ὡϲ παρὰ τῷ Ϲοφοκλεῖ (Ai. 1025)

  • τοῦδ’ αἰόλου κνώδοντοϲ
  • ἀντὶ τοῦ ξίφουϲ.

    Τὰ εἰϲ δων διϲύλλαβα ὀξύτόνα διὰ τοῦ ο κλίνεται οἱον Μυγδών Μυγδόνοϲ, Ϲαρδών Ϲαρδόνοϲ, ϲινδών ϲινδόνοϲ, λαρδῶν Μαρδόνοϲ, φλέδων φλεδόνοϲ, κληδών κληδόνοϲ, Ϲιδών Ϲιδόνοϲ τὸ ἐθνικὸν καὶ. Ϲιδών Ϲιδόνοϲ ἡ πόλιϲ, τὸ γὰρ Ϲιδῶνοϲ παρ’ Ὁμήρῳ μετέπεϲε γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ. τὸ δὲ Ἠδῶνεϲ μεταπέπλαϲται ἐκ τοῦ Ἠδωνοί.

    [*](1. 1 Theogn. 31, 9, Arc. 1. c. et 14, 18, St. Β. Ὀργών. 1. 4 II. Pr. Φ 141, Arc. 10, 17, Choer. 74, 32, Theogn. 31, 6. 1 21 de Νέδων cf. St. Β. s. v. Νέδων κλίνεται Νέδοντοϲ. 1. 32 Arc. 11, 6, Μαρδιύν ex St. B , φλέδων κληδών ex Theogn. 31, 33, apud quem Ϲιδών ιδῶνοϲ ὡϲ ἐπὶ πόλεωϲ λαμβανόμενον excipitur, quod secundum Eustath ad Herodiani sententiam transmutavi Ἠδδνεϲ ex Schol. ad Thucyd. 1 99.)
    730

    Choer. 75, 30: τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα μὴ ὄντα παρώνυμα μηδὲ ϲύνθετα παρὰ τὸ ὀδούϲ διὰ τοῦ ν κλίνεται καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Κελάδων Κελάδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Λαομέδων αομέδοντοϲ, Αὐτομέδων Αὐτομέδοντοϲ (ὀνόματα δὲ καὶ ταῦτα κύρια), Ἀκήδων Ἀκήδοντοϲ ὄνομα ποταμοῦ, Ϲαρπήδων Ϲαρπήδοντοϲ (ἔϲτι δὲ ὄνομα κύριον)· ἡ Ϲαρπηδόνοϲ γενικὴ ἀπὸ τῆϲ Ϲαρπηδὼν ὀξυτόνου εὐθείαϲ ἐϲτί. πρόϲκειται «μὴ ὄντα παρώνυμα», ἐπειδὴ τὰ παρώνυμα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. οἷον κόρυδοϲ Κορύδων Κορύδωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κίναδοϲ Κινάδων Κινάδωνοϲ, κέλαδοϲ Κελάδων Κελάδωνοϲ· τὸ γὰρ Γελάδοντοϲ μετοχικόν ἐϲτι. καὶ τὰ παρὰ τὸ ὀδούϲ δὲ ϲύνθετα διὰ τοῦ ντ κλίνεται καὶ δηλονότι τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Θερμώδων Θερμώδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Παμπάδων Παμπάδοντοϲ, Χαλκώδων Χαλκώδοντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), ἀμφώδων αμφώδοντοϲ, κρατερώδων κρατερώδοντοϲ, χαυλιόδων χαυλιόδοντοϲ. ταῦτα δὲ παρὰ τὸ ὀδούϲ ϲύνθετα πολλάκιϲ πέφυκε διὰ τὸ μέτρον ἀποβάλλειν τὸ τ ἐκ τῆϲ γενικῆϲ καὶ φυλάττει τὸ ο οἷον ἀμφώδων ἀμφώδοντοϲ καὶ ἀμφώδων ἀμφώδονοϲ.

    Τὰ εἰϲ δων λήγοντα ὀξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ ο κατὰ γενικὴν οἰον χελιδών χελιδόνοϲ εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών Ϲαρπηδόνοϲ εἴτε ὁ ηρωϲ εἴτε ἡ πέτρα εἴτε ἡ ἀκτὴ εἴτε ἡ νῆϲοϲ (ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αίχμαλωτίϲι εἴρηται « Ϲαρπηδὼν ἀκτή», ἐν Τυμπανιϲταῖϲ « ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί·

  • τῷ δ’ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα,
  • αἰ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ,
  • νῆϲον πετρήεϲϲαν).
  • Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδῶν, Ἀπιδών, ὅυρμιιδών, Ἰϲϲηδῶν, Ἀϲπληδών, Μακεδών καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει. τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ
  • τὰ δὲ νῦν πολλὴν τυφεδῶνα
  • λεϲχαίνειϲ
  • [*](1. 1 cf. Theogn. 32, 27. 1 Mon. 9, 3, cum quo loco cf. Theogn. 32 11— 27 Choer. p. 296, 5 —23 canon sic constituitur: τὰ εἰϲ δων λήγοντα ὀξύτονα τρέπει τὸ ῶ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἶον Ϲαρπηδών Ϲαρπηδονοϲ, Μακεδών Μακεδόνοϲ, Μυρμιδών Μυρμιδόνοϲ « εἀvὴρ πολλοῖϲιν ἀνάϲϲων Μυρμιδόνεϲϲια » (Φ 188), χωρὶϲ τοῦ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ· ἔϲτι δὲ ταῦτα ὀνόματα ηρώων, καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ. ἔχει δὲ ἀπολογίαν τοιαύτην, ὅτι ὡμοφώνηϲε πόλεϲι, τῇ ἡ Ἀμυδών τῆϲ Ἀμυδῶνοϲ καὶ τῇ ἡ Καλυδών τῆϲ Καλυδῶνοϲ, καὶ τούτου χάριν ἐφύλαξε τὸ ω κατὰ τὴν γενικὴν ὁμοίωϲ ταῖϲ πόλεϲι. εἴτι γὰρ εἰϲ δων φυλάττει τὸ ω, τοῦτο εὑρίϲκεται ἐν ὁμοφωνίᾳ πόλεωϲ γενόμενον, ὡϲ ἐπὶ τοῦ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὺ γὰρ τὰ ὁμοφωνοῦντα πόλει πάντωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ. ἰδοῦ γὰρ τὸ ὁ Ϲιδών τοῦ Ϲιδόνοϲ ὁμοφωνεῖ πόλει τῇ ἡ Ϲιδών τῆϲ Ϲιδῶνοϲ. καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὡϲ παρὰ τῷ ποιητῇ «ἐπεὶ Ϲιδό-)
    731
    ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. δεῖ προϲθεῖναι «χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υγοιτο διὰ τὸ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ.

    Choer. 76, 19: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ κύρια μὲν ὄντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, προϲηγορικὰ δὲ ὄντα τρέπει τὸ ω εἰϲ ο ἐν τῇ γενικῇ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· καὶ τῶν μὲν κυρίων οἷον Ῥίζωnν Ῥζωνοϲ (ὁ τοῦ Κάδμου υἱόϲ), Ἄζων Ἄζωνοϲ (ποταμὸϲ Λυκίαϲ καὶ ὄνομα ἀνδρόϲ), Ὄζων Ὄζωνοϲ (ὄνομα ποταμοῦ), Πρξων Πρήξωνοϲ, Δέξων Δέξωνοϲ, Αἰξων Αἰξωνοϲ, Μύρϲων Μύρϲωνοϲ, Κτήϲων Κτήϲωνοϲ, Πράϲων Πράϲωνοϲ (εἷϲ τῶν Αἰγύπτου παίδων), Λεύϲων Λεύϲωνοϲ (ὄνομα δὲ τοῦτο κυνόϲ), Γράϲων Γράϲωνοϲ (ὄνομα κύριον), ᾧ ὁμοίωϲ κλίνεται καὶ τὸ νῦν ἐν τῇ ϲυνηθείᾳ ἐπιθετικὸν λεγόμενον, Παύϲων Παύϲωνοϲ, Θράϲων Θράϲωνοϲ (ταῦτα δέ ἐϲτιν ὀνόματα κύρια καὶ διὰ τοῦ ω κλίνεται). τὸ Αἴϲων κύριον ὄνομα ὃν διχῶϲ κλίνεται, καὶ γὰρ διὰ τοῦ ῦ κατὰ τὸν κανόνα τοῦτον οἷον

  • Αἴϲωνοϲ υἱὸϲ Κρηθέωϲ ἀφ’ αιματοϲ,
  • καὶ διὰ τοῦ ο ποιητικῶϲ διὰ τὸ μέτρον οἷον ὡϲ παρὰ τῷ ποιητῇ «Αἴϲονά τ’ ηδὲ Φέρητα» (λ 258). τὰ μέντοι μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον μείζων μείζονοϲ, ἄξων ἄξονοϲ, κρείϲϲων κρείϲϲονοϲ, πάϲϲων πάϲϲονοϲ (ὁ παχύτεροϲ), μάϲϲων μάϲϲονοϲ (ϲημαίνει δὲ τὸν μείζονα), εἰ δὲ καὶ κύριον ϲημαίνει τοῦτο (ϲημαίνει ποταμὸν ἐν Πελοποννήϲῳ), δηλονότι τὴν αὐτὴν κλίϲιν ἐφύλαξε τὸ καύϲων καύϲωνοϲ παρώνυμόν ἐϲτι παρὰ τὸ καῦϲιϲ, κϲ τούτου χάριν φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ.

    Choer. 77, 12: τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ διὰ τοῦ ῦ θέλει κλίνεϲθαι οἷον Ἁλίζων Ἁλίζωνοϲ (ἔϲτι δὲ ἐθνικόν), ’Ἑνάϲϲων Ὀνάϲϲωνοϲ, Τυλίϲων Τυλίϲωνοϲ, Τελέϲων Τελέϲωνοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ϲεϲημείωται τὸ Ἰάϲων Ἰάϲονοϲ διὰ τοῦ ο κλιθέν (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἴϲωϲ ὡϲ ἔχον μακρὸν τὸ α ἐν τῇ παραληγούϲῃ διὰ τοῦ ο ἐκλίθη ὁμοίωϲ τῷ Μαχάων Μαχάονοϲ καὶ Ἱκετάων Ἱκετάονοϲ. τὸ δὲ Ὑψίζων Ὑψίζοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνεται, τὸ δὲ ὀλίζων ὀλίζονοϲ (ἔϲτι δὲ ὁ ὀλιγώτεροϲ) ὡϲ ϲυγκριτικὸν διὰ τοῦ ο ἐκλίθη, ὁμοίωϲ τὸ μάϲϲων μάϲϲονοϲ, κρείϲϲων κρείϲϲονοϲ καὶ τὰ ὅμοια.

    Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἐπίθετα ὄντα ἢ ἐθνικὰ τρέπει τὸ ω εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον Αὐϲών [*](νεϲ πολυδαίδαλοι εὖ ἤϲκηϲαν» (Ψ 743). Coum Herodianus in Mon. Καλυδῶνοϲ Ἀμυδῶνοϲ excuset consona praecedente vocaleum υ, quum praeterea ap. Eustath. paullo ante citato urbis Ϲιδών legitimum esse genetivum Ϲιδόνοϲ pronunciet, quam Homerus ad analogiam aliorum urbium in Ϲιδῶνοϲ transformaverit, hoc. Ch oerobosci adnotamentum quamvis per se praestans ab Herodiano profectum esse non potest, quare ab Apollonio petitum esse existimo. 1. 3 coll. Theogn. 33 8; de Αἴϲων St. B. 54, 16 Αἴϲων Ἰάϲονοϲ πατήρ, οὗ τὸ ὄνομα διᾶ τοῦ ω κλίνεται. τὸ δὲ Αίϲονίδηϲ ὡϲ Ἡϲίοδοϲ ἀπὸ τοῦ εΑϲονά τ’ ἠδὲ Φέρητα». 1. 25 cf. Theogn. 33, 20. 1. 35 Theogn. 38, 18; de Αὐϲών cf. Choer. 289, 15, Arc. 14)

    732
    Αὐϲόνοϲ, πρήξων πρηξόνοϲ· οὕτωϲ γὰρ τοὺϲ ἀγοραίουϲκαλοῦϲι Ϲικελοί, δραξών δραξόνοϲ, ἀλαζών ἀλαζόνοϲ, ἀμαζών ἀμαζόνοϲ τὸ ἐπίθετον· λέγεται γὰρ καὶ ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν ». τὸ γὰρ ἐπὶ ἔθνουϲ φυλάττει τὸ ω ἐπὶ γενικῆϲ. τὸ Ὀλιζών ὄξότονον ἐπὶ πόλεωϲ διὰ τοῦ ω κλίνεται, τὸ δὲ κιϲϲών κιϲϲῶνοϲ διὰ τοῦ ω οὐ μάχεται, περιεκτικὸν γάρ.

    Choer. 77, 24: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· μόθων μόθωνοϲ, μάλθων μάλθωνοϲ (ὁ μαλθακόϲ), Ῥίνθων Ῥνθωνοϲ (ὄνομα κύριον), κώθων κώθωνοϲ (εἶδοϲ ποτηρίου), καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον αἴθων αἴθωνοϲ ὁ διάπυροϲ, Ϲίθων Ϲίθωνοϲ πατὴρ Παλλήνηϲ, πίθων πίθωνοϲ ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, ῥώθων ῥώθωνοϲ, Τρύφων Τρύφωνοϲ, ϲίφων ϲίφωνοϲ, κύφων κύφωνοϲ, Βρύχων Βρύχωνοϲ (ὄνομα ποταμοῦ), Τύχων Τύχωνοϲ (δαίμων παρὰ τὴν Ἀφροδίτην, ἔϲτι δὲ ὄνομα κύριον), Ϲόφων Ϲόρωνοϲ, Ξίφων Ξίφωνοϲ (ὄνομα κυνόϲ), Ϲπέρχων Ϲπέρχωνοϲ (ὄνομα κυνόϲ), καὶ τὸ γλήχων γλήχωνοϲ, βαρυνόμενον ἐπὶ τῆϲ γενικῆϲ φυλάϲϲει τὸ ω, εἰ καὶ παρὰ Ἀττικοῖϲ ὀξύνεται καὶ θηλυκῶϲ λέγεται.

    Choer. 78, 3: τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ μετοχικὰ, μὲν ὄντα διὰ τοῦ ντ κλίνεται, καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Φαέθων Φαέθοντοϲ, Πυριφλεγέθων Πυριφλεγέθοντοϲ, Πολυϲπέρχων Πολυϲπέρχοντοϲ· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω κλίνεται οἷον ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, κίναιθοϲ Κιναίθων Κιναίθωνοϲ. τὸ ἐνοϲίχθων ἐνοϲίχθονοϲ διὰ τοῦ o κλιθὲν τοῦ ἁπλοῦ, φημὶ δὴ τοῦ χθών χθονόϲ, τὴν κλίϲιν ἐφύλαξεν , ἐνοϲίχθων δέ ἐϲτιν ὁ τὴν γῆν κινῶν.

    Τὰ εἰϲ ων λήγοντα διϲύλλαβα ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται πιθών πιθῶνοϲ, κιθών κιθῶνοϲ ὁ χιτών, Πυθών Πυθῶνοϲ, τὸ δὲ Ϲιθών Ϲιθόνοϲ ὡϲ ἐθνικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ.

    Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα διὰ τοῦ ω κλίνεται Μαραθών Μαραθῶνοϲ, Ἀργανθών Ἀργανθῶνοϲ ὄνομα ὄρουϲ, Κολοφών Κολοφῶνοϲ. τὸ δὲ κατηφιῶν κατηφόνοϲ τρέπει τὸ ῦ εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ. τὸ δὲ Ἱπποθῶν περιϲπὡμενον Ἰπποθῶντοϲ διὰ τοῦ ῦ καὶ διὰ τοῦ ντ κλίνεται.

    Choer. 78, 11: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα ψιλὸν ϲύμφωνον πρὸ τοῦ ω μὴ ὄντα κοινὰ μήτε ἔχοντα θηλυκὸν διὰ τοῦ αινα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Χάλκων Χάλκωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Γλαύκων Γλαύκωνοϲ, Λάκων Λάκωνοϲ (ὁ Λακεδαιμόνιοϲ), Δόρκων Δόρκωνοϲ, κνάκων κνάκωνοϲ (καὶ ὁ λευκὸϲ καὶ ὁ πυρρόϲ), φάλκων φάλκωνοϲ, [*](17 et 11, 18. 1. 7 coll. p. 287, 19, Theogn. 33, 27, Are. 16, 6 et 15. Ϲίθων ex St. B. 497. 12. 1. 26 Arc. 11, 25, Ϲhoer. 287, 29. 1. 30 Theogn. 34. 1 κατηφών ex 11. Pr. Ω 253, Ἱπποθῶν Arc. 12, 6.)

    733
    μήκων μήκωνοϲ, Λάμπων Λάμπωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), ϲκήπων ϲκήπωνοϲ, Πλούτων Πλούτωνοϲ (ὁ Ἄιδηϲ), Πλάτων Πλάτωνοϲ, Μέτων Μέτωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), Μυιῶν Μύτωνοϲ (ὁ Μιτυληναῖοϲ), Κρότων Κρότωνοϲ, Κάπων Κάπωνοϲ, Καύκων Καύκωνοϲ (ἔθνοϲ δέ εἰϲιν οἱ Καύκωνεϲ), δράπων δράπωνεϲ (ὁ δραπέτηϲ, ὑποκοριϲτικῶϲ), Ϲάπων Ϲάπωνοϲ, Δούπων Δούπωνοϲ (εἰϲ τῶν κενταύρων), Ἕρπων Ἕρπωνοϲ (ὄνομα κύριον), Λύπων Λύπωνοϲ (καὶ αὐτὸ ὄνομα κύριον), Κίκων Κίκωνοϲ ὃ διὰ μέτρον διὰ τοῦ ο ἐκλίθη παρὰ τῷ ποιητῇ «Κίκονεϲ Κικόνεϲϲι γεγώνευν » (ι 47). τὸ δὲ πέπων (ϲημαίνει δὲ τὸν προϲφιλέϲτατον), καὶ γείτων καὶ τέκτων, κοινά ἐϲτι τῷ γένει. τὸ δὲ ἄκων ἄκοντοϲ, ϲημαίνει δὲ τὸ ἀκόντιον, ἐξ οὖ καὶ τὸ ἐϲ δοῦπον ἀκόντων» (Υ 451) παρὰ τῷ ποιητῇ, ἔχει θηλυκόν, τὸ ἄκαινα· ὡϲαύτωϲ καὶ τὸ δράκων δράκοντοϲ ἔχον θηλυκὸν διὰ τοῦ αινα οἷον δράκαινα διὰ τοῦ ντ ἐκλίθη, καὶ τὸ κύριον δὲ ὄνομα παρ’ ἡμῖν τὴν αὐτὴν κλίϲιν φυλάττει Δράκοντοϲ τοῦ Ϲτρατονικέωϲ. πρόϲκειται « παρ’ ἡμῖν», ἐπειδὴ οἱ Αιολεῖϲ Δράκωνοϲ εἰρήκαϲι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, τῷ κανόνι τῷ προλεχθέντι ἑπόμενοι (ἐπὶγὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ)· τὸ δὲ Λάκων Λάκωνοϲ εἰ καὶ ἔχει θηλυκόν διὰ τοῦ αινα τὸ Λάκαινα, ἀλλ’ οὖν τῷ κανόνι τῷ προλεχθέντι ἐφύλαξε τὸ ω ἐπὶ τῆϲ γενικῆϲ.

    Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἰον ϲαλάκων ϲαλάκωνοϲ, Χαρίτων Χαρίτωνοϲ, Ἀρίϲτων Ἀρίϲτωνοϲ, Κεράτων εράτωνοϲ, Μελίτων Μελίτωνοϲ. τὸ Τριάκων (ἔϲτι δὲ ὄνομα κύριον) διὰ τοῦ ντ ἐκλίθη οἷον Τριάκοντοϲ, καὶ ἴϲωϲ ἐπειδὴ γειτνιᾶ τοῦτο τῷ τριάκοντα ἀριθμῷ· τὸ μέντοι θεράπων θεράποντοϲ ὡϲ ἔχον θηλυκόν, λέγω δὴ διὰ τοῦ αινα, φημὶ δὴ τὸ θεράπαινα, διὰ τοῦ ντἐκλίθη ὁμοίωϲ τῷ λέων λέοντοϲ λέαινα.

    Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν, μὴ ὄντα ἐθνικά, φυλάττει τὸ ἐπὶ τῆϲ γενικῆϲ οἷον ἀγκών ἀγκῶνοϲ, κροτών κροτῶνοϲ εἶδοϲ ζῴου φθαρτικοῦ, Πλατανιϲτών Πλατανιϲτῶνοϲ ὄνομα ποταμοῦ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ» διὰ τὸ Βιϲτών Βιϲτόνοϲ, ἐθνικὸν γὰρ καὶ διὰ τοῦ ο κλίνεται. τὸ δὲ εἰκών εἰκόνοϲ θηλυκόν. τὸ δὲ Εὐρυπῶν περιϲπώμενον διὰ τοῦ ντ κλίνεται.

    Choer. 79, 22: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα κύρια ἔχοντα πρὸ τοῦ ῦ ἕν τι τῶν ἀμεταβόλων φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἕρμων ρμωνοϲ, Τίμων Πίμωνοϲ, όνων Κόνωνοϲ, Ῥήμων Ῥόμωνοϲ, Ϲίνων Ϲίνωνοϲ, Φαίνων Φαίνωνοϲ, Ζήνων Ζήνωνοϲ, Μόλων Μόλωνοϲ, Δόλων Δόλωνοϲ, Φίλων Φίλωνοϲ, Γέλων Γέλωνοϲ, Πέλ. [*](1. 20 coll. Theogn. 34, 6 pro iis quae Choerob. de Κίκων tradit: τὸ Κίκων κύριον μὲν ὄν φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ κατὰ τὸν κανόνα τοῦτον οἶον Κίκωνοϲ, ἐθνικὸν δὲ λεγόμενον διὰ τοῦ ο κλίνεται, παραλόγωϲ δὲ ὡϲ παρὰ τῷ ποιητῇ οἶον «Κίκονεϲ Κικόνεϲϲι γεγώνευν , exhibui  quae Herodianum docuisse diserte refert Eust. 539, 13 ef. fr. 26. 1. 21 Choer. 79, 14, Theogn. 34, 19. 1. 28 Theogn. 39, 1, Arc. 22, 13, St. B.171, 10, Mon. 9, 32. 1. 34 cf. Theogn. 36, 18.)

    734
    λων Πέλλωνοϲ, Πύλων Πύλωνοϲ, Χέλλων Χέλλωνοϲ, Θήρων Θήρωνοϲ, Χάρων Χάρωνοϲ, Χείρων Χείρωνοϲ (ἐπὶ τοῦ Κενταύρου· τὸ γὰρ ϲυγκριτικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον χείρονοϲ, ἐπὶ τοῦ ἐλάττονοϲ), λαυρων Μαύρωνοϲ, Κέρων Νέρωνοϲ, Νάρων άρωνοϲ (ποταμόϲ)· τὸ γὰρ «Νάρονοϲ ὄχθαϲ» παρὰ τῷ Νικάνδρῳ (Ther. 607) διὰ τὸ μέτρον ϲυνεϲτάλη τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. ϲεϲμαίωται τὸ Πάμμων Πάμμονοϲ διὰ τοῦ ο κλιθὲν οἷον «Πάμμονά τ’ Ἀντίφονόν τε» ( 250) (ἔϲτι δὲ ὄνομα κύριον). τὰ παρὰ τὸ φρήν φρενόϲ γινόμενα τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ἄφρων ἄφρονοϲ, ϲώφρων ϲὡφρονοϲ, υκόφρων Λυκόφρονοϲ (ἔϲτι δὲ ὄνομα κύριον), περίφρων περίφρονοϲ (ὁ ϲυνετόϲ), δαΐφρων δαῖφρονοϲ, ἐχέφρων ἐχέφρονοϲ (ϲημαίνει δὲ ταῦτα τὸν ϲυνετόν).

    Choer. 80, 10: τὰ εἰϲ ων λήγοντα προηγουμένου ἀμεταβόλου κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται οἷον πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ) ὁ πρόφρων καὶ ἡ πρόφρων, ἄφρων ἄφρονοϲ ὁ ἄφρων καὶ ἡ ἄφρων, αμων αἱμονοϲ ὁ αμων καὶ ἡ οἵμων· ϲημαίνει δὲ τὸν ἔμπειρον, οἰκτίρμων οἰκτίρμονοϲ, ἐλεήμων, εὐδαίμων, ἀπείρων. ϲεϲημείωται τὸ εἴρων εἴρωνοϲ, ὅτι κοινὸν τῷ γένει ὄν φυλάττει τὸ ω. ἔχει δὲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ων ἔχοντα τὸ ρ διϲύλλαβα ἁπλᾶ μὴ ἔχοντα οὐδέτερον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Μάρων Χείρων Νέρων.

    Τὰ εἰϲ λων διϲύλλαβα βαρύτονα φυλάττει τὸ ω Δρίλων, Φίλων, Μίλων, τίλων, βρίλων ὁ βαλανεύϲ, Χίλων, Ϲόλων, Δόλων, κήλων, Μλων ὁ Ἡρακλῆϲ, Ϲάλων, Γέλων, Μέλων, Κύλων, Πύλων. ὡϲαύτωϲ καὶ τὰ ὀξύτονα πυλών μυλών.

    Τὰ εἰϲ λων λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ ὀξύτονά τε καὶ βαρύτονα φυλάττει τὸ οἷον Ἀπόλλων Ἀπόλλωνοϲ, Ἀϲκάλων Ἀλϲκάλωνοϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ, Κεφάλων Κεφάλωνοϲ, Καϲτάλων Καϲτάλωνοϲ ὄνομα πόλεωϲ, Βαβυλών Βαβυλῶνοϲ, ἀμπελών ἀμπελῶνοϲ, καμηλών καμηλῶνοϲ. τὸ δὲ μιμαλλών διὰ τοῦ ο κλινόμενον οὐ μάχεται θηλυκὸν ὄν δηλοῖ γὰρ τὰϲ μαινάδαϲ. τὸ δὲ Ἀτιτάλλων τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ τοιοῦτοϲ χαρακτὴρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων, ἀγάλλων.