Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὸ ἄλαϲ τὸ οὐδετέρωϲ λεγόμενον ἐν τῇ ϲυνηθείᾳ ϲπανίωϲ εὕρηται ἐν χρήϲει. εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ οἶον «τὸ ἅλαϲ εὐῶδεϲ ἢ δυϲῶδεϲ ὀρύϲϲεται». καὶ πάλιν « ἁλάτων μέδιμνον ». καὶ λέγουϲί τινεϲ ὅτι ἀπὸ τούτου τοῦ οὐδετέρου γέγονε τὸ ἅλϲ τὸ ἀρϲενικὸν κατὰ ϲυγκοπὴν τοῦ α, ὥϲπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ϲυγκοπὴν τῆϲ νδν ϲυλλαβῆϲ τὸ κάρη θηλυκόν. οὖτοι δὲ οὐ καλῶϲ λέγουϲιν. ἄτοπον γὰρ τὸ πλατέωϲ εὑριϲκόμενον ἐν χρήϲει λέγειν γεγενῆϲθαι ἐκ τοῦ ϲπανίωϲ εὑριϲκομένου ἐν χρήϲει. φαϲὶ δέ τινεϲ ὅτι οὐχ ερηται τὸ ἅλϲ τὸ ἀρϲενικὸν αὐτὸ κοθ’ ἑαυτό, ἀλλὰ πάντωϲ μετὰ τοῦ χονδρόϲ, χονδρὸϲ ἅλϲ, χονδροῦ ἁλόϲ, χονδροὶ ἅλεϲ. ψευδὲϲ δὲ τοῦτο, ὡϲ μαρτυρεῖ ὁ Ἀριϲτοφάνηϲ εἰπὼν (Nub. 1237)

  • ἁλϲὶ διαμιχθεὶϲ ὄναιτ’ ἄν οὑτοϲί (leg. διαϲμηχθεὶϲ).
  • ίδοὺ γὰρ οὐκ εἶπε χονδροῖϲ. καὶ πάλιν ὁ Μένανδροϲ,
  • οὐκ ἔχω οὔτε ἅλαϲ οὕτε ὄξοϲ οὕτε ὀρίγανον (an οὐχ ἅλαϲ
  • ἔχων οὔτ’ ὄξοϲ οὔτ’ ὀρίγανον?)
  • καὶ οὐκ εἶπε χονδροὺϲ ἅλαϲ.

    [*](1. 16 de explicatione ἅλλεϲθαι cf. Eustath. 1837, 59. 1. 25 ef. Mein. ad St. B. p. 721. ἁλάτων pro ἅλατοϲ M. 1. 32 accentum voc. χόνδροϲ mutavi ex Arc. 73, 23, ubi oxytonesis et adiectvo et substantivo assignatur.)
    717

    Περὶ τῶν εἰϲ ἀμετάβολα, τῶν εἰϲ ανν κτλ.

    Choer. 271, 13: τὰ εἰϲ αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ α πανταχοῦ μακρὸν οἷον Ἀλκμάν Ἀλκμᾶνοϲ, Τιτάν Τιτᾶνοϲ, παιάν παιᾶνοϲ, Πάν Πανόϲ ὅτε ἀρϲενικόν ἐϲτι. πρόϲκειται «κὅτε ἀρϲενικόν ἐϲτιν », ἐπειδή ἐϲτιν οὐδέτερον τὸ πᾶν ἀπὸ τοῦ πᾶϲ ἀρϲενικοῦ γεγενημένον, ὅπερ καὶ περιϲπᾶται καὶ διὰ τοῦ ντ κλίνεται πρὸϲ ὁμοιότητα τοῦ ἀρϲενικοῦ ὁ πᾶϲ γὰρ τοῦ παντόϲ καὶ τὸ πᾶν τοῦ παντόϲ. δεῖ γινώϲκειν ὅτι ταῦτα, φημὶ δὴ τὸ Ἀλκμάν καὶ τὸ παιάν καὶ Τιτάν, προπεριϲπᾶται κατὰ τὴν γενικήν, ἐπειδὴ φύϲει μακρά ἐϲτι πρὸ μιᾶϲ βραχείαϲ οἰον Ἀλκμᾶνοϲ, παιᾶνοϲ, Τιτᾶνοϲ τὸ γὰρ Πάν Πανόϲ ὀξύνεται κατὰ τὴν γενικὴν ὡϲ διϲύλλαβον, ὥϲπερ τὸ μηνόϲ, χηνόϲ, ζηνόϲ.

    Choer. 272, 8: Ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ἀμετάβολα λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ Ἀλκμάν ὦ Ἀλκμάν, ὁ παιάν ὦ παιάν, ὁ αὐχήν ὦ αὐχήν, ὁ ϲωλήν ὦ ϲωλήν, ὁ ποιμήν ὦ ποιμήν, ὁ δελφίν ὦ δελφίν, ἡ ἀκτίν ὦ ἀκτίν, ἡ Ϲαλαμίν ὦ Ϲαλαμίν, η Ἐλευϲίν ὦ Ἐλευϲίν, ὁ ἀϲτήρ ὦ ἀϲτήρ, ὁ ξυϲτήρ ὦ ξυϲτήρ, ὁ ἐλατήρ ὦ ἐλατήρ, ὁ Ϲαρπηδών ὦ Ϲαρπηδών, ὁ ἀλεκτρυών ὦ ἀλεκτρυών, ὁ Μυρμιδών ὦ Μυρμιδών, ἡ Ϲιδών ὦ Ϲιδών χωρὶϲ τεϲϲάρων τινῶν, φημὶ δὴ τοῦ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ταῦτα γὰρ οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ εὐθεῖαι τούτων εἰϲ ηρ εἰϲὶν οἷον ἀνήρ, πατήρ, ϲωτήρ, δαήρ. ταῦτα δὲ ἀπολογίαν ἔχει τοιαύτην· τὸ μὲν ἄνερ, πάτερ, δᾶερ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ μῆτερ καὶ θόγατερ· ὥϲπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ ὀφείλοντα ἐν τῇ γενικῇ προπαροξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆϲ εὐθείαϲ ἐν τῇ αὐτῇ ϲυλλαβῇ οἰον μήτηρ μήτεροϲ καὶ θυγάτηρ θυγάτεροϲ, ὥϲπερ Δημήτηρ Δημήτεροϲ καὶ εἰνάτηρ εἰνάτεροϲ (ϲημαίνει δὲ τὴν ϲύννυμφον), οὐ προπαροξύνθη ἀλλὰ παροξύνθη οἷον μητέροϲ, θυγατέροϲ καὶ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ ἀνέροϲ πατέροϲ δαέροϲ, τὸν αὐτὸν τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρϲενικὰ τοῖϲ θηλυκοῖϲ ἠκολούθηϲε κατὰ τὴν κλητικήν· καὶ ὥϲπερ μῆτερ καὶ θύγατερ βαρυτόνωϲ διὰ τοῦ ε, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνωϲ· τὸ δὲ ϲῶτερ ψευδαιολικόν ἐϲτι καὶ τούτου χάριν ϲυνέϲτειλε τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἐβαρύνθη. οἱ γὰρ Αἰοεῖϲ ἔχουϲιν πολλάκιϲ ϲυϲτέλλειν τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ Αἰολικῶϲ (ἔϲτι δὲ εἶδοϲ ἀκάνθηϲ). πρόϲκειται δὲ «ψευδαιολικὸν» ἐπειδὴ οὐκ ἔϲτι κυρίωϲ Αἰολικόν. οἱ γὰρ Αἰολεῖϲ τότε ϲυϲτέλλουϲι τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἰον ὁ τριβολέτηρ ὤ τριβόλετερ. ἡνίκα γὰρ μακρᾷ παραλήγεται οὐ ϲυϲτέλλουϲι τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ οἷον ὁ χρηϲτήρ παρὰ τοῖϲ Αἰολεῦϲι (χρηϲτήρ δέ ἐϲτιν ὁ παρέχων χρηϲμούϲ). τὸ οὖν ϲῶτερ μακρὰν ἔχον τὴν παραλήγουϲαν οὐ δύναται [*](1. cf. Choer. 431, 6. 1. 35 an τριβολετήρ ? )

    718
    ϲυϲταλῆναι παρὰ τοῖϲ Αἰολεῦϲι διὰ τοῦτο οὖν εἰρήκαμεν, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν. ἰϲτέον δὲ ὅτι τὸ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ϲυϲτείλαντα τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ, εὐλόγωϲ ἐβαρύνθη. τὰ γὰρ εἰϲ ρ λήγοντα βραχυκατάλκτα ὑπὲρ μίαν ϲυλλαβὴν ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τῆϲ ὑπέρ προθέϲεωϲ καὶ τοῦ ἀτάρ ϲυνδέϲμου καὶ αὐτάρ οἷον μάκαρ, ἄφαρ, ἦτορ, ἧπαρ, ἔαρ, φρέαρ, δέλεαρ, ϲτέαρ, ὄνειαρ, οὕτωϲ οὖν καὶ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ βαρυτόνωϲ. πρόϲκειται « βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνόμενα. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸν γάρ ϲύνδεϲμον ὀξυνόμενον, οὗτοϲ γὰρ βραχυκαταληκτεῖ καὶ ὀξύνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν.

    Περὶ τῶν εἰϲ ην.

    Choer. 274, 11: τὰ εἰϲ ην λήγοντα μονοϲύλλαβα μὴ ὄντα μόνωϲ θηλυκά, ἀλλ’ ἢ μόνωϲ ἀρϲενικὰ ἢ καὶ ἀρϲενικὰ καὶ θηλυκά, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τὸ η φυλάττει δηλονότι ἐν τῇ γενικῇ οἷον ϲπλήν ϲπληνόϲ, ϲφήν ϲφηνόϲ, μήν μηνόϲ, Ζήν ζηνόϲ, ῥήν ῥηνόϲ (ϲημαίνει δὲ τὸ πρόβατον οἰον ὡϲ παρὰ Νικάνδρῳ (Ther. 453)

  • αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν),
  • χήν χηνόϲ· τοῦτο δὲ καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λέγεται, ὁ χήν γὰρ καὶ ἡ χήν ὅτι δὲ καὶ θηλυκῶϲ λέγεται, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπών (ο 161)
  • αἰετὸϲ ἀργὴν χῆνα φέρων ὀνύχεϲϲι πέλωρον,
  • τὸ δὲ φρήν, ἐπειδὴ μόνον ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνου θηλυκοῦ γένουϲ ἐϲτί, τούτου χάριν ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶἐγένετο φρενόϲ· διαλλάξαν γὰρ κατὰ τὸ γένοϲ πρὸϲ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.

    Τὰ εἰϲ ην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβήν, ἐὰν μὲν ἔχᾳῃ τὸ μ, ἐπὶ γενικῇ τὸ ῆ εἰϲ ε τρέπει, ποιμένοϲ λιμένοϲ πυθμένοϲ· ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀργολικά. ἴϲωϲ δὲ ἐπεὶ κύριόν ἐϲτι, παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραἰτοῦμαι. οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. τὰ δὲ μὴ ἔχοντα τὸ μ φυλάττει τὸ η ἐν τῇ γενικῇ οἰον ϲωλήν ϲωλῆνοϲ, τριβήν τριβῆνοϲ, λειχήν λειχῆνοϲ, δοθιήν δοθιῆνοϲ πλὴν τοῦ ἀζην ἀζένοϲ καὶ τοῦ ἁδήν ἁδένοϲ καὶ τοῦ αὐχήν αὐχένοϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὰ εἰϲ ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούϲῃ τὸ α καὶ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ πάθοϲ τρέπει τὸ η εἰϲ ε οἷον αὐχένοϲ, ἁδένοϲ, ἁζένοϲ, τὸ γὰρ λειχήν καὶ δοθιήν οὐκ ἔχει τὸ ᾶ.

    Choer. 276, 16: τὰ εἰϲ ην λήγοντα βαρύτονα ὄντα μονογενῆ φυλάττει τὸ η καὶ ἐν τῇ γενικῇ οἷον Ἕλλην Ἕλληνοϲ (τοῦτο γὰρ οὐκ ἔχει οὐδέτερον· οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ θηλυκῶϲ λέγεται ἡ Ἕλλην), Γέρην Γέρηνοϲ (ἐϲτι δὲ ὄνομα κύριον), Ϲέβην Ϲέβηνοϲ (ἔϲτι δὲ ὄνομα [*](1. 13 cf. Ep. in Psalm. 4, 19.Ep. Cr. I 425, 24, 432, 3, An. Par. III 324, 5 Mon. 16, 10. 1. 26 composui canonem ex Mon. 32, 7, Choer. 274, 29 et 68, 35 Ep. Cr. 366, 17, E. M. 22, 40.)

    719
    ἥρωοϲ). εἰ δὲ ἔχει οὐδετέρου παραϲχηματιϲμόν, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἰον ἄρϲην ἄρϲενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ ἄρϲεν, τέρην . τέρενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τὸ δὲ εἴρην ὁ Καλλίμαχοϲ διὰ τοῦ ε ἔκλινεν εἰπὼν « ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέϲϲον » καὶ ταῦτα μὴ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν καὶ ῖϲωϲ διὰ τὸ μέτρον τοῦτο ἐποίηϲεν.

    Choer. 277, 10: τὰ εἰϲ ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆϲ γενικῆϲ τὴν ἐϲχάτην τὸ οϲ ποιεῖ τὴν κλητικήν, Πλάτωνοϲ ὦ Πλάτων, Ἕλληνοϲ ὦ Ἕλλην, τέρην τέρενοϲ τέρεν, Τρύφωνοϲ ὦ Τρύφων, λαχάονοϲ ὦ Μαχᾶον, ἄρϲενοϲ ὦ ἄρϲεν, τέρην τέρενοϲ ὦ τέρεν, Ἕκτοροϲ ὦ Ἕκτορ, Ἀγαμέμνονοϲ ὦ Ἀγάμεμνον. καὶ ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οc τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράποντοϲ ὦ θεράπον, λέοντοϲ ὦ λέον, δράκοντοϲ ὦ δράκον, γέροντοϲ ὦ γέρον. ϲεϲημείωται τὸ Ἄπολλον καὶ Ποϲείδαον, ὡϲ παρὰ τῷ ποιητῇ (Ξ 357)

  • πρόφρων νῦν Δαναοῖϲι Ποϲείδαον ἐπάμυνον.
  • ταῦτα γὰρ φυλάξαντα τὸ ω ἐν τῇ γενικῇ, Ἀπόλλωνοϲ γὰρ καὶ Ποϲειδάωνοϲ, οὐκ ἐφύλαξε καὶ ἐν τῇ κλητικῇ αὐτό, ἀλλὰ ϲυνέϲτειλαν αὐτὸ εἰϲ τὸ ο. καὶ περὶ μὲν τοῦ Ἄπολλον ἔϲτιν εἰπεῖν, ὅτι Αἰολικῶϲ ϲυνέϲτειλεν τὸ ω εἰϲ τὸ ο κατὰ τὴν κλητικήν· περὶ δὲ τοῦ Ποϲείδαον ἔϲτιν εἰπεῖν, ὅτι ψευδαιολικόν ἐϲτιν καὶ οὐ κυρίωϲ Αἰολικόν, ἐπειδὴ οὐκ ἴϲαϲιν οἱ Αἰολεῖϲ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ εἰϲ ων τὴν εὐθεῖαν, ἀλλ’ εἰϲ αν Ποϲείδαν γὰρ λέγουϲι. τῆϲ οὖν εὐθείαϲ εἰϲ ων μὴ οὔϲηϲ παρ’ αὐτοῖϲ πῶϲ δύναται ἡ κλητικὴ εἰϲ ον διὰ τοῦ ο γίνεϲθαι Αἰολικῶϲ, τούτου οὖν χάριν εἴρηται, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν.

    Choer. 278, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράπων θεράποντοϲ ὦ θεράπον, γέρων γέροντοϲ ὦ γέρον, λέων λέοντοϲ ὦ λέον. ἔϲτιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἀποβάλλεται τὸ τ ἐν τῇ κλητικῇ, ἐπειδὴ οὐδέποτε λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγει. εἰ ἐφυλάχθη οὖν τὸ τ, ἤμελλεν ἡ λέξιϲ εἰϲ ἄφωνον τὸ τ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. τούτου χάριν ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ.

    Περὶ τῶν εἰϲ ιν.

    Choer. 70, 1 coll.279, 6: τὰ εἰϲ ιν πάντα προϲθέει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ πανταχοῦ φυλάττει τὸ ι μακρὸν οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, ῥινόϲ, θινόϲ.

    [*](1. 4 Callimachιi locum sic M et Ep. Cr.I 413; Gaisford. hic exhibuit πολλῶν εἶρενα μέϲϲων. Emendationes tentatae (e. g. Lob. Parall. 194 cf. Add. 544) adhuc incertae videntur. 1. 23 Ποϲείδαν scripsi pro Ποτειδᾶν cf. Ahrens de dial. Aeol. p. 114 not. 5. An. Ox. III 394, 3.)
    720

    Choer. 281, 35: τὰ εἰϲ ιν δικατάληκτα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, ὁ δελφίν ὦ δελφίν, ὁ ελχίν ὦ Τελχίν.

    St. B. 7, 18: τὴν Ἀβοριγίνων γενικὴν ὡϲ παρὰ Ἰόβα ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ «μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, ατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν ». τινὲϲ οἰονται κλίνεϲθαι ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ· ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲί φηϲιν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθι,ϲιν· ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δὲ ὁ χρηϲμὸϲ οὕτωϲ

  • ϲτείχετε μαιόμενοι Ϲικελῶν Ϲατουρνίαν αἰαν,
  • ἠδ’ Ἀβοριγινέων ίοτύλην, οὗ νᾶϲοϲ ὀχεῖται,
  • οἰϲ ἀναμιχθέντεϲ δεκάτην ἐκπέμψετε Φοίβῳ,
  • καὶ κεφαλὰϲ Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.
  • ἀλλ’ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν.

    Περὶ τῶν εἰϲ υν.

    Choer. 282, 23: τὰ εἰϲ υν λήγοντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα ἠρωοϲ καὶ πόλεωϲ Κρήτηϲ), μόϲυν μόϲυνοϲ (ϲημαίνει δὲ τὸν ξύλινον πύργον), Φόρκυν Φόρκυνοϲ Αἴαϲ δ’ αὖ Φόρκυνα δαῖφρονα (P 312) καὶ παρ’ Εὐριπίδῃ «γωλειὰ καὶ Φόρκυνοϲ οἰκητήριον», ἡ γὰρ αἰτιατικὴ ἡ « Γόρκυν θ’ Ἰππόθοόν τε »  (P 318) ἀπὸ ἄλληϲ εὐθείαϲ ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Φόρκυϲ τοῦ Φόρκυοϲ, ὥϲπερ βότρυϲ βότρυοϲ βότρυν· ὡϲαύτωϲ καὶ ἡ Γόρτυνα αἰτιατικὴ «Γόρτυνά τε τειχιόεϲϲαν » (Β 646) ἀπὸ τῆϲ Γόρτυν εὐθείαϲ, ἡ δὲ Γόρτυν ἀπὸ τῆϲ Γόρτυϲ· φαϲὶ δὲ καὶ Γόρτυναν ὡϲ ἄμυναν. κίνδυν κίνδυνοϲ κίνδυνα οὕτωϲ δὲ ἔφη Ϲαπφῶ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖοϲ τὴν δοτικὴν ἔφη τῷ κίνδυνι αὕτη δὲ ἡ κίνδυνοϲ γενικὴ μετάγεται εἰϲ εὐθείαν καὶ γίνεται ὁ κίνδυνοϲ, ωϲπερ ὁ ψάρ τοῦ ψαρόϲ καὶ ὁ ψάροϲ (sic), ὁ Τρώϲ τοῦ Τρωόϲ καὶ ὁ Τρωόϲ. ἡ κυνόϲ γενικὴ οὐκ ἔϲτιν ἀπὸ τῆϲ κύν εὐθείαϲ, ἀλλ’ ἀπὸ τῆϲ κύων κύονοϲ κατὰ ϲυγκοπήν.

    Περὶ τῶν εἰϲ ων.

    Choer. 294, 15 (consultis Thoegn. 131, 31, Ep. Cr. 1 438, 10 An. Par. III 324, 14, Mon. 32, 4): τὰ εἰϲ ων ὀξύτονα μονοϲύλλαβα προϲθέϲει τοῦ οϲ κλίνεται καὶ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον κλών κλωνόϲ, πρών πρωνόϲ, ἐξ οὧ «καὶ πρώονεϲ ἄκροι» (Π 299), Xών Χωνόϲ, [*](1. 23 Puripidis versum servavit M (Gaisf. E. M. p. 8). 1. 25 quae de deelinatu vοc.Γόρτυν dedi, ex St. B.s. v. adieci, de Φόρκυν cf. Il. Pr. P 218. Φόρκυν ὡϲ βότρυν ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ μέντοι Φόρκυνα αἰτιατικὴ ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆϲ. οὐχ ὑγιτῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φηϲί, καὶ ἡ εὐθέα ἐκτεινομένη «Φόρκυϲ αὖ Φρύγαϲ ῆγε» (Β 862) ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει.)

    721
    Θών Θῶνοϲ. μόνον δὲ τὸ χθών χθονόϲ, ὡϲ θηλυκοῦ μόνον γένουϲ ὄν ἐν τοῖϲ εἰϲ ῶνν μονοϲυλλάβοιϲ, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ· ὥϲπερ καὶ τὸ  φρήν φρενόϲ, ὡϲ θηλυκοῦ μόνου γένουϲ εὺρεθὲν ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ, ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. τὸ δὲ Θυν Θῶντοϲ (ἔϲτι δὲ ὄνομα κύριον) ἐκ πάντων τῶν μονοϲυλλάβων προπεριϲπώμενον ἐμιμήϲατο κατὰ κλίϲιν τὴν ϲμῶντοϲ κλῶντοϲ δρῶντοϲ μετοχήν.

    Choer. 284, 4: τὰ μὲν εἰϲ ων βαρύτονα τρεῖϲ κλίϲειϲ ἐπιδέχεται· ἢ γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ω οἷον Θέων Θέωνοϲ, Πλάτων Πλάτωνοϲ, Τρύφων Τρύφωνοϲ, ἢ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ῦ εἰϲ τὸ ο οἰον ϲώφρων ϲώφρονοϲ, γείτων γείτονοϲ, τέκτων τέκτονοϲ, ἤ διὰ. τοῦ ντ κλίνεται καὶ πάλιν τρέπει τὸ ῶ εἰϲ τὸ ο οἷον θεράπων θεράποντοϲ, δράκων δράκοντοϲ, λέων λέοντοϲ. τὰ δὲ εἰϲ ων ὀξύτονα δύο κλίϲειϲ ἐπιδέχεται γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῦ ὡϲ ἐπὶ τοῦ κοιτών κοιτῶνοϲ, Ἑλικῶν Ἑλικῶνοϲ, ἤ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ω εἰϲ τὸ ο οἷον Ϲαρπηδών Ϲαρπηδόνοϲ, ἀλεκτρυών ἀλεκτρυόνοϲ, οὐδέποτε δὲ διὰ τοῦ ντ κλίνεται· αὕτη γὰρ ἡ κλίϲιϲ μετοχῶν ἐϲτιν, ὡϲ ἐπὶ τοῦ λαβών λαβόντοϲ, δραμών δραμόντοϲ, πεϲών πεϲόντοϲ, ἑκών ἑκόντοϲ· τοῦτο γὰρ μετοχή. ὅτι γὰρ τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἀποϲτρέφεται τὴν διὰ τοῦ ντ κλίϲιν δῆλον, εἴγε τὸ Ϲαρπηδών ὀξυνόμενον Ϲαρπηδόνοϲ κλίνεται, ὅταν δὲ ἐκλίθη καὶ διὰ τοῦ ντ, τότε καὶ βαρεῖαν ἐπιδέχεται τάϲιν οἷον

  • Ϲαρπήδοντοϲ ἑταῖρον (Μ 379)
  • προπαροξυτόνωϲ, ὡϲ ἀπὸ τῆϲ Ϲαρπήδων εὐθείαϲ βαρυνομένηϲ καὶ
  • Ϲαρπήδοντι δ’ ἄχοϲ γένετο (Μ 392)
  • ὁμοίωϲ προπαροξυτόνωϲ καὶ Ϲαρπήδοντα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ
  • Ϲαρπῆδον Λυκίων βουληφόρε (ε 633)
  • προπεριϲπωμένωϲ.

    Choer. 284, 30: τὰ δὲ εἰϲ ων περιϲπώμενα πάντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ καὶ οὐδέποτε τρέπει αὐτό, κλίνεται δὲ καὶ διὰ τοῦ ντ οἷον Ξενοφῶν ξενοφῶντοϲ, Ἀγλαοφῶν Ἀγλαοφῶντοϲ, Δημοφῶν Δημοφῶντοϲ, μόνον τὸ Ποϲειδῶν καὶ Τυφῶν καὶ ταῶν φυλάττει μὲν τὸ ῶ ἐν τῇ γενικῇ καὶ οὐ κλίνεται διὰ τοῦ ντ οἱον Ποϲειδῶνοϲ καὶ Τυφῶνοϲ καὶ τὰ ὅμοια.

    Choer.298, 6: καὶ τὸ μὲν Ποϲειδῶν ἔχει τοιαύταϲ ἀπολογίαϲ· τὰ εἰϲ ων περιϲπώμεναοὐδέποτέ ἐϲτιπαραϲύνθεταοἷον Δημοφῶν, Ξενοφῶν· τὸ δὲ Ποϲειδῶν παραϲύνθετόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ ϲυνθέτου γέγονε Ποϲειδέων Ποϲειδῶν παραϲύνθετον. εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν ἄλλωϲ [*](1. 20 cf. II. Pr. Μ 379, unde adieci ἑκών.)

    722
    τε δὲ τὰ εἰϲ ων περιϲπώμενα τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω ἔχει οἷον ἀμνοκόων, Ἀγλαοφόων, Δημοφόων, ὡϲ παρὰ Καλλιμάχῳ
  • νυμφίε Δημοφόων, ἄδικε ξένε.
  • τὸ δὲ Ποϲειδῶν οὐκ ἔχει τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω, ἀλλ’ ὴ διὰ τοῦ α καὶ ω οἷον Ποϲειδάων, ἢ διὰ τοῦ ε καὶ ω οἷον Ποϲειδέων· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτέ ἐϲτι παρώνυμα οἰον Ξενοφῶν Ἀγλαοφῶν, τὸ δὲ Ποϲειδῶν παρώνυμόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ γέγονε oϲειδέων παρωνύμωϲ, ὥώϲπερ καὶ ἀπὸ τοῦ Ἡρακλέηϲ γέγονεν Ἡρακλέων παρωνύμωϲ. καὶ λοιπὸν ἀπὸ τοῦ Ποϲειδέων Ποϲειδέωνοϲ γίνεται Ποϲειδῶν Ποϲειδῶνοϲ· ἐπειδὴ διήλλαξε καὶ κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. τὸ δὲ Ποϲειδέων Ποϲειδέωνοϲ τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ, ἐπειδή, ὡϲ εἰρήκαμεν, παρώνυμόν ἐϲτιν ἀπὸ τοῦ Ποϲειδέηϲ. τὰ γὰρ εἰϲ ων παρώνυμα βαρύτονα τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἰον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τρύφων Τρύφωνοϲ, πλατύϲ Πλάτων Πλάτωνοϲ. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρῷ παραλήγεται, ἀλλ’ ἢ βραχείᾳ, ὡϲ ἐπὶ τοῦ Δημοφῶν, Ἰπποκῶν, Κτηϲιφῶν, ἢ θέϲει μακρᾷ, ὡϲ ἐπὶ τοῦ Δεξικρῶν· τὸ δὲ Ποϲειδῶν φύϲει μακρᾷ παραληγόμενον εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε γίνεται παρὰ ταῖϲ διαλέκτοιϲ εἰϲ ᾳν· τὸ δὲ Ποϲειδῶν γίνεται παρὰ τοῖϲ Αἰολεῦϲι καὶ παρὰ τοῖϲ Δωριεῦϲιν εἰϲ αν· οἱ μὲν γὰρ Δωριεῖϲ Ποτιδὰν λέγουϲιν ὀξυτόνωϲ, οἱ δὲ Αἰολεῖϲ Ποτιδὰν καὶ Ποϲείδαν λέγουϲι βαρυτόνωϲ· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν οἰον Ξενοφῶντα, Ἀγλαοφῶντα· τὸ δὲ Ποϲειδῶν ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν καὶ γίνεται Ποϲειδῶ
  • νὴ τὸν Ποϲειδῶ τουτονὶ τὸν ἵππιον (Aristoph. Nub. 83),
  • ὥϲπερ τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω· εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.

    Choer. 299, 26. τὸ δὲ τυφῶν καὶ ταῶν, ἐπειδὴ διϲύλλαβά ἐϲτι, τῶν ἄλλων ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντων οἷον Ξενοφῶν Ἀγλαοφῶν Ποϲειδῶν, εἰκότωϲ ὡϲ διαλλάξαντα κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. καὶ ὅτι τὸ τυφῶν καὶ ταῶν ἁπλᾶ ἐϲτι, τῶν ἄλλων περιϲπωμένων μὴ ὄντων ἁπλῶν, ἀλλ’ ἢ ϲυνθέτων, ὡϲ τὸ Δημοφῶν, Sενοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἰπποκῶν, Δεξικρῶν ἢ παραϲύνθετον, ὥϲπερ τὸ Ποϲειδῶν, καὶ ἐπειδὴ τὸ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει (λέγεται γὰρ καὶ τυφῶϲ [*](1. 32 cf. Mon. 9, 3 seqq.)

    723
    καὶ ταῶϲ), τούτου χάριν οὐκ ἠκολούθηϲε τῇ κλίϲει τῶν περιϲπωμένων καὶ ἐκλίθη διὰ τοῦ ντ.

    Choer. 71, 18: τὰ εἰϲ ων καθαρὰ ἀρϲενικὰ διϲύλλαβα βαρύτονα βραχείᾳ παραληγόμενα διὰ τοῦ ω κλίνεται οἷον Κάων Κόωνοϲ, Πάων Φάωνοϲ, Νέων Νέωνοϲ, Θέων Θέωνοϲ, Κλέων Κλέωνοϲ, ων Ἴωνοϲ. τὸ Κρέων Κρέοντοϲ ὡϲ μετοχικὸν διὰ τοῦ ντ κλίνεται· περὶ δὲ τῶν μετοχικῶν ὕϲτερον ἐροῦμεν. τὸ δὲ λέων λέοντοϲ ὡϲ ἔχον θηλυκὸν τὸλέαινα διὰ τοῦ ντ κλίνεται, ὁμοίωϲ τῷ θεράπων θεράποντοϲ, ὅτι καὶ θεράπαινα.

    Choer. 71, 26: τὰ εἰϲ ων καθαρὰ διϲύλλαβα ἀρϲενικὰ βαρύτονα εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ο κλίνεται οἷον Ἄων Ἄονοϲ, Δάων Δάονοϲ, Χάων Χάονοϲ, ῥᾴων ῥάονοϲ, πλείων πλείονοϲ, μείων μείονοϲ, Μαίων Μαίονοϲ «Μαίον’ ἄρα προέηκε » (Δ 328), κίων κίονοϲ. τὸ δὲ αἰών ὀξύτονον διὰ τοῦ ω κλίνεται αἰῶνοϲ.

    Choer. 71, 5: τὰ εἰϲ ων καθαρὰ βαρύτονα ἔχοντα δίχρονον ἐν τῇ παραληγούϲῃ, εἰ μὲν ἐκτείνει τὸ δίχρονον, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Μαχάων Μαχάονοϲ, Ἱκετάων Ἱκετάονοϲ, Ἀρετάων Ἀρετάονοϲ, Ἀμφίων Ἀμφίονοϲ, Ὑπερίων περίονοϲ(ϲημαίνει δὲ τὸν ὑπὲρ ἡμᾶϲ ἀνατέλλοντα), Ἐχίων Ἐχίονοϲ, Δολίων Δολίονοϲ, ὀπάων ὀπάονοϲ (ὁ ἀκόλουθοϲ), κίων κίονο, πίων πίονοϲ (ὁ λιπαρόϲ), πρίων πρίονοϲ· εἰ δὲ ϲυϲτέλλει τὸ δίχρονον, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Ἠετίων Ἠετίωνοϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ, Εὐρυτίων Εὐρυτίωνοϲ, Ἠλεκτρύων Ἡλεκτρύωνοϲ, Εὐρυθαλίων Εὐρυθαλίωνοϲ, Μοϲχίμν Μοϲχίωνοϲ, Ἡφαιϲτίων Ἡφαιϲτίωνοϲ, Ἐνδυμίων Ἐνδυμίωνοϲ, Ἀϲτερίων Ἀλϲτερίωνοϲ. ὅθεν τὸ Ὠρίων ἀναλογώτερόν ἐϲτι ϲυϲτέλλον τὸ ι, ὡϲ παρ’ Ενριπίδᾳ (ycl. 213)

  • τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
  • ὁ γὰρ ποιητὴϲ ἐξέτεινεν αὐτὸ εἰπών (Ϲ 488)
  • ἥ τ’ αὐτοῦ ϲτρέφεται, καί τ’ Ὠρίωνα δοκεύει.
  • κατὰ τοῦτον τὸν κανόνα καὶ τὸ κύων ὤφειλε κλίνεϲθαι κύωνοϲ ὡϲ Ἀμφιτρύωνοϲ. ἔϲτι δὲ ἕτεροϲ κανὼν ὁ λέγων· τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικῆϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον» (Λ 362).

    [*](1. 2 cf. Eust. 346, 13, ubi tertia ap. Choerob. propositarum causarum diserto Herodiano assignaturi etymologias a Choerob. prolatas, quippequum dubiae sint. velut Ξενοφῶν a φῶ τὸ φονεύω et Δεξικρῶν a κρείω τὸ βαϲιλεύω καὶ κρατῶ aut etiam falsae ut Ἰπποκῶν a κτῶμαι Ἰπποκτῶν καὶ Ἰπποκῶν (cf. Lob. El. II 115 seqq .) Herodiano non obtrudendas iudicavi. 1. 3 cf. Theogn. 30, 10. 1. 11 pro Λάων Αάονοϲ, cuius genetivus Λάωνοϲ ap. Dicaearchum reperitur (cf. Lob. ad Ai. p. 164) quum α breve habeat, posui Ἄων Ἄονοϲ, adieci ex St. B. Δάων et Χάων. αἰών ex Theogn. 36, 4 ; omisi πρώην (scr. πρόων) πρόωνοϲ ἡ ἀκρώρεια fictum ex πρών. 1. 25—29 ex Choer. 286, 1, 1. 30—35 ex E. M, 549 44 (Favorin. 80, 35) inserui.)
    724