Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ ιων ὀξύτονα, εἰ μὲν θηλυκὰ ἢ κοινὰ τῷ γένει ἐϲτί, διὰ τοῦ ο κλίνεται οἰον χιών χιόνοϲ, ἠϊών ἠϊόνοϲ, Ἑρμιών Ἑρμιόνοϲ πόλιϲ Ἀργόλιδοϲ, Ἴβιών Ἰβιόνοϲ· ἔϲτι δὲ ὄνομα νήϲου, ὁ ἡ περικτιών περικτιόνοϲ, ἀμφικτιών ἀμφικτιόνοϲ, ἰθυκτιών ἰθυκτιόνοϲ· εἰ δὲ μόνωϲ ἀρϲενικά ἐϲτι, φυλάττει τὸ ω οἷον Κνακιών Κνακιῶνοϲ, Ἀϲιών Ἀοιῶνοϲ, κυρηβίων κυρηβιῶνοϲ, ἀνθεϲτηριών ἀνθεϲτηριῶνοϲ, δοθιών δοθιῶνοϲ τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.

Τὰ εἰϲ ῦῶν ὀξύτονα κατὰ γενικὴν τρέπει τὸ ω εἰϲ τὸ ο, εἰ μὴ ϲυμπίπτει πόλεϲιν οἰον ἀλεκτρυών ἀλεκτρυόνοϲ, Γηρυών Γηρυόνοϲ, Κερκυών Κερκυόνοϲ, Ἀμφικτύων Ἀμφικτυόνοϲ,κελενδρυών, κολοκτρυών. τὰ δὲ ϲυμπίπτοντα πόλεϲι κλίνεται διὰ τοῦ ω οἷον ικυών ὁ κτιϲτὴϲ ὁμοφώνωϲ τῇ πόλει ικυῶνοϲ. ὡϲαύτωϲ καὶ Γρεμμυών Κρεμμυῶνοϲ καὶ Κρομμυών Κρομμυῶνοϲ.

Τὰ εἰϲ αιῦν ὑπερδιϲύλλαβα εἴτε βαρύτονα εἶτε ὀξότονα διὰ τοῦ ω κλίνεται Εὐφραίων Εὐφραίωνοϲ, Αἰγαίων Αἰγαίωνοϲ, Ἀκταίων Ἀκταίωνοϲ, Ἀλκμαίων, Εὐγαίων, Ἀθηναίων, Ἑκατομβαιν Ἑκατομβαιῶνοϲ, ἐλαιών ἐλαιῶνοϲ.

Τὰ εἰϲ εων ὑπερδιϲύλλαβα ἀρϲενικὰ καὶ θηλυκὰ εἴτε βορύτονα εἴτε ὀξύτονα τὸ ω φυλάττει, Γελέων Γελέωνοϲ Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων ἀπὸ Ἴωχοϲ παίδων — Ἡρακλέων Ἡρακλέωνοϲ, Ἀλκμέων, Τυφέων, Ποϲειδέων Ποϲειδέωνοϲ ἐξ οὖ Ποϲειδῶν ϲυνῃρέθη, Ποϲειδεών Ποϲειδεῶνοϲ ὄνομα μηνόϲ, ἀνδρεών, παρθενεών, πορθέων, λυμεών, ἀπατεών, Ἐλεών πόλιϲ, Μεδεών πόλιϲ, Ξυπετεών [*](1. 1 sic fere Herodianum canonem de οxyytonis in ιων constituisse ex Ϲhoer. Orth. ΙΙ 168, E. M. 92, 1, Eust. 1175, 15, Theogn. 29, 13 et 38, 9; 39, 24 et Mon 17 , 22 concludi potest. Neque enim ex quantitate declinatum suspendit Herodianus, ut Choer. Diet. 296, 25 feocit quantitatem etiam pervertens, sed ex genere, cui etiam praeer quantitatem vim quandam ad accentum constituendum attribuit, nam Ἀλμφίων quum productum babeat 4, paroxytonon est, περικτιών vero brevi praefinitum in fine habet acutum, sed declinatio utriusque vocabuli eadem est, Ἀμφίων habet Ἀμφίονοϲ genetivum propter characterem barytonorum producta diphthongo praefnitorum, περικτιών oxytonon a. reliquis oxytonis non quantitate difert, sed genere, in quo declinatio nititur. Ex urbium vero nominibus quaedam exceusse et per ω declinanda praecepisse Herodianum ex nominibous a Stephano relatis conici potest. 1. 8 canonem constitui ex Arc. 15, 22 et Theogn. 29, 17. Ab Herodiani doctrina abhorret Choer. Dict. 296, 25: τὰ εἰϲ ων καθαρὸν ὀξύτονα βραχεῖ διχρόνῳ παραληγόμενα τρέπει τὸ υ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον περικτιών περικτιόνοϲ, ἀλεκτρυψν ἀλεκτρυόνοϲ, Ἀμφικτύων Ἀμφικτυόνοϲ. τὸ Κνακυών ὀξύτονόν ἐϲτι καί εἰϲ ων καθαρὸν καὶ διχρόνῳ παραλήγεται καὶ ἐπειδὴ οὐκ ἔχει ϲυνεϲταλμένον ἀλλ’ ἐκτε- ταμένον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον Κνακυῶνοϲ, ἔϲτι δὲ ὄνομα κύριον ποταμοῦ. Verum habet Theogn. 38, 6 ὅϲα βραχεῖ διχρόνῳ παραλήγεται, διὰ τοῦ ο γράφει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ περικτιόνοϲ, ἀλεκτρυόνοϲ. ϲεϲημείωται τὸ Κνακιών Κνακιῶνοϲ ὄνομα ποταμοῦ καὶ τὸ Ἀϲίων Ἀϲιῶνοϲ δηλοῖ δὲ ὄνομα ὅρουϲ, καὶ κυρηβίων· δηλοῖ δὲ τὸν καθαρματώδη, ὅτι βραχεῖ διχρόνῳ παραληγόμενα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. cf. Lehre Mon. 17, 22 1. 14 Theogn. 29, 1 et 28, 30, Arc. 28, 11. 1. 18 Choer. 72,1, Γελέοντεϲ ex St. B. 41. 2 de Ἀλκμέων cf. An Ox. II 337, 4: Ἀλκμέωνοϲ. τὸ με ψιλόν ὡϲ παρ’ϲὐριπίδῃ ἔχει η χρῆϲιϲ· ϲυϲτείλαϲ τὴν αι δίφθογγον εἰϲ (hoc supplevi) τὸ ε φυλάττει τὸ ῦ ὡϲ κύριον ἐν τῇ γενικῇ. Arcad. 18, 9, Theogn. 28, 25 et 29. Ἑλεών Ξυπετεών ex St. B.)

725
Ξυπετεῶνοϲ ὁ οἰκήτωρ δήμου ξυπετῆϲ. τὸ δὲ Τελέων Τελέοντοϲ ὡϲ μετοχικὸν διὰ τοῦ ντ κλίνεται.

Τὸ εἰϲ ηῶν ὑπερδιϲύλλαβα φυλάττει τὸ ῶ κατὰ τὴν γενικὴν προπρήων προπρήονοϲ, παιήων, ξυνήων, Ἰήων.

Choer. 285, 3: τὰ εἰϲ ων πατρωνυμικὰ ἅπαντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Ἀτρείων Ἀτρείωνοϲ, Πηλείων Πηλείωνοϲ, Πριαμίων ἶριαμίωνοϲ, ὅθεν τὸ Κρονίων ἀναλογώτερόν ἐϲτι κλινόμενον διὰ τοῦ ω Κρονίωνοϲ οἷον «κὅϲ ῥα παρὰ Κρονίωνι καθέζετο» (Α 405) τὸ δὲ «Ζηνὸϲ δ’ οὐκ ἄν ἔγωγε Κρονίονοϲ ἄϲϲον ἱκοίμην» (Ξ 247) ὑπερβιβαϲμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὸ μὲν ῑ ἐξετάθη, τὸ δὲ ο ϲυνεϲτάλη.

Τὰ διὰ τοῦ ιων ὑποκοριϲτικὰ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν Ἡφαιϲτίων Ἡφαιϲτίωνοϲ, Ξενίων Ξενίωνοϲ, λοϲχίων, Ἠμαθίων, Μελανίων, Πορφυρίων, Τυραννίων. εἰ δέ τι τούτων εἰϲ κυριότητα μετάγοιτο, τὴν αὐτὴν φυλάττει κλίϲιν.

Choer. 286, 8: τὰ εἰϲ ων παρώνυμα βαρύτονα φυλάττει τὸ ω ἐπὶ γενικῆϲ οἷον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τῥυφῶν Τρύφωνοϲ (εἰ γὰρ παρὰ τὸ τρυφῶ ῥῆμα ἦν, εἰχε τρέπειν τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ ἐλεῶ ἐλεήμων ἐλεήμονοϲ, φιλῶ Φιλήμων Φιλήμονοϲ,  νοῶ νοήμων νοήμονοϲ), ἱερόϲ Ἱέρων Ἡέρωνοϲ,ἁβρόϲ Ἄβρων Ἄβρωνοϲ. πλατύϲ Πλάτων Πλάτωνοϲ, κλέοϲ Κλέων Κλέωνοϲ, κῦδοϲ Κύδων Κύδωνοϲ, ζεύϲ Διόϲ Δίων Δίωνοϲ, Αἰγαῖοϲ ΑἰγαίωνΑἰγαίωνοϲ, Καδμεῖοϲ Καδμείων Καδμείωνοϲ, Ἀργεῖοϲ Ἀργείων Ἀργείωνοϲ, Βακχεῖοϲ Βακχείων Βακχείωνοϲ, φίλοϲ Φίλων Φίλωνοϲ, ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, νίκη Νίκων Νίκωνοϲ. χωρὶϲ εἰ μὴ ἦ ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται οἰον ἇἷμα ἄναιμοϲ ἀναίμων ἀναίμονοϲ,

  • τοὔνεκ’ ἀναίμονέϲ εἰϲι καὶ ἀθάνατοι καλέονται (ε 342),
  • κῦμα ἔγκυμοϲ ἐγκύμων ἐγκύμονοϲ, πυγή κατάπυγοϲ καταπύγων καταπύγονοϲ (ὁ κίναιδοϲ), χεῖμα ἄχειμοϲ ἀχείμων ἀχείμονοϲ. διὰ τοῦτο τὸ Ἀκταίων ἀναλογώτερόν ἐϲτι φυλάττον τὸ ῦ ἐν τῇ γενικῇ οἷον
  • ὁρᾶϲ τὸν Ἀκταίωνοϲ ἄθλιον μόρον (Eurip. Βacch. 337).
  • τοῦτο γὰρ παρώνυμόν ἐϲτι καὶ οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ἀπὸ γὰρ τοῦ ἀκτή γέγονεν ἀκταῖοϲ καὶ Ἀκταίων. ὅταν οὖν γένηται διὰ τοῦ ο οἷον
  • Ἀκταίονόϲ τε μητέρ’ , Αὐτονόην λέγω (Eurip. Βacch. 230),
  • γνῶθι ὅτι ϲυνεϲτάλη τὸ ῶ διὰ τὸ μέτρον. τὸ Ἰάϲων οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γάρ ἐϲτι παρώνυμον παρὰ τὸ ἴαϲιϲ, ἀλλὰ ῥηματικὸν παρὰ τὸ ἰάϲομαι μέϲου μέλλοντοϲ (sic).

    [*](1. 1 Τελέων ap. Choer. 72,4 pro τό τε λέων scribendum est, quia de hyperdisyllabis sermo est. 1.3 Choer.71, 32, Theogn. 29.6. 1.5 cf. 70, 22, Theogn. 27, 24. 1. 12 Theogn. 27, 25, Arc. 17, 24. 1. 38 coll. Choer. 72, 7, Theogn. 28,17 et 29, 22.)
    726

    Choer. 286, 30. τὰ εἰϲ ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὁ ϲώφρων κεὶ ἡ ϲώφρων τοῦ ϲώφρονοϲ καὶ τῆϲ ϲώφρονοϲ, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονοϲ καὶ τῆϲ τέκτονοϲ, ὁ γείτωνκαὶ ηγείτων τοῦγείτονοϲ καὶτῆϲ γείτονοϲ, ὁ τλήμων καὶ ἡ τλήμων τοῦ τλήμονοϲ καὶ τῆϲ τλήμονοϲ, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονοϲ καὶ τῆϲ ἶδμονοϲ, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονοϲ καὶ τῆϲ ἄφρονοϲ. χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ τῶν εἰϲ ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ, ἔϲτι γὰρ αἰών αἰῶνοϲ, καὶ γίνεται εὐαίων εὐαίωνοϲ ἐκ τούτου ϲύνθετον, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ καὶ ἡ εὐαίων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι χιτών χιτῶνοϲ, καὶ γίνεται ἀπὸ τούτου ϲύνθετον ἀχίτων ἀχίτωνοϲ, χαλκοχίτων χαλκοχίτωνοϲ, καὶ ἰδού ἐϲτι ταῦτα κοινὰ τῷ γένει· ὁ ἀχίτων γὰρ καὶ ἡ ἀχίτων, καὶ ὁμοίωϲ ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι Πλάτων Πλάτωνοϲ, καὶ ἐκ τούτου γίνεται ϲύνθετον φιλοπλάτων φιλοπλάτωνοϲ, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ φιλοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμωϲ φυλάττει τὸ ῶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ αἴθων αἴθωνοϲ καὶ εἴρων είρωνοϲ, ταῦτα γὰρ κοινά ἐϲτι τῷ γένει ὁ αἴθων καὶ ἡ αἴθων , ὁ εἴρων καὶ η εἴρων, καὶ ὅμωϲ φυλάττει τὸ ἐν τῇ γενικῇ διὰ τὸν χαρακτῆρα τῶν εἰϲ θῶν καὶ εἰϲ βων διϲυλλάβων βαρυτόνων.

    Choer. 288, 29: τὰ εἰϲ ῶνν ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνεται, καὶ δῆλον ὅτι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον δράκων δράκοντοϲ ὅτι καὶ δράκαινα, θεράπων θεράποντοϲ ὅτι θεράπαινα, λέων λέοντοϲ ὅτι λέαινα. καὶ τὰ κύρια δὲ ὀνόματα παρ’ ἡμῖν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν οἷον Δράκοντοϲ τοῦ τρατονικέωϲ, καὶ Λέοντοϲ, καὶ πάλιν Δράκοντοϲ τοῦ νομοθέτου. πρόϲκειται δὲ «παρ’ ἡμῖν» ἐπειδὴ οἱ Αἰολεῖϲ Δράκονοϲ εἰρήκαϲιν ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ λέγουϲι. ϲημειούμεθα δὲ ἐν τῷ κανόνι τούτῳ τὸ Λάκων Αάκωνοϲ, ἔϲτι δὲ ἐθνικόν, τοῦτο γὰρ ἔχον θηλυκὸν διὰ τοῦ ατνα οἷον Λάκαινα οὐ κλίνεται διὰ τοῦ ντ, οὐδὲ γὰρ λέγονται Λάκοντεϲ ἀλλὰ Λάκωνεϲ διὰ τοῦ ω, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ὑπάγεται καὶ τῷ κανόνι τῶν ὑποκοριϲτικῶν καὶ τῷ λόγῳ τῶν ἐθνικῶν. τὸ δὲ γείτων καὶ τέκτων ἔχει θηλυκὸν διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα καὶ οὐ κλίνεται διὰ τοῦ ντ, γείτονοϲ γὰρ καὶ τέκτονοϲ. ἰϲτέον δὲ ὅτι ταῦτα κοινά ἐϲτι τῷ γένει οἰον ὁ γείτων καὶ ἡ γείτων, ὁ τέκτων καὶ ἡ τέκτων· ἀλλ’ οἱ ποιηταὶ καὶ παρωνύμωϲ ποιοῦϲιν αὐτὰ διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα,

  • γίνεο μοι τέκταινα βίου δαμάτειρά τε λιμοῦ,
  • ὥϲπερ καὶ ἐκ τοῦ θεόϲ γέγονε θέαινα παρωνύμωϲ.

    Τὰ εἰϲ ων βαρύτονα ἐθνικὰ φυλάττει τὸ ω ἐν τῇ γενικῃ οἷον [*](1. 1 coll. Choer. 73, 1 et Theogn. 29, 32. 1. 32 Choer. 289, 32, cf. 73, 13. 1. 40 Choer. 73, 30 et 289, 18, Theogn 30, 15 Pro iis, quae Choerob. de Κίκων)

    727
    Μίτων Μίτωνοϲ, Ἴτων Ἴτωνοϲ, Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Λάκων Λκωνοϲ, Γύδων Κύδωνοϲ, Καύκων Καύκωνοϲ «καὶ Αελεγεϲ καὶ Καύκωνεϲ δῖοί τε Πελαϲγοί» (Κ 429), Κίκων Κίκωνοϲ· τὸ γὰρ «Κικόνεϲϲι γεγώνευν » (ι 47) καὶ τὸ « Ἰλιόθεν με φέρων ἄνεμοϲ. Κικόνεϲϲι πέλαϲϲεν (ι 39 ) διὰ τὸ μέτρον διὰ τοῦ ο ἐκλίθη. ϲεϲημείωται τὸ Μέμνων Μέμνονοϲ· ἐθνικὸν γάρ ἐϲτι καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ ὥϲπερ καὶ τὸ κύριον ὄνομα.

    Τὰ εἰϲ ων ἐθνικὰ ὀξύτονα τρέπει τὸ ω εἰϲ ο ἐν τῇ γενικῇ οἷον Αϲών Αὐϲόνοϲ, Μυγδών Μυγδόνοϲ, Ϲιδών Ϲιδόνοϲ «ἐπεὶ Ϲιδόνεϲ πολυδαίδαλοι εὖ ἤϲκηϲαν» (ψ 743), Μυρμιδών Μυρμιδόνοϲ, Μακεδῶν Μακεδόνοϲ.

    Choer. 74, 4. τὰ εἰϲ ων διϲύλλαβα ἔχοντα δύο ϲύμφωνα κατὰ ϲύλληψιν μὴ ὄντα παρώνυμα τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον τέκτων τέκτονοϲ διὰ τὰ δύο ϲύμφωνα, δμων ἴδμονοϲ (ὁ ἔμπειροϲ), φράδμων φράδμονοϲ (ὁ ϲυνετόϲ), πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ), ἄφρων ἄφρονοϲ, ἄκμων ἄκμονοϲ, Μέμνων λέμνονοϲ. πρόϲκειται «μὴ ὄντα παρώνυμα » διὰ τὸ Ἅβρων Ἅβρωνοϲ, ἔϲτι δὲ ὄνομα κύριον, τοῦτο γὰρ φυλάττει τὸ ω, ἀλλὰ παρώνυμόν ἐϲτι παρὰ τὸ ἁβρόϲ καὶ Μέρμνων ὄνομα παρὰ Θεοκρίτῳ (3, 35), παρὰ γὰρ τὸ μέρμνηϲ.

    Τὰ εἰϲ ων ίαμβικὰ πρὸ τέλουϲ ἔχοντα τὸ ῑ φυλάϲϲει τὸ ῦ ἐπὶ τῆϲ γενικῆϲ ὁμοίωϲ βαρύτονα καὶ ὀξύτονα, Ἴτων Ἴτωνοϲ ὄνομα πόλεωϲ κιθών κιθῶνοϲ, τρίβων τρίβωνοϲ τὸ διδαϲκαλικὸν ἱμάτιον, Ϲίμων Ϲίμωνοϲ.

    Chor. 74, 12: τὰ εἰϲ ων λήγοντα ϲύνθετα εἴτε βαρύτονα ἦ εἴτε ὀξύτονα εἴτε περιϲπώμενα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον χθών χθονόϲ ἐνοϲίχθων ἐνοϲίχθονοϲ (ὁ τὴν γῆν κινῶν), Μέμνων Μέμνονοϲ Ἀγαμέμνων Ἀγαμέμνονοϲ, τέκτων τέκτονοϲ ἀρχιτέκτων ἀρχιτέκτονοϲ, γέρων γεροντοϲ ὠμογέρων ὠμογέροντοϲ, Μέδων Μέδοντοϲ Αὐτομέδων Αὐτομέδοντοϲ, χιτών χιτῶνοϲ χαλκοχίτων χαλκοχίτωνοϲ, αἰών αἰῶνοϲ εὐαίων εὐαίωνοϲ, θύρων θύρωνοϲ προθύρων προθύρωνοϲ, κοιτών κοιτῶνοϲ προκοιτών προκοιτῶνοϲ, δαιτυμών δαιτυμόνοϲ φιλοδαιτύμων φιλοδαιτύμονοϲ, Ξενοφῶν Ξενοφῶντοϲ φιλοξενόφων φιλοξενόφωντοϲ, oϲειδῶν Ποϲειδῶνοϲ μιϲοποϲείδων μιϲοποϲείδωνοϲ.

    Τὰ εἰϲ ων περιεκτικὰ καὶ ὡϲ περιεκτικὰ ὀξύνεται καὶ τὸ ῶ φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἰον κοιτών κοιτῶνοϲ, δαφνών δαφνῶνοϲ, ἀμπελών ἀμπελῶνοϲ, παρθενών παρθενῶνοϲ, ἀκανθών ἀκανθῶνοϲ, ἐλαφηβολιών ἐλαφηβολιῶνοϲ, ἀνθεϲτηριών ἀνθεϲτηριῶνοϲ, μεταγειτνιών μεταγειτνιῶνοϲ, πυανεψιών πυανεψιῶνοϲ, βοηδρομιών βοηδρομιῶνοϲ. [*](tradit: τὸ Κίκων κύριον μὲν ὄν φυλάττει τὸ ω ἐν τῇ γενικῇ, ἐθνικὸν δὲ ὂν τρέπει τὸ ω εἰϲ τὸ ο οἷον Κίκονεϲ ὡϲ παρὰ τῷ ποιητῇ κτλ posui, quae Eustath.ad Hom. 1615, 12 Herodianum de declinatione huius vocis docuisso dicit in fragm. 26. 1 8 Choer. 289. 14, Theogn. 30, 24 1. 12 coll. Thcogn. 30, 24, Ep. Cr. I 64, 20 coll.40, 30. 1.20 Ep. Cr. l 434. 29, An. Ox II 423, 27, ubi Πιθών Πιθῶνοϲ ὄνομα πόλεωϲ additur. 1. 24 cf. Theogn. 30, 27. 1. 34 Choer. 295, 10, Theogn. 29,19.)

    728
    δοκεῖ τὸ κανών κανόνοϲ ἀντικεῖϲθαι. περιέχει γὰρ τὰ ὑπ’ αὐτῷ καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ.

    Τὰ εἰϲ ων λήγοντα θηλυκὰ βαρύτονα φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ οἷον μήκων μήκωνοϲ, τρήρων τρήρωνοϲ οἷον κτρήρωνα πέλειαν (X 140), ἅλων ἅλωνοϲ, Ἀϲκάλων Ἀϲκάλωνοϲ.

    Τὰ εἰϲ ων ὀξύτονα θηλυκὰ μὴ ὄντα ἐπὶ πόλεων τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον πλάγγων πλαγγόνοϲ, χελιδών χελιδόνοϲ, ἀηδών ἀηδόνοϲ, τρυγών τρυγόνοϲ, εἰκών εἰκόνοϲ, ϲινδών ϲινδόνοϲ, λαγών λαγόνοϲ, χιών χιόνοϲ, ϲιαγών ϲιαγόνοϲ, ἁλκυών ἁλκυόνοϲ, Ἀμαζών Ἀμαζόνοϲ. τούτῳ τῷ λόγῳ καὶ τὸ χθών χθονόϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. ϲεϲημείωται τὸ τυφεδών τυφεδῶνοϲ καὶ μελεδών μελεδῶνοϲ. ταῦτα γὰρ διὰ τοῦ ο ἔδει γράφειν, ἀλλὰ ποιητικά ἐϲτι καὶ διὰ τὸ μέτρον ποιητικῶϲ διὰ τοῦ ω ἐγένετο.

    Τὰ εἰϲ ων ἐπὶ πόλεων εἶτε βαρύτονα ῇ εἶτε ὀξύτονα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Κρότων Κρότωνοϲ, Ἀϲκάλων Ἀϲκάλωνοϲ, Ἴτων Ἴτωνοϲ «Ἴτωνά τε μητέρα μήλων » (Β 696), Πυθυῦνν Πυθῶνοϲ, Πλευρών Πλευρῶνοϲ, Ἀντρών Ἀντρῶνοϲ, Καλυδῶν Καλυδῶνοϲ, Ἀμυδών Ἀμυδῶνοϲ. τὸ γὰρ Λακεδαίμων τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, λέγω δὴ τοῦ δαίμων δαίμονοϲ καὶ τούτου χάριν διὰ τοῦ ο ἐκλίθη. ϲημειούμεθα δὲ τὸ Ὀλοοϲϲών λοοϲϲόνοϲ «πόλιν Ὀλοοϲϲόνα λευκήν (Β 732) καὶ Ἀνθηδών Ἀνθηδόνοϲ καὶ καθόλου πάντα, ὅϲα ἐϲτὶ ἐπὶ πόλεων εἰϲ δων τῷ η παραληγόμενα ὀξύτονα οἷον Ἰϲϲηδών Ἰϲϲηδόνοϲ, Ἀϲπληδών Ἀϲπληδόνοϲ, Τερηδών Τερηδόνοϲ, ίαρχηδών Καρχηδόνοϲ ἡ ἐν τῇ Λιβύῃ, Καλχηδών Καλχηδόνοϲ ἡ κατὰ Βυζάντιον, ητιϲ καὶ Χαλκηδών καλεῖται· εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. ἔτι δὲ ϲεϲημείωται τὸ Ἑρμιών Ἑρμιόνοϲ καὶ Ἠϊών Ἠϊόνοϲ καὶ βιῶν Ἰβιόνοϲ καὶ τὸ Ϲιδῷν Ϲιδόνοϲ, ὅπερ ϲυναπηνέχθη τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδών ἀλγηδόνοϲ, ἀηδών ἀηδόνοϲ, μετέπεϲε δὲ παρ’ μήρῳ (ο 424) Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ, Πλευρῶνοϲ. οἱ δὲ ὕϲτερον τὰϲ ὅλαϲ πλαγίαϲ τῆϲ Ϲιδῶνοϲ τῷ ω μεγάλῳ παραληγομέναϲ προφέρουϲιν.

    Τὰ εἰϲ βων λήγοντα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε βαρύτονα εἴτε ὀξύτονα διὰ τοῦ ῶ κλίνεται, ϲτίλβων ϲτίλβωνοϲ, Ϲτίβων Ϲτίβωνοϲ, Ϲτράβων Ϲτράβωνοϲ, Ἄμβων Ἄμβωνοϲ, Νάρβων Νάρβωνοϲ, Ϲίρβων Ϲίρβωνοϲ, βουβών βουβῶνοϲ, Ἀλαβών Ἀλαβῶνοϲ, ἀρραβών ἀρραβῶνοϲ. ϲεϲημείωται τὸ Χαρναβῶν περιϲπώμενον διὰ τοῦ ντ κλινόμενον καὶ φυλάττον τὸ ω, Ϲοφοκλῆϲ Τριπτολέμῳ «καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τανῦν ».

    [*](1. 3 Choer. 340, 26, Theogn. 32, 4 et 39, 15. Quae de Ϲιδών Ϲιδόνοϲ ap posui sunt ex Eustath. 1741, 26 (fr. 27) et ad Dionys. 117. Choer. hoc loco Ϲιδών ιδῶνοϲ ut legitimum cum Πυθών Πυθῶνοϲ componit ut p. 296, 20. ln Ep. Cr. I 260, 28 Λακεδαίμων Λακεδαίμονοϲ subiicitur canoni: τὰ κοινὰ τῶι γένει διὰ τοῦ o. Αακεδαίμων γὰρ ἀνὴρ ἀπὸ πόλεωϲ καὶ ἡ Λακεδοίμων πόλιϲ.)[*](1. 31 composui canonem ex Theogn. 30, 29, Choer. 74, 24, Arc. 10, 8, St. B. 67, 6 Ἀλαβών κλίνεται Ἀλαβῶνοϲ et Mon. 9, 30.)
    729