Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 251, 29: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ τὴν οἱ δίφθογγον λήγουϲα εἰϲ οῦϲ ποιεῖ τὴν αἰτιατικὴν οἷον ἄνθρωποι ἀνθρώπουϲ, Ὅμηροι μήρουϲ, Ἀρίϲταρχοι Ἀριϲτάρχουϲ, Λέϲβοι έϲβουϲ, Ῥόδιοι Ῥοδίουϲ, ἔρημοι ἐρήμουϲ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ἡνίκα εἰϲ τὴν αι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, τροπῇ τοῦ ι εἰϲ τὸ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, κοχλίαι κοχλίαϲ,Χρῦϲαι Χρύϲαϲ, μοῦϲαι μούϲαϲ, ἡνίκα δὲ εἰϲ τὴν ο δίφθογγον λήγει, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰϲ τὸ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰϲ ουϲ ποιεῖ αὐτὴν οἰον Ὅμηροι ζμήρουϲ, καλοί καλούϲ, ϲοφοί ϲοφούϲ. καὶἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ πᾶϲα αἰτιατικὴ πληθυντικῶν ἰϲοχρονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ Αῖανταϲ, άχητεϲ Λάχηταϲ, Αἰνεῖαι Αἰνείαϲ, κοχλίαι κοχλίαϲ. τούτων οὕτωϲ ἐχόντων, οἱ Ὅμηροί καὶ οἱ ἄνθρωποι ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐὰν τραπῇ οὖν τὸ ι εἰϲ ϲ καὶ γένηται ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ὅμηροϲ καὶ ἄνθρωποϲ, οὐκέτι ἰϲοχρονεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ὅπερ ἐϲτὶν ἀδύνατον.

Περὶ τῶν εἰϲ ουϲ.

Choer. 243, 2: τὰ εἰϲ ουϲ ϲυνῃρημένα τὸν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἶον χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, νόοϲ νόου νοῦϲ νοῦ, οὕτωϲ οὖν καὶ πλόοϲ πλόου καὶ πλοῦϲ πλοῦ. καὶ καθόλου δὲ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ

  • καὶ χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475),
  • δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, Ϲιμόειϲ Ϲιμόεντοϲ Ϲιμοῦϲ Ϲιμοῦντοϲ, πλακόειϲ πλακόεντοϲ πλακοῦϲ πλακοῦντοϲ, Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, Ἡρακλέηϲ Ἡρακλέουϲ Ἡρακλῆϲ Ἡρακλοῦϲ, Ϲωϲέαϲ Ϲωϲέου Ϲωϲῆϲ Ϲωϲοῦ, ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζωϲ τοῦ ζῶ, ὁ ϲάοϲ τοῦ ϲάου ὁ ϲῶϲ τοῦ ϲῶ.

    Choer.63, 33: τὰ εἰϲ πλουϲ λήγοντα εἰϲ τὴν ου δίφθογγον ἔχει [*](1. 1 de genetivo Thessalico cf. ΙΙ. Pr. 35.)

    704
    τὴν γενικὴν οἰον διπλοῦϲ διπλοῦ, τριπλοῦϲ τριπλοῦ, τετραπλοῦϲ τετραπλοῦ.

    Choer. 64, 1: τὰ εἰϲ δουϲ λήγοντα εἰϲ τὴν οῦ δίφθογγον ἔχει τὴν γενικὴν οἰον ὁ ἀδελφιδοῦϲ τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦϲ τοῦ θυγατριδοῦ καὶ τὰ ὅμοια.

    Choer. 247, 30: τὰ παρὰ τοῦ πούϲ ϲύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν καὶ διὰ τοῦ δοϲ κλίνεται ὁμοίωϲ τῷ ἁπλῷ οον πούϲ ποδόϲ, Οἰδίπουϲ Οἰδίποδοϲ, τρίπουϲ τρίποδοϲ, τετράπουϲ τετράποδοϲ, ἑπτάπουϲ ἑπτάποδοϲ. τὰ γὰρ ἀποβολῇ τοῦ ϲ ποιοῦντα τὴν γενικὴν εἰϲ τὴν ου δίφθογγον ἔχοντα αὐτὴν Ἀττικά ἐϲτιν οἰον ὁ τρίπουϲ τοῦ τρίπου, ὁ iδίπουϲ τοῦ Οἰδίπου. ἰϲτέον δὲ ὅτι πολλάκιϲ τὰ παρὰ τὸ πούϲ ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν οἷον ἀελλόποϲ ἀελλόποδοϲ ὡϲ παρὰ τῷ ποιητῇ (Θ 409)

  • ὡρτο δὲ Ἵριϲ ἀελλόποϲ ἀγγελέουϲα.
  • καὶ ἴϲωϲ, φαϲί τινεϲ, ἐξ ἀφορμῆϲ τούτου ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν ου δίφθογγον τὴν γενικήν ἀλλ’ εἰ διὰ τοῦτο ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν οῦ δίφθογγον τὴν γενικήν, ἐπὶ τούτων ὤφειλον καὶ τὴν αἰτιατικὴν χωρὶϲ τοῦ ῦ ποιῆϲαι ὁμοίωϲ τῇ εὐθείᾳ οἷον τὸν δίπον, τὸν τρίπον, καὶ οὐχὶ μετὰ τοῦ υ τὸν ἰδίπουν. κρεῖττον οὖν αὐτὰ μόνα λέγειν Ἀττικά.

    Choer. 247, 22. ἰϲτέον δὲ ὅτι ὁ νοῦϲ τοῦ νοῦ κλίνεται κατὰ τὸν λόγον ϲυναιρέϲεωϲ οἰον ὁ νόοϲ τοῦ νόου, ὁ νοῦϲ τοῦ νοῦ. εὑρίϲκεται δὲ ἐν τοῖϲ χρηϲμοῖϲ τῷ νοῖ ἡ δοτική, ὡϲ ἀπὸ τῆϲ νοόϲ γενικῆϲ. καὶ τὸ εὔνουϲ τὸ ϲύνθετον ἰϲοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ οἰον ὁ εὔνουϲ τοῦ εὔνου. ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ εὖνοί ἐϲτιν· οἱ γὰρ χρηϲάμενοι καὶ εἰπόντεϲ οἱ εὔνουϲ κακῶϲ ἐχρήϲαντο. ἔϲτι δὲ πᾶϲα κλίϲιϲ ἀπὸ ϲυναιρέϲεωϲ.

    Choer. 239, 18: τὰ εἰϲ oυϲ ἀπαθῆ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βοῦϲ βοόϲ, νοῦϲ νοόϲ, χροῦϲ χροόϲ, πλὴν τοῦ πούϲ ποδόϲ καὶ ὀδούϲ ὀδόντοϲ. ἰϲτέον δὲ ὅτι τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα οὐδέποτε ὀξύνεται, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνεται. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν τόνον, τούτου χάριν καὶ περὶ τὴν κλίϲιν διήλλοξε καὶ οὐ κλίνεται διὰ καθαροῦ τοῦ οϲ. τὸ δὲ ὀδούϲ ὀδόντοϲ διὰ τοῦ ντ κλίνεται, ἐπειδὴ μετοχικόν ἐϲτιν. αἱ δὲ εἰϲ οῦϲ μετοχαὶ διὰ τοῦ ντ κλίνεται οἰον βιούϲ βιόντοϲ, διδούϲ διδόντοϲ, ἁλούϲ ἁλόντοϲ· οὕτωϲ οὖν καὶ ὀδούϲ ὀδόντοϲ. τὸ δὲ πούϲ ποδόϲ καὶ τοῦτο παρὰ λόγον ἐϲτίν, ὅτι ὀξυνθὲν ὁμοίωϲ ταῖϲ εἰϲ ουϲ μετοχαῖϲ οὐκ ἐκλίθη διὰ τοῦ ντ ὁμοίωϲ αὐταῖϲ.

    Choer. 237, 7: ἰϲτέον ὅτι εὑρέθη τοῦ βοῦϲ ἡ γενικὴ οὐ μόνον βοόϲ, ἀλλὰ καὶ τοῦ θοῦ παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ καὶ παρὰ τῷ Αἰϲχύλῳ.

    Choer. 237,13: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὺ γίνεται κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι τὰ ἐκτείνοντα τὸ ο εἰϲ τὸ ω ἐπὶ τῶν καθαρευόντων καὶ τὸ παραλῆγον

    705
    φωνῆεν εἰϲ ε μεταβάλλει οἷον ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ. εἰ ἐξέτεινεν οὖν τὸ βοῦϲ βοόϲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ἠναγκάζετο καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ἔ μεταβαλεῖν ἀλλὰ μὴν καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἠδύνατο εἰϲ ε μεταβαλεῖν· τὰ γὰρ μεταβαλλόμενα κατὰ τὴν παραλήγουϲαν εἰϲ τὸ ε δίχρονα εὑρίϲκεται οἷον ὄφιοϲ ὄφεωϲ, πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ τοῦτο δὲ οὐκ ἔϲτι δίχρονον. ἀλλὰ τοῦ ο δηλονότι τῆϲ παραληγούϲηϲ μὴ δυναμένου μεταβληθῆναι εἰϲ τὸ ε, εἰκότωϲ οὐδὲ ἡ λήγουϲα ἐξετάθη εἰϲ ω.

    Choer. 237, 26. πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εἰ ἐκίρνατο τὸ βοῦϲ βοόϲ κατὰ τὴν γενικήν, εἰϲ ουϲ ἔμελλεν εἶναι οἰον πλόοϲ πλοῦϲ, νόοϲ νοῦϲ, ῥόοϲ ῥοῦϲ· τὰ γὰρ δύο οο εἰϲ τὴν ου δίφθογγον κιρνᾶται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν ϲυνεμπίπτειν τῇ εὐθείᾳ ἡ γενική, δεύτερον δὲ πᾶϲα γενικὴ ἀρϲενικὴ εἰϲ ουϲ λήγουϲα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰϲ η καταλήγουϲαν οἷον τοῦ Δημοϲθένουϲ τὸν Δημοϲθένη, τοῦ εὐϲεβοῦϲ τὸν εὐϲεβῆ, τοῦ εὐγενοῦϲ τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰϲ η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆϲ αἰτιατικῆϲ μὴ καταληγούϲηϲ εἰϲ η, οὐδὲ ἡ γενικὴ δύναται εἶναι εἰϲ ουϲ διὰ τοῦτο οὖν οὐ ϲυναιρεῖται.

    Choer. 240, 13: ἰϲτέον ὅτι ἡ δοτικὴ βοῖ οὐ δύναται ϲυναίρεϲιν ἐπιδέξαϲθαι τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον ὥϲπερ ἐπὶ τοῦ Λητό Λητοῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ί οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μν, τῷ νῷ· εἰοὖν ἐγένετο κατὰ ϲυναίρεϲιν βοῖ βοῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ῑ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἐϲτὶν ἄτοπον. πρόϲκειται «κἐπ’ ὀνομάτων » διὰ τὴν ϲοί ἀντωνυμίαν· αὕτη γὰρ μονοϲύλλαβοϲ οὖϲα ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔϲτιν ὄνομα.

    Choer. 240, 33. ἰϲτέον ὅτι διφοροῦνται τούτων αἱ αἰτιατικαί, καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲκανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ· καὶ δεῖ παραφυλάξαϲθαι, ὅτι ἐπὶ τῆϲ βοῦϲ ἡ αἰτιατικὴ μᾶλλον εἰϲ ν λήγει οἰον τὸν βοῦν, ϲπανιωτέρα δέ ἐϲτιν ἡ εἰϲ α οἷον τὸν βόα. εὑρέθη δὲ ϲπανίωϲ παρὰ Φερεκύδῃ τῷ Ἀθηναίῳ. ἐπὶ δὲ τοῦ χροῦϲ καὶ χοῦϲ τὸ ἐναντίον ἡ μὲν εἰϲ α ἐϲτὶν ἐν πλάτει οἰον χρόα καὶ χόα

  • μή τιϲ χρόα χαλκῷ ἐπαύρῃ (Ν 649),
  • [*](1. 28 de accusatvo vocabuli βοῦϲ c Schol. A ad Il. H 238: βῶν· οὕτωϲ αἱ Ἀριϲτάρχου βῶν ϲὺν τῷ v ἡ Ἀριϲτοφάνουϲ βοῦν. τινὲϲ δὲ ἔξω τοῦ ν βῶ καὶ μήποτε πιθανῶϲ ἀντὶ τοῦ βόα. V αἱ Ἀριϲτάρχου βῶν, η Ἀριϲτοφάνουϲ βοῦν, ή Ἡρωδιανοῦ βῶ ὡϲ Βορέαο εΒορέω ὑπ’ ἰωγήα (ξ 533) Sane quam incertum est, num Herodianus βῶ probaverit. um hoc loco scripturae βῶ a Didymo commemoratae mentionem fecisse et comparasse cum Βορέαο Βορέω credibile est, sed vix dubitari potest, quin eam pro inconsueta et abnormi habunerit, βῶν vero repetivisse putandus est ex βῶϲ nominativo ef. Choer. 254, 27, Lob. El. II et 115. De declinatione vocis χροῦϲ ef. Il. Pr. N 191: ἀλλ’ πὔ πη χροὸϲ εἴϲατο, ubi Alexion et Aristarchus oxytonos, Tyrannio autem barytonos vocabulum protulerunt: ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι)
    706
    ἡ δὲ εἰϲ ν ϲπανιωτέρα οἷον χροῦν καὶ χοῦν. ίϲτέον ὅτι τὸ χόα, ἀπὸ τοῦ χοῦϲ χοόϲ ὸν καὶ βαρύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ α τὸ δὲ παρὰ τῷ Μενάνδρῳ χοᾶ οἷον τὸν χοᾶ
  • ἐκκέχυκαϲ,
  • ῷ τινι καὶ χρῶνται οἱ Ἀττικοὶ περιϲπωμένωϲ, καὶ ἐκτεταμένον ἔχον τὸ α, ἀπὸ τῶν εἰϲ ευϲ ἐϲτίν οἱον ἀπὸ τοῦ χοεύϲ χοέοϲ χοέῖ χοέα γέγονε χοᾶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ α μακρὸν ὥϲπερ Ἐξρετριέα Ἐρετριᾶ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἀπὸ τοῦ Ϲαπφόα καὶ Λητόα γέγονε Ϲαπφώ καὶ Λητώ κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βόα καὶ χρόα καὶ χόα γίνεται βῶ καὶ χρῶ καὶ χῶ κατὰ κρᾶϲιν τοῦ ο εἰϲ ω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τοῦ Λητόα καὶ Ϲαπφόα πρῶτον ἡ γενικὴ ϲυνῃρέθη, καὶ οὕτωϲ ἡ αἰτιατικὴ οἷον Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ· ἐπὶ δὲ τούτων ἐπειδὴ οὐ ϲυνρέθη ἡ γενική, τούτου χάριν οὐδὲ ἡ αἰτιατικὴ ϲυνῃρέθη.

    Choer. 241, 33: ὄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἷον βόεϲ βοῦϲ, μὴτὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἶον βόε θοῦ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰϲ υ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον· τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.

    Ἰϲτέον ὅτι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον γίνεται βοῦϲ ὥϲπερ οἱ κρείττονεϲ καὶ οἱ ἀρείονεϲ καὶ οἱ βελτίονεϲ οἷον κρείττονεϲ καὶ κρείττοεϲ καὶ κρείττουϲ, ἀρείονεϲ ἀρείοεϲ ἀρείουϲ, βελτίονεϲ βελτίοεϲ βελτίουϲ. ἰϲτέον δὲ ὅτι ϲπανία ἐϲτὶν ἡ χρῆϲιϲ τῆϲ βοῦϲ εὐθείαϲ τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόεϲ εὕρηται. ἐπὶ δὲ τῆϲ ὁμοφωνούϲηϲ αὐτῇ αἰτιατικῆϲ, λέγω δὴ τῆϲ τοὺϲ βοῦϲ, πλατεῖά ἐϲτιν ἡ χρῆϲιϲ, ὡϲ ἐν Κόλοξιν Εὐπόλιδοϲ

  • θὲϲ νῦν ἀγροὺϲ καὶ πρόβατα καὶ βοῦϲ,
  • καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ α τῆϲ Λέϲχηϲ.

    Περὶ τῶν εἰϲ υϲ.

    Choer. 62, 24 coll. 232, 11: τὰ εἰϲ υϲ μονοϲόλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ.

    [*](μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν. ἧν γὰρ αὐτῷἔθοϲ εὐθεῖαν, μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην εἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Δ 510) καὶ ἀκολούθωϲ αἰτιατικὴ «εχρῶτ’ ἀπονιψαμένη» (ϲ 172), τᾶϲ δὲ ἄλλαϲ πλαγίαϲ οἰδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ· εχροΐ ἔντε’ ἐδύϲατο παμφανόωντα» (1 596) καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν ποιεῖϲθαι)
    707

    Choer 62, 27 coll. 232, 14: τὰ εἰϲ υϲ ὑπὲρ μίαν ϲυλλαβήν, εἰ μὲν ᾖ ὑποκοριϲτικά, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ Καμῦϲ τοῦ Καμῦ, ὁ Λαρδῦϲ τοῦ Λαροῦ, ὁ Κλαυϲῦϲ τοῦ Κλαυῦ, ὁ Καροῦϲ τοῦ Καρδῦ, δ Διονῦϲ τοῦ Διονῦ, εἰ δὲ μὴ ῇ ὑποκοριϲτικά, διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ ῦ καὶ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον ὀϲφῦϲ ὀϲφύοϲ, ίχθῦϲ ἰχθύοϲ, ὀφρῦϲ ὀφρύοϲ.

    Choer. 231, 33 — 235, 3: τὰ εἰϲ υϲ μονογενῆ τὸ υ φυλάϲ(ει ἐπὶ γενικῆϲ δηλονότι καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον ϲτάχυϲ ϲτάχυοϲ, βότρυϲ βότρυοϲ, νέκυϲ νέκυοϲ, Τῖφυϲ Πίφυοϲ, Ῥαδάμανθυϲ Ῥαδαμάνθυοϲ, Πάλμυϲ Πάλμυοϲ· τὸ γὰρ Πάλμυδοϲ διὰ τοῦ δοϲ κλιθὲν παρὰ Αἰϲχύλῳ ἡμάρτηται ἔϲτι δὲ ὄνομα κύριον βαϲιλέωϲ· χωρὶϲ τοῦ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ. καὶ τούτων ἡ γενικὴ πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκάθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ μεταβάλλειν (ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιϲ μάντεωϲ, ὄφιϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ); εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ε καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω. εἰ δέ που εὑρήϲειϲ πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο, γνῶθι ὅτι ἀπὸ τοῦ πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ω γέγονε πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο. τῷ δὲ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ ἠκολούθηϲε καὶ τὸ πρέϲβυϲ ὁ γέρων καὶ πρότερον ἐγένετο ἡ ἔκταϲιϲ τοῦ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ οὕτωϲ ἐγένετο ἡ παραλήγουϲα διὰ τοῦ ε πρέϲβεωϲκαὶ τελευταῖον ἔτρεψε τὸ ω εἰϲ τὸ ο καὶ ἐγένετο πρέϲβεοϲ. ἐπὶ δὲ τῶν ἐκπεμπομένων εἰϲ πρεϲβείαν οὐχ εὺρίϲκομεν τὴν εὐθεῖαν εἰϲ υϲ, ὥϲπερἐνόμιϲάν τινεϲ. εἰ γὰρ εὕρηται ἡ αἰτιατικὴ τὸν πρέϲβιν ὡϲ μάντιν καὶ ἡ κλητικὴ ὦ πρέϲβιϲ Ἀττικῶϲ ὥϲπερ ὦ μάντιϲ, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέϲβιϲ ὥϲπερ ὁ μάντιϲ καὶ ἡ γενικὴ τοῦ πρέϲβεωϲἀκολούθωϲ ὥϲπερτοῦμάντεωϲ.

    Choer. 219, 2. τὰ εἰϲ υϲ λήγοντα τριγενῆ διὰ τοῦ εοϲ κλίνεται οἶον ταχύϲ ταχέοϲ, βραδύϲ βραδέοϲ, ὀξύϲ ὀξέοϲ, ἡδύϲ ἡδέοϲ, ὠκύϲ ὠκέοϲ, ἤμιϲυυ μίϲεοϲ, θῆλυϲ θήλεοϲ τὸ θήλυδοϲ παρὰ Ϲοφοκλεῖ κλιθὲν διὰ τοῦ δοϲ ἡμάρτηται. ἰϲτέον δὲ ὅτι ταῦτα τὰ εἰϲ ῦϲ τριγενῆ διὰ τὸ ε καὶ ο μόνωϲ κλίνεται οἰον ταχέοϲ, βραδέοϲ, ὠκέοϲ οὐκ ἐκτείνει δὲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ὡϲ ἐπὶ τοῦ Πηλεύϲ Πηλέωϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. οὐδὲ γὰρ γίνεται βραδέωϲ κὶ ταχέωϲ καὶ ὠκέωϲ καὶ ὀξέωϲ διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι [*](1. 7 ef. fr. 19. Apud Choer. quaestio instituitur, num πρέϲβυϲ unius generis sit an trium generum et additur: τὸ πρέϲβυϲ οἱ τεχνικοὶ μονογενὲϲ λέγουϲιν εἶναι, inter quos praecipue eum Herodianum numerasse et exscripsisse constat congruit cum Choer. in hac causa etiam locus in Ep. Cr. I 147, 14, ubi Λίβυϲ et πρέϲβυϲ diserte μονογενῆ vocantur. 1.10 Πάλμυϲ pro Πάλαμυϲ M (Gaisf.E.M. p. 8); iam coni. Dindorf in Thes. s. v. 1. 11 M habet Αἰϲχίνῃ, falso ut vide tur. Etiam Cathol. p. 237, 11 Τάλμυϲ corrigendum est.)

    708
    διὰ ποίαν αἰτίαν τὰ εἰϲ υϲ τριγενῆ διὰ τοῦ ε καὶ ο μόνωϲ κλίνεται καὶ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην, ὅτι διὰ τοῦτο τὰ εἰϲ υϲ τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν, ἐπειδὴ τὰ εἰϲ α λήγοντα θηλυκὰ παραϲχηματιζόμενα ἀρϲενικοῖϲ ἰϲοχρονεῖν θέλει τῇ ληγούϲῃ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ οἷον Βυζαντίου Βυζαντία, Ῥοδίου Ῥοδίᾳ, ἀλλοτρίου ἀλλοτρία, μετρίου μετρία, οἰκείου οἰκεία, παραπληϲίου παραπληϲία, Ϲαμίου Ϲαμία. ἰδοὺ ἐπὶ τούτων μακρόν ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ μακρά ἐϲτι, καὶ πάλιν παντόϲ πᾶϲα, χαρίεντοϲ χαρίεϲϲα, Φοίνικοϲ Φοίνιϲϲα, ἄνακτοϲ ἄναϲϲα, Κίλικοϲ Κίλιϲϲα, τύπτοντοϲ τύπτουϲα, γράφοντοϲ γράφουϲα, τετυφότοϲ τετυφυῖα. ἰδοὺ ἐπὶ τούτων βραχύ ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτιν. ὅτι γὰρ ἀληθήϲἐϲτιν ὁ κανὼν δῆλον ἐκ τῶν εἰϲ ευϲ. ἰδοὺ γὰρ ἔϲτι βαϲιλεύϲ βαϲιλέοϲ βαϲίλεια, ἱερεύϲ ἱερέοϲ ἱέρεια· καὶ ἰδοὺ τὰ θηλυκὰ ϲυνεϲταλμένον ἔχει τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτι, διὰ γὰρ τοῦ ο ἐϲτίν. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ τὴν γενικὴν διὰ τοῦ ἑ καὶ ω ποιοῦϲιν, ἀποφέρονται τὰ θηλυκὰ ἰϲοχρόνωϲ τῇ ἰδίᾳ γενικῇ, ὅθεν καὶ παροξύνουϲιν αὐτά, ἱερεία γὰρ λέγουϲι διὰ μακροῦ τοῦ α πρὸϲ τὴν ἱερέωϲ γενικὴν τὴν διὰ τοῦ ε καὶ ω. ϲεϲημείωται τὸ πέπειροϲ πεπείρου πέπειρα καὶ τὸ δῖοϲ δίου δῖα οἶον
  • δῖα γυναικῶν (Β 714),
  • ἴοϲ ἴου ἴα, ϲημαίνει δὲ τὴν μίαν οἷον
  • οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ’ ἱα γῆρυϲ (Δ 437 ),
  • καὶ τὸ μία ἀπὸ τοῦ ἴα κατὰ πλεοναϲμὸν τοῦ μ. ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ. τούτων οὖν οὕτωϲ ἐχόντων τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα τοῖϲ εἰϲ υϲ πάντα ϲυνεϲταλμένον ἔχει τὸ α καὶ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ταχύϲ ταχεῖα, βραδύϲ βραδεῖα, ὀξύϲ ὀξεῖα, ἡδύϲ ἡδεῖα. ἐὰν οὖν γένωνται ἐπὶ τούτων αἱ γενικαὶ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ, εὑρεθήϲονται τὰ εἰϲ ουϲ (leg. εια) λήγοντα θηλυκὰ ϲυνεϲταλμένον ἔχοντα τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἀδύνατον.

    Choer. 221, 3 (coll. 62, 1): ἔτι δὲ εἰπεῖν καὶ ἄλλην λόϲιν ἔχουϲαν οὕτωϲ διὰ τοῦτο τὰ εἰϲ υϲ τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν, ινα μὴ ϲυμπέϲωϲιν αἱ γενικαὶ τούτων τοῖϲ ἐπιρρήμαϲι. τὰ γὰρ ἐπιρρήματα αὐτῶν διὰ τοῦ ἕ καὶ ῦ ἐϲτί, ταχέωϲ ἔδραμον, ὀξέωϲ ἤκουϲε, βραδέωϲ ἦλθε, ταχέωϲ διελέγχθη, ἡδέωϲ ἠκροάϲατο.

    Choer. 221, 13: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ [*](1. 40 cf. Ep. Cr. l 341, ubi ταχῆοϲ ut a norma exemptum componitur cum πόληοϲ et τεμένηοϲ atque Herodianus videtur huiue formae ut a regula aberran tis mentionem fecisse,)

    709
    υϲ τριγενῆ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ κατὰ τὴν γενικὴν οὐ γίνεται Ἰωνικῶϲ διὰ τοῦ η καὶ ο οἷον ταχῆοϲ καὶ βραδῆοϲ ὥϲπερ Πηλῆοϲ καὶ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν ἀπολογήϲαϲθαι οὕτωϲ· ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ οὐδέποτε εὑρίϲκεται μείζων τῆϲ ληγούϲηϲ τῆϲ ίδίαϲ εὐθείαϲ, ἀλλ’ ἢ ἴϲη πρὸϲ αὐτὴν ἢ ἐλάττων χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ. ἴϲη μὲν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, Τρώϲ Τρωόϲ, Πάριϲ Πάριδοϲ, ὄφιϲ ὄφεοϲ ἐλάττων δὲ οἱον Μέμνων λέμνονοϲ, Ἕκτωρ Ἕκτοροϲ, γείτων γείτονοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ. ἐὰν οὖν τὰ εἰϲ ῦϲ γένηται διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ οἷον ταχύϲ ταχῆοϲ, βραδύϲ βραδῆοϲ, ὀξύϲ ὀξῆοϲ, ερίϲκεται ἔχοντα τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ μείζονα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἡ γὰρ εὐθεῖα ϲυνεϲταλμένον ἔχει τὸ ῦ, ὅπερ ἐϲτὶν ἀδύνατον. πρόϲκειται ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ » διὰ τὰ εἰϲ ιξ καὶ τὰ εἰϲ υξ, διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ δίχρονον, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, ἐν δὲ τῇ γενικῇ ἐκτεταμένον αὐτὸ ἔχει, τουτέϲτι φύϲει μακρόν, καὶ ἰδοὺ εὺρίϲκεται ἐπὶ τούτων ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ· τὸ γὰρ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ὤφειλε καὶ ἡ εὐθεῖα ἐπὶ τούτων ἐκτεῖναι τὸ ι καὶ τὸ υ, λέγω δὴ ἐν τῷ φοῖνιξ καὶ κῆρυξ καὶ τοῖϲ ὁμοίοιϲ· ἀλλ’ ἐπειδὴ τὸ ῑ καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτε εὑρίϲκεται φύϲει μακρὰ χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχμένου οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, πνίξω, ψύχω ψύξω τούτου οὖν χάριν ϲυνεϲτάλη ἐν τῇ εὐθείᾳ τὸ ῑ καὶ τὸ ῦ διὰ τὴν ἐπιφορὰν τοῦ ξ, ἐν δὲ τῇ γενικῇ τῇ φοίνικοϲ καὶκήρυκοϲ ἀποϲτάντοϲ τοῦ διπλοῦ ἐγένετο τὰ δίχρονα φύϲει μακρά. πρόϲκειται «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχημένου» διὰ τὸ ἰξεύω ἱξευον. τὸ μὲν ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ῑ, τὸ δὲ ἴξευον φύϲει μακρὸν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρψχημένων. πρόϲκειται δὲ «χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὰ διὰ τοῦ θοϲ κλινόμενα, ἐπειδὴ τὸ ὄρνιϲ καὶ τὸ μέρμιϲ (ϲημαίνει τὸ ϲχοινίον τὸ λεπτὸν) ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ι, ἐν δὲ τῇ γενικῇ τῇ ὄρνιθοϲ καὶ μέρμιθοϲ ἐκτείνει αὐτό. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ θοϲ κλινομένη μακρὰν ἔχει τὴν παραλήγουϲαν οἰον κῶμυϲ κώμυθοϲ (ϲημαίνει δὲ τὴν δέϲμην τοῦ χόρτου) ὡϲ παρὰ Θεοκρίτῳ (4, 18)
  • καὶ μαλακὸν χόρτοιο καλὴν κώμυθα δίδωμι,
  • δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῶον ὅμοιον μελίϲϲῃ), χωρὶϲ τοῦ κόρυϲ κόρυθοϲ, τοῦτο γὰρ φυλάττει τὸ υ ϲυνεϲταλμένον κατὰ τὴν γενικὴν οἷον
  • δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάματον πῦρ (Ε 4)
  • καὶ [*](1. 33 de nominativi κωμυϲ accentu non constat. 1. 35 Theocriti versum hic M sic habet: κ μαλακοῦ χ. καλὰν κτλ., Choer. 358, 11. κ. μαλακοῦ χ. καλὸν κτλ.)
    710
  • κόρυθα βριαρήν (Λ 375).
  • δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν εἰϲ υν» , ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ῦ, ἐν δὲ τῇ γενικῇ ἐκτείνει αὐτὸ οἰον Φόρκυν Φόρκυνοϲ, Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Κρήτηϲ) δοξάζουϲιν δέ τινεϲ ὅτι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ καὶ ἐν τῇ γενικῇ. ἐμάθομεν οὖν διατί τὰ εἰϲ υϲ οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικήν, ἐμάθομεν γὰρ ὅτι ινα μὴ γένηται ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.