Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 223, 15. ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ υϲ διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ μὴ ἐγένετο διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ οἶον ταχύϲ ταχίοϲ, βραδύϲ βραδίοϲ, ὥϲπερ Πηλεύϲ Πηλίοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλίοϲ. οὕτωϲ γὰρ εἰ ἐγένετο, οὐκέτι ηὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ἴϲη πρὸϲ αὐτήν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι τότε ποιοῦϲιν οἱ Βοιωτοὶ τὴν γενικὴν διὰ τοῦ ι καὶ ο, ἡνίκα καὶ οἱ Ἀττικοὶ ποιοῦϲι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ οἱ ωνεϲ διὰ τοῦ η καὶ ο οἷον Πηλεύϲ Πηλέωϲ καὶ Πηλίοϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ Ἀχιλλῆοϲ καὶ Ἀχιλλίοϲ. ἐπειδὴ οὖν ἐπὶ τούτων τῶν εἰϲ υϲ οὐκ ἐποίηϲαν οἱ Ἀττικοὶ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω, οὔτε οἱ Ἴωνεϲ διὰ τοῦ η καὶ ο, τούτου χάριν οὕτε οἱ Βοιωτοὶ ἐποίηϲαν διὰ τοῦ ι καὶ ο.

Choer.233, 8: ἰϲτέον δὲ ὅτι τὰ εἰϲ υϲ ϲύνθεται, εἰ μὲν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ἐϲτὶ ϲυντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον βραχύϲ βραχέοϲ τρίβραχυϲ τριβράχεοϲ, πῆχυϲ πήχεοϲ δεκάπηχυϲ δεκαπήχεοϲ, θῆλυϲ θήλεοϲ ἀρϲενόθηλυϲ ἀρϲενοθήλεοϲ, ἰχθῦϲ ἰχθύοϲ κάλλιχθυϲ καλλίχθυοϲ, ὀφρῦϲ ὀφρύοϲ λεύκοφρυϲ λευκόφρυοϲ· εἰ δὲ ἀπὸ ῥήματόϲ ἐϲτι ϲυντεθειμένα, διὰ τοῦ δοϲ κλίνεται οἷον ἔπηλυϲ ἐπήλυδοϲ, νέηλυϲ νεήλυδοϲ (ϲημαίνει δὲ τὸν ξένον). ταῦτα γὰρ οὐκ ἔϲτιν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ϲυντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματοϲ τοῦ ἐλεύθω τοῦ ϲημαίνοντοϲ τὸ παραγίνομαι.

Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ μονογενῶν.

Choer. 235, 5: ἡ δοτικὴ τῶν ἑνικῶν οἷον τῷ βότρυι οὐ ϲυναιρεῖται, ἐπειδὴ εἰ ϲυνήρητο, ἤμελλεν εἰϲ τὴν υι δίφθογγον λήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. οὐδέποτε γὰρ ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπυια, υἱόϲ.

Choer. 235, 20. ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐ λέγονται αἱ αἰτιατικαὶ τῶν εἰϲ υϲ διχῶϲ οἰον τὸν βότρυα καὶ βότρυν, ἀλλ’ εἰϲ ν μόνωϲ οἰον τὸν βότρυν. ἔϲτιν οὖν εἰπεῖν ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ [*](1. 2 de nominibus in υν ef. Dichr. 287, 6 cum Lehrsii adnotatione qui idem p. 285, 5 monet Ϲhoerob. in canone de ιξ et υξ non omnia cavisse, quum ἴξ et φίξ producerentur.)

711
καθαρὸν λήγουϲα διχρόνῳ παραληγομένη εἰϲ ν μόνωϲ ἔχει τὴν αίτιατικὴν οἷον ὄφιϲ ὄφιοϲ ὄφιν, μάντιϲ μάντιοϲ μάντιν, πόλιϲ πόλιοϲ πόλιν. ἐπειδὴ οὖν καὶ τὰ εἰϲ υϲ μονογενῆ ἔχει τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενα οἰον ϲτάχυοϲ, βότρυοϲ, νέκυοϲ, τούτου χάριν εἰϲ ν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον βότρυν, ϲτάχυν, νέκυν. ϲεϲημείωται παρ’ Εὐφορίωνι ἅποξ εὑρεθὲν «τὸν βότρυα».

Choer. 235, 34: ἄξιόν ἐϲτι ζητῆϲαι διατί ὥϲπερ τὸ βότρυϲ γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ υ μακρὸν καὶ γίνεται βότρυϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ βότριε εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ ῦ μακρὸν καὶ γίνεται βότρυ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ υ μακρόν, ἐπειδὴ ἤμελλεν εἰϲ τὸ ῦ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον . τὸ γὰρ ῦ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.

Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ τριγενῶν.

Choer. 230, 8: ίϲτέον ὅτι αἱ αἰτιατικαὶ διχῶϲ λέγονται οἰον ἡδύϲ ἡδέοϲ ἡδέα καὶ ἡδύν, εὐρύϲ εὐρέοὸεὐρέα καὶ εὐρύν

  • ἐπ’ εὐρέα πόντον (Ζ 291),
  • πολύϲ πολέοϲ πολέα,
  • πολέα ϲτροτόν,
  • καὶ πολύν· καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲ κανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ.

    Ἰϲτέον ὅτι τὰ εἰϲ υϲ τριγενῆ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητκὴν οἷον ὁ ταχύϲ ὦ ταχύ, ὁ ὀξύϲ ὦ ὀξύ, ὁ θῆλυϲ ὦ θῆλυ.

    Ἰϲτέον ὅτι οὐ ϲυναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲ γὰρ λέγομεν τ ἡδέε τὼ ἡδῆ, ὥϲπερ τῶ Δημοϲθένεε τῶ Δημοϲθένη. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὰ εἰϲ ῦϲ οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον ὁ ὀξύϲ ὀξέοϲ τῶ ὀξέε, ἡδύϲ ἡδέοϲ τὼ ἡδέε, βραδύϲ βραδέοϲ τὼ βραδέε. ἔϲιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μοκροκαταληκτεῖ οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, βαϲιλεύϲ βαοιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη. ἐπειδὴ οὖν τὰ εἰϲ υϲ τριγενῆ οὐδέποτε μακροκαταληκτεῖ κατὰ τὴν γενικὴν τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ, τούτου χάριν οὐ ϲυναιρεῖται κατὰ τὴν εὐίεῖαν τῶν δυικῶν. δεῖ δὲ γινώϲκειν ὅτι τὸ τραχύϲ μόνον εὑρίϲκεται ϲυναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν [*](1. 6 praeterea a hoerobosco affertur τὸν δρύα: καὶ παρὰ Διονυϲίψ, οκ ἐν τῇ Περιηγήϲει, ἀλλ’ ἐν ἑτέρῳ αὐτοῦ ποιήματι, «τὸν θρύα». Cf. Mein. An Al. p. 157 1. 13 de contracto accusativo νέκυαϲ νέκυϲ cf. Il. Pr. 274 et κλιτύαϲ κλιτῦϲ, γραπτύαϲ γραπτθϲ, quae in ΙI, Pr. Π 390 acute scribi tradit, in Od. Pros circumfectenda esse praescribit. Choerob. in his diverse ab Herodizno non syna loephen, sed meram cum nominativo homophoniam sumit. 1. 35 pro τραχύϲ Μ ter habet ταχύϲ.)

    712
    εἰϲ τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τραχεῖ.

    Ἰϲτέον ὅτι οὐ ϲυναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν δυικῶν, ἐπειδὴ οὕτε ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρεῖται.

    Περὶ τῶν εἰϲ ωϲ.

    Choer. 253, 5: τὰ εἰϲ ωϲ λήγοντα μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ϲῶϲ τοῦ ϲῶ οἷον

  • νῦν τοι ϲῶϲ αἰπὺϲ ὄλεθροϲ (Ν 773),
  • ὁ Κρῶϲ τοῦ Χρῶ, ὁ Γλῶϲ τοῦ Τλῶ, ὁ Μῶϲ τοῦ Κῶ (ταῦτα δὲ ὀνόματά. ἐϲτιν ηρώων, ἀρϲενικά, κύρια, ὁμοφωνοῦντα ταῖϲ πόλεϲιν· ἔϲτι γὰρ καὶ ὀνόματα πόλεων ταῦτα, ἀλλὰ τότε θηλυκῶϲ λέγεται οἶον ἡ Κρῶϲ, ἡ Γλῶϲ, ἡ Κῶϲ ἐξ ἐκείνων δὲ ὠνομάϲθηϲαν καὶ αἱ πόλειϲ). εἰ δὲ ὀξύνεται τὰ εἰϲ ωϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ ζώϲ
  • ἦ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι (ε 887)
  • τοῦτο γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ζώϲ τοῦ ζῶ. καὶ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ ϲυναιρέϲεωϲ ἐγένετο· ἀπὸ γὰρ τοῦ ὁ ζωόϲ τοῦ ζωοῦ ἐγένετο κατὰ κρᾶϲιν ὁ ζώϲ τοῦ ζῶ, τῆϲ βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυναιρεθειϲῶν, ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ, Νηρηῖϲ Νηρῇϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, χρυϲέοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ
  • χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475),
  • δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, ὁ ϲῶοϲ τοῦ ϲώου ὁ ϲῶϲ τοῦ ϲῶ· οὕτωϲ οὖν καὶ ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζώϲ τοῦ ζῶ. ταῦτα δὲ εἰ καὶ. μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξεν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίϲιν ἐφύλαξε, φημὶ δὴ τὴν ἰϲοϲύλλαβον. ὥϲπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰϲοϲυλλάβωϲ κλίνεται, οὕτω καὶ τὰ ϲυνῃρημένα ἰϲοϲυλλάβωϲ κλίνεται. τὰ εἰϲ ωϲ ὀξύτονα μονοϲύλλαβα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται ἢ διὰ τοῦ γοϲ. καὶ τὰ μὲν ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι ηὸ δ ἢ θ ἢ τ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται, τὰ δὲ μὴ οὕτωϲ ἔχοντα διὰ τοῦ τοϲ οἷον θώϲ θωόϲ
  • θῶεϲ μέν τε διέτρεϲαν (Λ 481 ),
  • ἔχει γὰρ τὸ θ (ἔϲτι δὲ εἶδοϲ θηρίου), δμώϲ δμωόϲ, ἔχει γὰρ τὸ δ, Τρώϲ Τρωόϲ, ἔχει γὰρ τὸ τ. ιὶϲτέον δὲ ὅτι τὸ Τρώϲ παρὰ τῷ μήρῳ ἑνικῶϲ μὲν λεγόμενον ἐπὶ τοῦ κυρίου ὀνόματοϲ παραλαμβάνεται καὶ οὐδέποτε πληθυντικῶϲ οἷον [*](1. 14 de ζώϲ diserte Herodianus in II. Pr. ε 887 dicit: ἡ μέντοι κλίϲιϲ αὐτὸ ἰϲοϲύλλαβοϲ εὑρέθη. Quare non fluxit ex Herodiano adnotatio in Ep. Cr. 1 399 τὸ ζώϲ ἐκ τοῦ ζωόϲ κατὰ ϲυναλοιφὴν ἢ ϲυγκοπὴν γέγονε, κλίϲιν δὲ τοῦ ζώϲ οὐχ εὑρίϲκομεν.)
    713
  • τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα ζεὺϲ
  • δῶχ’ υἰοϲ ποινὴν Γανυμήδεοϲ (ε 265).
  • ἐὰν δὲ τὸ ἔθνοϲ δηλώϲῃ, ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται οἷον «Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶαϲ τε» (Ν 1), «Πρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή (Ζ 1), Πρῶεϲ καὶ ύκιοι καὶ Δάρδανοι ἀγχυαχηταί Θ 173. τὰ δὲ μὴ ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων διὰ τοῦ τοϲ κλίνεται οἷον πλώϲ πλωτόϲ (πλώϲ δὲ λέγεται ὁ ἰχθῦϲ παρὰ τὸ πλέειν), φώϲ φωτόϲ (ϲημαίνει δὲ τὸν ἄνθρωπον) «ἰϲόθεοϲ φώϲ », χρώϲ χρωτόϲ « ἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Δ 510), «χρῶτ’ ἀπονιψαμένη» (ϲ 172). οἱ δὲ Ἀθηναῖοι ἐχρήϲαντο καὶ ἰϲοϲυλλάβωϲ, τὸν χρώ γὰρ εἰρήκαϲιν ὁ δὲ λόγοϲ περὶ τῶν εἰϲ ωϲ κοινολεκτουμένων ἐϲτί· τὸ γὰρ βοῦϲ βῶϲ λέγουϲιν αἱ διάλεκτοι, καὶ ἰδοὺ περιϲπᾶται καὶ. διὰ καθαροῦ τοῦ οϲ κλίνεται, βοόϲ γάρ, καὶ ἐπὶ ἄλλων δὲ εἰϲ ουϲ τρέπει τὴν ου εἰϲ τὸ ω, καὶ οὐκ ἐναντιοῦται ταῦτα ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ωϲ.

    Τὰ εἰϲ ωϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ τοϲ κλίνεται οἷον ϊδρώϲ ἱδρῶτοϲ, ἀπτώϲ ἀπτῶτοϲ, ἀγνώϲ ἀγνῶτοϲ, τὸ δὲ λεώϲ λεώ καὶ νεώϲ νεώ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ Ἀττικά ἐϲτιν.

    Chor. 255, 33: τῶν εἰϲ ωϲ βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον γέλωϲ γέλωτοϲ, ἔρωϲ ἔρωτοϲ, Νέπωϲ Νέπωτοϲ (ἔϲτι δὲ ὄνομα ὄρουϲ). τὸ δὲ κάλωϲ βαρύτονον ὸν καὶ. βραχείᾳ παραληγόμενον οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλὰ Ἀττικῶϲ ἀποβολῇ τοῦ ϲ οἷον κάλωϲ κάλω καὶ διὰ καθαροῦ τοῦ οϲ οἶον κάλωϲ κάλωοϲ, ὡϲ παρὰ Ἀπολλωνίῳ (Ι 1277)

  • εὐναίαϲ ἐρύϲαντεϲ ἀνεκρούϲαντο κάλωοϲ
  • κεὰ (ΙΙ 725)
  • δερκόμενοι παράμειβον, ὑπὸ πνοιῇ δὲ κάλωεϲ
  • ὡϲαύτωϲ καὶ τοῦ Ἄθωϲ ἡ κλίϲιϲ διττὴ καὶ Ἄθω καὶ Ἄθωοϲ. τὰ δὲ μακρᾷ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Μίνωϲ Μίνωοϲ (τὸ γὰρ ι ἐκτείνεται· ἰϲτέον δὲ ὅτι εὑρίϲκεται ϲπανίωϲ καὶ ϲυϲτελλόμενον), ἥρωϲ ηρωοϲ. ϲεϲημείωται τὸ εἱλωϲ εἱλωτοϲ, ὅτι μακρᾷ παραληγόμενον διὰ τοῦ τοϲ ἐκλίθη. εϊλωτεϲ δὲ λέγονται οἱ τὴν Μεϲϲηνιακὴν οἰκοῦντεϲ τῆϲ Πελοποννήϲου. ἔϲτιν οὖν εἰπεῖν ὅτι ἕλωϲ ἕλωτοϲ ἦν καὶ ὡϲ βραχείᾳ παραληγόμενον διὰ τοῦ τοϲ κλίνεται ὥϲπερ γέλωϲ γέλωτοϲ, καὶ λοιπὸν πλεονάϲαν τὸ ῑ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν καὶ ἐγένετο εῖλωϲ εἱλωτοϲ. ἰϲτέον δὲ ὅτι οἱ Λακεδαιμόνιοι πάνταϲ τοὺϲ [*](1. 9 exempla Homerica ad χρώϲ apposui ex ΙΙ. Pr. Ν 191. ef. An. Οx. ΙΙ 417, 30. 1. 16 ef. Choer. 65, 6. 1. 23 pro iis, quae Choer. 256,16 dicit de κάλωοϲ: οὐκἔϲτιν αθτη ἡ τοῦ κάλωϲ κάλωοϲ κλίϲιϲ ἀλλ’ ἐπέκταϲιϲ· ἔϲτι γᾶρ ὁκάλωϲ τοῦκάλω Ἀττικῶϲ κατ’ἐπέκταϲιν τῆϲ οϲ ϲυλλαβῆϲ κάλωοϲ ϲπερ ἡ ἅλωϲ τῆϲ ἅλω γέγονε κατ’ ἐπέκταϲιν τῆϲ οϲ ϲυλλαβῆϲ ἅλωοϲ, ἐξ οὖ καὶ ἡ αἰτιατικὴ ἅλωα, quae Lob. El, II 235 imperitiam arguere inventoris iure contendit, posui quae exhibui κάλωϲ accomodans iis, quae St. B. 36, 10 de Ἄθωϲ tradit: ἡ κλίϲιϲ διττὴ καὶ Ἄθωοϲ καὶ Ἄθω. — γάλωϲ, quod Herod. περὶ παθῶν in E. M. 220, 9 et γάλωτοϲ et γάλω declinari dicit, ad feminina reservavi pariter atque ἅλωϲ.)
    714
    δούλουϲ εἵλωταϲ καλοῦϲι πρὸϲ ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεϲϲηνιακὴν οἰκούντων τῆϲ Πελοποννήϲου. ίϲτέον δὲ ὅτι Ἀθηναῖοι ἐπὶ τούτων πάντων ἰϲοϲύλλαβον ποιοῦνται κλίϲιν· τοῦ γέλω γὰρ καὶ τοῦ Μίνω καὶ τοῦ ἥρω λέγουϲιν.

    Choer. 259, 8: τὰ εἰϲ ωϲ ϲύνθετα, εἰ μὲν κοινά ἐϲτι, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον ἱδρώϲ λυϲίδρωϲ λυϲίδρωτοϲ, ἔρωϲ ἔρωτοϲ χρυϲερωϲ χρυϲέρωτοϲ, γέλωϲ γέλωτοϲ φιλόγελωϲ φιλογέλωτοϲ· εἰ δὲ Ἀττικά ἐϲτιν, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ δύϲερωϲ τοῦ δύϲερω, ὁ ἀξιόχρεωϲ τοῦ ἀξιόχρεω, ὁ ἀνάπλεωϲ ἀνάπλεω, ὁ εὔγηρωϲ τοῦ εὔγηρω.

    Choer. 261, 4: τὰ εἰϲ ωϲ Ἀττικὰ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἰον ὁ Μενέλεωϲ τοῦ Μενέλεω, ὁ Ἰόλεωϲ τοῦ Ἰόλεω, ὁ λεώϲ τοῦ λεώ, ὁ νεώϲ τοῦ νεώ, ὁ κάλωϲ τοῦ κάλω, ὁ Τάλωϲ τοῦ Τάλω, ὁ Τυφῶϲ καὶ ὁ ταῶϲ κοινῶϲ μὲν Τυφών καὶ ταών λέγεται καὶ διὰ τοῦ νοϲ κλίνεται οἱον Τυφῶνοϲ καὶ ταῶνοϲ, Ἀττικῶϲ δὲ Τυφῶϲ καὶ ταῶϲ λέγεται καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν τῷ Ἀττικῷ ἔθει οἷον ὁ τυφῶϲ τοῦ τυφῶ καὶ ὁ ταῶϲ τοῦ ταῶ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ καὶ ὁ λαγῶϲ τοῦ λαγῶ (τυφῶϲ δέ ἐϲτιν ὁ ϲφοδρὸϲ ἄνεμοϲ). καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὸ τυφῶϲ καὶ ταῶϲ οὐ κλίνεται κοινῶϲ διὰ τοῦ τοϲ, ὥϲπερ τὸ ἱδρώϲ ἱδρῶτοϲ καὶ ἀπτώϲ ἀπτῶτοϲ. ἔϲτιν οὖν εἰπεῖν ὅτι πρῶτον μὲν ἐκεῖνα ὀξύτονά ἐϲτι, τὸ δὲ τυφῶϲ καὶ ταῶϲ περιϲπώ μένα ἐϲτι· δεύτερον δὲ ταῦτα καὶ εἰϲ ν λήγει, τυφῶϲ τυφῶν, ταῶϲ ταῶν (sic), ὅπερ οὐ παρέπεται ἐκείνοιϲ.

    Choer. 261, 27 . ἔϲτι καὶ Περϲικὰ ὀνόματα καὶ Αἰγύπτια εἰϲ ωϲ λήγοντα, ἅτινα τὴν αὐτὴν κλίϲιν ἐπιδέχεται τοῖϲ εἰϲ ωϲ Ἀττικοῖϲ· οὐ μέντοι προπαροξύνεται κατὰ τὴν εὐθεῖαν, ὥϲπερ οὐδὲ ἐν ταῖϲ ἄλλαιϲ πτώϲεϲιν. ἔϲτι γὰρ Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ. Παραμίζωϲ ὄνομα εὐνούχου, Ϲαβάκωϲ. ἀποβολῇ δὲ τοῦ ϲ ποιεῖ τὴν γενικήν. — δεῖ δὲ ἡμᾶϲ ἀναμνηϲθῆναι καὶ τοῦτο, ὅτι ηρωϲ καὶ τὸ ἔρωϲ καὶ τὸ γέλωϲ, ἄάτινα περιττοϲυλλάβωϲ παρ’ ἡμῖν κλίνεται, οἱ Ἀθηναῖοι ἰϲοϲυλλάβωϲ κλίνουϲιν. τοῦ ἥρω γὰρ καὶ τοῦἔρωκαὶ τοῦ γέλω λέγουϲιν

  • ἀλλ’ οὐχ οἰόϲ τ’ εἴμ’ ἀποϲοβῆϲαι τὸν γέλων (Aristoph. Ran. 45).
  • Choer. 257, 33. καὶ τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον ποιοῦϲιν οἱ Ἀττικοὶ οἱον τῷ ηρῳ «ῆρῳ Δημοδόκῳ» (θ 483) καὶ ηρῳ αομέδοντι» (H 453). τοῦτο δὲ τὸ ηρῳ οὐ γίνεταικατὰ ϲυναίρεϲιν τοῦ ω καὶ  ι εἰϲ τὴν ῳ δίφθογγον. πᾶϲα γὰρ δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν [*](1. 25 οὐ μέντοι pro εἰ μέντοι scripsi cum Mehlhorm. gramm. p. 185 not. 6 accentus secundum Arcadium p. 94, 7 τά εἰϲ ωϲ Περϲικᾶ ἢ Αίγύπτια παροξύνεται Φάργωϲ Ἰνάρωϲ mutavi; ap. Choerob. haec leguntur: ἔϲτι γάρ Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ, Παραμιζῶϲ ὄνομα εὐνούχου, Ϲαβακῶϲ, Μανεῶϲ. ταῦτα δὲ ὀνόματά ἐϲτι κύρια. καὶ ίϲτέον ὅτι τινὲϲ μὲν ὀξύνουϲιν αὐτά, τινὲϲ δὲ περιϲπῶϲι τὸ δὲ Ϲαβακῶϲ Ῥωμανὸϲ βαρύνει Ϲαβάκωϲ λέγων, unde apparet Homanum Herodiani sententiam amplexum esse, Μάννεωϲ autem omisi, quia ex St. B. s. v., ubi pro paroxytonos scriptum est, concludo Herodianum hoc ut proparoxyonon e reliquis excepisse propter similitudinem cum Μενέλεωϲ cf. Cathol. 245, 14.)

    715
    γενικὴν ἔχει ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁκοχλίαϲ τοῦ κοχλίου, τῷ Χρύϲῃ ὁ Χρύϲηϲ τοῦ Χρύϲου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ. εἰ ἐγένετο οὖν τοῦτο κατὰ ϲυναίρεϲιν τοῦ ω καὶ ῑ εἰϲ τὴν ῳ δίφθογγον, ῆμελλεν ἔχειν τὸ ῑ ἀνεκφώκητον, ὅπερ ἐϲτὶν ἀδύνατον, οὐδὲ γὰρ ἔχει τὴν γενικὴν ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον ἥρωϲ ηρωοϲ· τούτου οὖν χάριν τοῦτο οὐ ϲυναιρεῖται κατὰ τὴν δοτικήν, ἱνα μὴ εὑρεθῇ ἡ δοτικὴ εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα, τῆϲ γενικῆϲ περιττοϲυλλαβούϲηϲ τῆϲ εὐθείαϲ. ἀλλ’ ἔϲτι τὸ ἥρῳ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ.

    Choer. 258, 18: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἡ ηρωε εὐθεῖα τῶν δυικῶν οὐ γίνεται κατὰ κρᾶϲιν τοῦ ω καὶ ε εἰϲ τὸ ω, καὶ γὰρ εὑρίϲκομεν τὸ ω καὶ ε εἰϲ τὸ ω κιρνώμενα, ὡϲ ἐπὶ τοῦ τῷ ἐμῷ τώμῷ· οὕτωϲ δὲ εἰ ἐγένετο ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲν ἄτοπον ϲυνέβαινεν, ἐπειδὴ τὸ ω τελικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν οἰον τῶ ὁμήρω, τῶ ἀνθρώπω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μακροκαταληκτεῖ οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τὼ Δημοϲθένεε καὶ Δημοϲθένη, ὁ Πηλεύϲ τοῦ Πηλέωϲ τ Πηλέε καὶ Πηλῆ, ἡ πόλιϲ τῆϲ πόλεωϲ τὰ πόλεε καὶ πόλη. ἐπειδὴ οὖν ἐπὶ τοῦ ἥρωϲ ῆρωοϲ οὐ μακροκαταληκτεῖ ἡ γενικὴ τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ω Ἀττικῶϲ, εἰκότωϲ οὐδὲ ἡ εὐθεῖα τῶν δυικῶν ϲυναιρειται.

    Choer. 260, 30. ἐπὶ πάϲηϲ πτώϲεωϲ τὰ εἰϲ ωϲ Ἀττικὰ τῆϲ ἰδίαϲ εὐθείαϲ τὸν τόνον φυλάττει. εἴτε γὰρ προπαροξύνεται ἡ εὐθεῖα εἴτε παροξύνεται εἴτε ὀξύνεται, ὁ αὐτὸϲ τόνοϲ φυλάττεται καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον ὁ Μενέλεωϲ τοῦ Μενέλεω τῷ Μενέλεῳ τὸν Μενέλεων ὦ Μενέλεωϲ, ὁ κάλωϲ τοῦ κάλω τῷ κάλῳ. τὸν κάλων ὦ κάλωϲ, ὁ λεώϲ τοῦ λεώ τῷ λεῷ τὸν λεών ὦ λεώϲ.

    Περὶ τῶν εἰϲ ϲ ληγόντων μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου.

    Choer. 265, 22: τὰ εἰϲ τὸ ϲ λήγοντα πρὸ τοῦ ϲ ἔχει ἢ τὸ λ. ὡϲ τὸ ἅλϲ ἢ τὸ ν ὡϲ τὸ Τῖρυνϲ ἡ τὸ ρ ὡϲ τὸ μάκαρϲ. τὰ εἰϲ ϲ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου λήγοντα διὰ δύο ϲυμφώνων κλίνεται, δηλονότι καὶ εἰϲ οϲ ἔχει τὴν γενικὴν καὶ τότε μὲν διὰ τοῦ τ κλίνεται, ηνίκα ἔχει τὸ α οἷον μάκαρϲ μάκαρτοϲ, δάμαρϲ δάμαρτοϲ, τότε δὲ. διὰ τοῦ θ κλίνεται, ἡνίκα οὐκ ἔχει τὸ α οἷον Τῖρυνϲ Τρυνθοϲ (ἔϲτι. δὲ ὄνομα πόλεωϲ τοῦ Ἄργουϲ, ἐξ ϲ ἦν ὁ Εὐρυϲθεύϲ), ἑλμινϲ ἕλμινθοϲ. εἰ οὖν ἐϲτιν ἅλϲ, ὥφειλεν εἶναι ἡ γενικὴ ἁλτόϲ, ῖνα εὑρεθῇ διὰ δύο ϲυμφώνων ἐκφερομένη· ἀλλ’ ἐπειδὴ δαϲυνομένηϲ τάϲ εὐθείαϲ . ἔμελλε ψιλοῦϲθαι ἡ γενικὴ (ἀδύνατον δέ ἐϲτι τὸ πνεῦμα τῆϲ εὐθεῖαϲ . ἐναλλάξαι κατὰ τὰϲ ἄλλαϲ πτώϲειϲ, θέλει γὰρ τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι καὶ ἐν λοιαῖϲ πτώϲεϲιν οἷον τοῦ ἄλγοϲ ψιλουμένο [*](1. 8 E.M.437, 54 ἥρῳ Δημοδόκψ δοτική ἐϲτιν ἀντὶ τοῦ ἥρωι, κλίϲιϲ καὶ οὐ ἀποκοπή ct. Lob. El. D 299.)

    716
    καὶ αἱ λοιπαὶ πτώϲειϲ ψιλοῦνται ἄλγουϲ ἄλγει ἄλγοϲ, καὶ πάλιν τοῦ ἁγνόϲ δαϲυνομένου καὶ αἱ λοιπαὶ πτώϲειϲ δαϲύνονται οἷον τοῦ ἁγνοῦ τῷ ἁγνῷ τὸν ἁγνόν ὐ ἁγνέ), διὰ τοῦτο ἀπέβαλεν η γενικὴ τὸ τ καὶ ἐγένετο ἁλόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. καὶ ἡ μὲν δαϲύνεται κανόνι τοιούτῳ· τὸ α τὸ ἀθροιϲτικόν, ἤγουν τὸ ϲημαῖνον ἄθροιϲιν, δαϲύνεϲθαι θέλει οἷον ἅμαξα (εἴρηται δὲ ἅμαξα παρὰ τὸ ἄμα καὶ ἄγειν τὰ ϲυνηθροιϲμένα), ἁθρόον ἀντὶ τοῦ ὁμοῦ (ἀθρόον δὲ ἀντὶ τοῦ ἐξαίφνηϲ ψιλοῦται), ἅπαϲ, ἅμα· οὕτωϲ οὖν καὶ τὸ ἅλϲ, ὅτε ἐπὶ τῆϲ θαλάϲϲηϲ, ὅπου πάντα τὰ ὕδατα ἁλίζεται, ἤγουν ϲυναθροίζεται, εἴτε ἐπὶ τούτου τοῦ ἁλμυροῦ (ὅ τι ἡ ϲυνήθεια λέγει τὸ ἅλαϲ οὐδετέρωϲ, ϲπανίωϲ εἰρημένον παρὰ τοῖϲ ἀρχαίοιϲ), καὶ αὐτὸ γὰρ ἄθροιϲιν τινὰ ϲημαίνει. εἰ δὲ ἐγένετο ἡ γενικὴ ἁλτόϲ, ἔμελλε ψιλοῦϲθαι· τὸ γὰρ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ θ ἢ τ, ψιλοῦϲθαι θέλει οἰον ἀλθαία (ἔϲτι δὲ εἰδὸϲ βοτάνηϲ), Ἄλτηϲ (ὄνομα δὲ τοῦτο κύριον), ἀλδιϲκάνειν, ὅ ἐϲτιν ἅλλεϲθαι. εὐλόγωϲ οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἁλόϲ, ινα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική.

    Choer. 268, 7: τὸ ὅλϲ ὅτε μὲν θηλυκῶϲ λέγεται δηλοῖ τὴν θάλαϲϲαν καὶ ἕωϲ τῶν ἑνικῶν κλίνεται μόνον. ὅτε δὲ τὸ ἁλμυρὸν τοῦτο δηλοῖ, ὃ οὐδετέρωϲ ἅλαϲ λέγεται ἐν τῇ ϲυνηθείᾳ, ἀρϲενικῶϲ λέγεται καὶ διόλου κλίνεται, τουτέϲτι καὶ εἰϲ τὰ ἑνικὰ καὶ εἰϲ τὰ δυικὰ καὶ εἰϲ τὰ πληθυντικά.