Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 164, 8: ὥϲπερ ἀπὸ τοῦ Ααντε γίνεται Αῖαντεϲ προϲθέϲει τοῦ ϲ, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθένεεϲ προϲθέϲει τοῦ ϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον Δημοϲθένειϲ.

Δεῖ δὲ γινώϲκειν ὅτι ἐν μὲν τοῖϲ δυικοῖϲ τὰ δύο εε εἰϲ η κίρναται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ, ϲπανίωϲ δὲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ, ἀλλ’ εὑρίϲκεται τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡϲ παρ’ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ ακεδαιμονίων), καὶ ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ η οἷον ἱππέεϲ ἱππῆϲ καὶ βαϲιλέεϲ βαϲιλῆϲ. ταῦτα δὲ Ἀττικά ἐϲτι καὶ ἐπὶ μόνων τῶν εἰϲ ϲῦϲ τοῦτο ποιοῦϲιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰϲ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖϲ δυκοῖϲ τὰ δύο εε εἰϲ η κιρνᾶται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ειδίφθογγον.καὶἔϲτιν ἀπολογήϲαϲθαι περὶ τούτων οὕτωϲ· τὸι χαρακτηριϲτικόν ἐϲτι τῆϲεὐθείαϲ τῶν πληθυντικῶν, οὐ μὴν τῆϲ εὐθείαϲ τῶνδυϊκῶν οἷον φίλοι, ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ῑ χαρακτηριϲτικόν   ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν,  εὐλόγωϲ οὖν ἐν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἐπειδὴ εἰ ἐγένετο τῶν δύο εε κρᾶϲιϲ εἰϲ τὴν ει δίφθογγον ἐν τοῖϲ δυϊκοῖϲ, εὑρίϲκεται τὸ ι ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ, ὅπερ ἐϲτὶ γνήϲιον, ὡϲ εἴρηται, τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν. τούτου χάριν, ἱνα μὴ εὑρεθῇ τὸ ῑ τελικὸν ἐπὶ τῆϲ εὐθείαϲ τῶν δυικῶν, οὐκ ἐγένετο ἡ κρᾶϲιϲ τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ἀλλ’ εἰϲ τὸ η. ἔϲτιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν οὐδέποτε εὑρίϲκεται ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν εὐθεῖα δυικῶν εἰϲ οἱανδήποτε δίφθογγον λήγουϲα οἱον τὼ Ααντε, τῶ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέϲτα. ὅθεν καὶ ἐπὶ τῆϲ εἰϲ α καὶ εἰϲ ω ληγούϲηϲ δοτικῆϲ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ῑ οὕϲηϲ, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ ὁμήρῳ τῶ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖϲ δυϊκοῖϲ οὐ κίρναται. τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον. πρόϲκειται «ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν» διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀρϲενικὰ ἀλλὰ τὸ μὲν οὐδέτερον τὸ δὲ θηλυκόν, ἄλλωϲ τε δὲ καὶ ϲπάνιά ἐϲτιν ἅτινα οὐκ ἔρρηται εἰϲ κανόνα. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοϲι φωνήεϲι κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι, τῶ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆϲ εὐθείαϲ τῶν [*](1. 38 ἔρρηται scripsi pro ἔρρονται; an εἴρονται, inseruntur?)

697
δυϊκῶν ἓν φωνῆεν ἐχούϲηϲ. εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πληθυντικοῖϲ τὰ δύο ὲὲ εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἵνα πλείονα ϲχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆϲ εὐθείαϲ τῶν δυικῶν. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην ἡ εὐθεῖα τῶν δυικῶν μείζονι χρόνῳ κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐϲτι τῆϲ ο διφθόγγου. τὰ Μηδεία αἱ λήδειαι. τὸ α τὸ φύϲει μακρὸν μεῖζόν ἐϲτι τῆϲ αῖ διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐϲτι τῆϲ ε διφθόγγου, εἰκότωϲ ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρναται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον, ινα εὑρεθῇ μείζονα χρόνον ἔχουϲα ἡ εὐθεῖα τῶν δυικῶν, ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν.

Choer. 169. 2. πᾶϲα αἰτιατικὴ ἑνικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἷον Ααντα Αἴανταϲ, λέβητα λέβηταϲ, άχητα Λάχηταϲ, ἔρωτα ἔρωταϲ. οῦτωϲ οὖν καὶ Δημοϲθένεα Δημοϲθένεαϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ τὴν ε δίφθογγον Δημοϲθένειϲ.

Choer. 170, 10. δεῖ καὶ τοῦτο γινώϲκειν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ. τῶν παρὰ τὸ ἔτοϲ διὰ τοῦ α ποιοῦϲι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τοὺϲ Δημοϲθέναϲ, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τοὺϲ Ἀριϲτοφάναϲ, ὁ δωδεκαέτηϲ τοῦ δωδεκαέτουϲ τοὺϲ δωδεκαέταϲ, ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ τοὺϲ ἑπταέταϲ. τὴν δὲ εὐθεῖαν τῶν πληθυντικῶν διὰ τῆϲ αι διφθόγγου ποιοῦϲιν ἐπὶ τούτων οἰον οἱ Δημοϲθέναι, οἱ Ἀριϲτοφάναι, οἱ ἑπταέται.

Περὶ τῶν εἰϲ ιϲ.

Choer. 181, 15: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ῑ καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἰον κίϲ κιόϲ

  • ἀκιώτατοι ἱϲτοβοεϲ (Hesiod. Opp. 433),
  • λίϲ λιόϲ
  • ὥϲτε λὶϲ ἠῦγένειοϲ (P 109)
  • [*](1. 15 extrema verta καὶ κατὰ κρᾶϲιν — Δημοϲθένειϲ ex Herodiani sententia, quam ex ipso Choer. p. 861, 18 cognovimus, transformavi, nam Choeroboscus haec habet: μηδεὶϲ οἰέϲθω, ὅτι τὸ Δημοϲθένειϲ ἀπὸ τοῦ Δημοϲθένεαϲ γέγονε κατᾶ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ ει τὸ γᾶρ ὲ καὶ α εἰϲ η κίρναται. ἀλλ δεῖ λέγειν ὅτι ὁμοφωνία ἐϲτὶ τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ ϲ λήγουϲα καὶ ϲυναιρουμένη κατᾶ τὴν τελευταίαν ϲυλλαβὴν τὴν αἰτιατικὴν ἔχει ὁμόφωνον αὐτῇ καὶ τὴν κλητικὴν, οἷον οἱ βότρυϲ τοὺϲ βότρυϲ ὦ βότρυϲ, οἱ βοῦϲ τοὺϲ βοῦϲ ὦ βοῦϲ, οἱ ἰχθῦϲ τοὺϲ ἰχθῦϲ ὧ ίχθῦϲ, οἱ ἡδεῖϲ τοὺϲ ἡδεῖϲ ὦ ἡδεῖϲ, οἱ εὐγενεῖϲ τοὺϲ εὐγενεῖϲ ὦ εὐγενεῖϲ, οἷ εὐφυεῖϲ τοὺϲ εὐφυεῖϲ ὦ εὐφυεῖϲ. οὕτωϲ οὖν καὶ οἱ Δημοϲθένειϲ τοὺϲ Δημοϲθένειϲ ὦ Δημοϲθένειϲ. Atque fortasse ipse Herodanus abnormem crasin per bomophoniam casuum excusavit hoc fere modo: ἐγένετο δὲ ϲυναίρεϲιϲ τοῦ ε καὶ α εἰϲ ει καὶ οὐκ εἰϲ η ὡϲ ἔθοϲ, ἵν’ ἦ ὁμοφωνία τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. πᾶϲα γᾶρ εὐθεῖα κτλ. Tum secutura essent Choer. 170, 4 οἱ δὲ Ἀττικοὶ τούτῳ τῷ λόγῳ οὐκ ἀκολουθοῦϲιν· ἐκεῖνοι γᾶρ ἐπὶ τῶν εἰϲ ευϲ ϲυναιροῦντεϲ τά δύο εὲ εἰϲ τὸ ῆ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν οἷον ίππέεϲ ἱππῆϲ, βαϲιλέεϲ βαϲιλῆϲ, οὐ ποιοῦϲι τὴν αἰτιατικὴν ὁμόφωνον τῇ εὐθείᾳ οὐδὲ γὰρ ποιοῦϲι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν διὰ τοῦ η.)
    698
    λῖεϲ μέντοι λίεϲϲι παρὰ Ἀντιμάχῳ ἐπὶ τοῦ λέοντοϲ· τὸ γὰρ λίϲ ὅτε ἐπὶ τῆϲ πέτραϲ οἷον
  • πέτρη γὰρ λίϲ ἐϲτιν (μ 79)
  • ἀντὶ τοῦ ὁμαλή ἐϲτι πάντῃ ἄκλιτον. τοῦτο δὲ μακρὸν ἔχει τὸ ῑ. τινὲϲ δὲ καὶ τὴν Διόϲ γενικὴν ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ θέλουϲι λέγειν τῆϲ εἰρημένηϲ παρὰ τῷ Ῥνθωνι· αὕτη δὲ ἑτερόκλιτόϲ ἐϲτιν, ἀπὸ γὰρ τῆϲ ζεύϲ εὐθείαϲ ἐϲτίν. οὐ γὰρ δύναται ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ εἰναι ἡ Διὸϲ γενική, ἐπειδὴ βραχὺ δεῖ ἔχειν τὸ ι οἷον
  • εὐδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμοϲ ὕπνοϲ (Β 2).
  • εἰ δ’ ἦν ἁπὸ τῆϲ Δίϲ εὐθείαϲ ὤφειλε μακρὸν ἔχειν τὸ ι, ὥϲπερ κίϲ κιόϲ, λίϲ λιόϲ (εἰ γὰρ καὶ εὕρηται τὸ λίϲϲυνεϲταλμένον ἔχον τὸ ι, ὡϲ ἐπὶ τοῦ ὥϲτε λὶϲ ἠῦγένειοϲ ποιητικῶϲ) ὡϲ παρ’ Εὐφορίωνι ἐν Μοψοπίᾳ, ὡϲ ἐπὶ τοῦ
  • οἱ ἐπιθύουϲιν βουϲὶ λίεϲ,
  • καὶ πάλιν
  • κάπροι τε λίεϲ τε,
  • ἀλλ’ οὖν καὶ ἐκτεταμένον ἔχει αὐτό, ὡϲ ἐπὶ τοῦ
  • λῖεϲ μέν τοι λίεϲϲιν.
  • η δὲ Διόϲ γενικὴ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον. τούτων οὕτωϲ ἐχόντων, μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ oc καὶ ἔϲτιν εἰπεῖν, ὅτι τοῦτο ἐπειδὴ ϲυϲτέλλει τὸ ι, τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτὸ οἷον κίϲ λίϲ, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν, τὸ γὰρ ῥίϲ ῥινόϲ καὶ. θίϲ θινόϲ διὰ τοῦ νοϲ κλινόμενα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ· ταῦτα γὰρ δικατάληκτά ἐϲτιν οἷον ῥίϲ καὶ ῥίν, θίϲ καὶ θίν ϲημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν ϲωρὸν εἴτε χρημάτων εἴτε λίθων εἴτε ἑτέρων τινῶν τοιούτων· ἀλλ’ ἡνίκα μὲν τὸν αἰγιαλὸν ϲημαίνει, θηλυκῶϲ λέγεται, ἡνίκα δὲ τὸν ϲωρόν, ἀρϲενικῶϲ οἷον ἐπὶ τοῦ αἰγιαλοῦ
  • θῖν’ ἐφ’ ἁλὸϲ πολιῆϲ (A 350).
  • ἐπὶ δὲ τοῦ ϲωροῦ
  • πολὺϲ δ’ ἀμφ’ ὀϲτεόφιν θίϲ (μ 45).
  • οὐδέποτε δὲ ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. παραιτητέον ἄρα τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν. μεταπλαϲμὸϲ γάρ ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην.

    Choer. 56, 10 coll. 186, 15: τὰ εἰϲ ιϲ κύρια μετὰ οἱουδήποτε ϲυμφώνου διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἀρϲενικὰ ᾖ εἴτε θηλυκὰ οἷον Ἧλιϲ Ἤλιδοϲ, Πάριϲ Πάριδοϲ, Ἄδωνιϲ Ἀδώνιδοϲ, Θέογνιϲ Θεόγνιδοϲ, Ἀθῆνιϲ [*](1. 26 — 31 verba uncinis inclusa cpitomatoris esse puto, nam apud Homerum θίϲ semper masculinum est. ef. Thesaurum s. v. Ceterum Α 350 Choeroboscus legisse videtur θῖν’ ἐφ’ ἁλὸϲ πολιήν. cf. schol. ad h. 1. 1. 32 verba inde ab οὐδέποτε δὲ ἐμελέτηϲε usque ad finem recepi ex ll. Pr. Ϲ 352 (ψ 254, Ξ 387). Cae terum cf. Arc. 125, 1, Mon. 19, 1, Dichr. 283, 1, Theogn. 133 et 135.)

    699
    Ἀθήνιδοϲ, Κρίνιϲ Κρίνιδοϲ, Ἷϲιϲ ϲιδοϲ, Θέτιϲ θέτιδοϲ, Κύπριϲ Κύπριδοϲ, Μέμφιϲ Μέμφιδοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Αἰγύπτου).

    Choer. 56, 25 coll. 187, 1: ἰϲτέον δὲ ὅτι ἐϲτί τινα κύρια εἰϲ ιϲ θηλυκὰ μὴ κλιθέντα διὰ τοῦ δοc ἔϲτι δὲ ταῦτα, Χάρυβδιϲ Χαρύβδεωϲ, Ϲάρδιϲ Ϲάρδεωϲ. ταῦτα γὰρ οὐκ ἐκλίθη διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν, εὑρίϲκετο γὰρ ἀλλεπαλληλία τοῦ δ, ὅπερ ἐϲτὶ κακόφωνον. τούτοιϲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν καὶ τὸ Τράλλιϲ Τράλλιοϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Ἰωνικῆϲ. ἔτι ϲεϲημείωται καὶ τὸ Ϲκῆψιϲ Ϲκήψιοϲ καὶ Ἐπίϲκηψιϲ Ἐπιϲκήψιοϲ (ὀνόματα δέ ἐϲτι ταῦτα πόλεων Τρωϊκῶν), καὶ τὸ Λάχεϲιϲ αχέϲιοϲ καὶ Νέμεϲιϲ εμέϲιοϲ καὶ τὸ πίκτηϲιϲ Ἐπικτήϲιοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ταῦτα δὲ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἐπειδὴ ταῦτα κύρια ὄντα ὡμοφώνηϲε τοῖϲ προϲηγορικοῖϲ καὶ τὴν τῶν προϲηγορικῶν κλίϲιν ἀνεδέξατο. τὸ δὲ ζεῦξιϲ ζεύξιδοϲ τὴν τοῦ προϲηγορικοῦ ζεῦξιϲ ζεύξιοϲ κλίϲιν οὐκ ἀνεδέξατο, ἐπειδὴ οὐκ ἔϲτι τοῦ αὐτοῦ γένουϲ σὗπερ καὶ τὸ προϲηγορικόν ἐϲτιν. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ γένοϲ, εἰκότωϲ καὶ περὶ τὴν κλίϲιν διήλλαξεν.

    Choer. 56, 33 coll. 188, 4. τὰ εἰϲ ιϲ ὀνόματα Αἰγύπτια ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Ξόϊϲ Ξόϊοϲ, Ἄθλιβιϲ Ἀθλίβιοϲ, Ϲύϊϲ Ϲύϊοϲ, Θμοῦϊϲ Θμούιοϲ, Ταμίαθιϲ Ταμιάθιοϲ, ὡϲαύτωϲ καὶ Ϲάϊϲ, Χέμμιϲ, ψένυριϲ, ψινέκταβιϲ καὶ Μώμεμφιϲ Μωμέμφεωϲ ὡϲ Ἀρίϲταρχοϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον » διὰ τὸ Μέμφιϲ Μέμφιδοϲ, ὅπερ παρά τιϲι καὶ λέμφιοϲ εἴρηται οὐκ ἀκριβῶϲ, καὶ Βούϲιριϲ Βουϲίριδοϲ καὶ Ὄϲίριϲ ’ϲίριδοϲ. καὶ ταῦτα γὰρ Αἰγυπτίων ἐϲτὶν ὀνόματα καὶ ὅμωϲ διὰ τοῦ δοϲ κλίνεται.

    Choer. 37, 7: τὰ παρὰ τὸ πόλιϲ ϲύνθετα, ἂν μὲν θηλυκοῦ μόνου γένουϲ γένηται, τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν, τουτέϲτι διὰ καθαροῦ τοῦ ωϲ κλίνεται οἷον πόλιϲ πόλεωϲ, ἀκρόπολιϲ ἀκροπόλεωϲ, Καλλίπολιϲ Καλλιπόλεωϲ, Ἀμφίπολιϲ Ἀμφιπόλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), Χρυϲόπολιϲ, Νικόπολιϲ, μητρόπολιϲ ἐὰν δὲ ἀρϲενικοῦ μόνου γένουϲ γένηται, ἢ ἀρϲενικοῦ καὶ θηλυκοῦ, διὰ τοῦ δοϲ κλίνεται. ἀρϲενικοῦ μὲν μόνου γένουϲ οἷον ὁ Ϲώπολιϲ τοῦ Ϲωπόλιδοϲ (ἔϲτι δὲ ὄνομα κύριον κωμικοῦ), ὁ Ἀγηϲίπολιϲ τοῦ Ἀγηϲιπόλιδοϲ (ἔϲτι δὲ ὄνομα ϲτρατηγοῦ τῶν Ἀθηναίων), ἀρϲενικοῦ δὲ καὶ θηλυκοῦ οἰον ὁ φιλόπολιϲ καὶ ἡ φιλόπολιϲ τοῦ φιλοπόλιδοϲ τῆϲ φιλοπόλιδοϲ, ὁ ἄπολιϲ καὶ ἡ ἄπολιϲ τοῦ [*](1. 1 Κρίνιϲ scripsi pro Κόρνιϲ ex Schol. ad Il. Α 39, unde etiam Arcadio hoc nomen restitnit Thes. pro κρίνιϲ vel κέρνιϲ librorum. 1. 3 de cacophonia consonae δ teratae cf. fr.41. 1. 20 Ϲύϊϲ ex St. B. scripsi pro Ϲόϊϲ et θμοῦιϲ pro Θμόιϲ ex eodem, addidi ex St. B. nomina inde a Ϲάϊϲ usque ad Μώμεμφιϲ, quia St. B. diserte de eorum declinatione praescribit: Ϲάϊϲ κλίνεται Ϲάεωϲ ὡϲ λέμφεωϲ, Χέμμιϲ — κλίνεται δὲ διὰ τοῦ εωϲ Χέμμεωϲ, ψένυριϲ —κλίνεται ψενύρεωϲ. ψινέκταβιϲ. —κλίνεται ψινεκτάβεωϲ. Μώμεμφιϲ — κλίνεται λωμέμφεωϲ, ὡϲ Ἀρίϲταρχοϲ, quae omnia ex Herodiani libro περὶ κλίϲεωϲ petita esse hic Choerobosci locus comprobat. Concinit St. B. cum Choerob. de λέμφιϲ, dicit enim s. v. κλίνεται καὶ Μέμφιδοϲ καὶ Μέμφιοϲ. 1. 30 ex p. 188, 12 addidi Χρυϲόπολιϲ — μητρόπολιϲ,)

    700
    ἀπόλιδοϲ καὶ τῆϲ ἀπόλιδοϲ. Ἀνδροτίων δὲ καὶ τὸ μόνωϲ θηλυκὸν Τετράπολιϲ Τετραπόλιδοϲ φηϲὶ διὰ τοῦ δ.

    Choer. 189, 4: τὸ Πάριοϲ καὶ Θέτιοϲ Ἰωνικά ἐϲτιν ἐπειδὴ οἱ Ἴωνεϲ ερίϲκουϲί τινα εἰϲ ιϲ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα, ὡϲ ἐπὶ τοῦ μάντιϲ μάντιοϲ καὶ ὄφιϲ ὄφιοϲ, τούτου χάριν καὶ ἐπὶ τῶν κλινομένων διὰ ϲυμφώνου ποιοῦνται τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ, ἐπαίροντεϲ τὸ ϲύμφωνον, ἵνα μιμήϲωνται τὰ ἄλλα, φημὶ δὲ τὰ κλινόμενα διὰ καθαροῦ τοῦ οϲ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ

  • θέτιοϲ δ’ ἐξαίϲιον ἀρήν (Ο 598),
  • ἐξ οὐ τὸ Θέτϊ, καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι μακρὸν Θέτι
  • πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407),
  • Ἀδώνιδοϲ Ἀδώνιοϲ. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ποιοῦϲι· ἐπὶ γὰρ τῶν εἰϲ ιϲ ὀξυτόνων οὐκ ἀποβάλλουϲι τὸ δ οἷον μημίϲ μημίδοϲ, ἁψίϲ ἁψίδοϲ, Χρυϲηΐϲ Χρυϲηῖδοϲ. ἀλλ’ οὕτε ἐπὶ τῶν τρεπόντων τὸ δ εἰϲ τὸ τ παρὰ τοῖϲ Δωριεῦϲιν ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ οἷον Θέμιϲ Θέμιδοϲ καὶ Θέμιτοϲ Δωρικῶϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ποιητικῶϲ Θέμιϲτοϲ οἷον
  • Θέμιϲτι δὲ καλλιπαρήῳ ( 87),
  • ζεὺϲ δὲ θέμιϲτα κέλευϲεν (Υ 4),
  • καὶ πάλιν χάριϲ χάριδοϲ χάριτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ χάριϲτοϲ. τοῦτο δὲ τὸ χάριϲ χάριτοϲ καὶ παρ’ ἡμῖν οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἀλλ’ οὕτε δὲ τὰ εἰϲ ιϲ θηλυκὰ τὰ γενόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν ἀποβάλλει   τὸ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ὁ τοξότηϲ τοῦ τοξότου καὶ ἡ τοξότιϲ τῆϲ τοξότιδοϲ, ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, ὁ δραπέτηϲ τοῦ δραπέτου καὶ ἡ δραπέτιϲ τῆϲ δραπέτιδοϲ. ἀλλ’ οὕτε δὲ τὰ νομιζόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γεγενῆϲθαι γίνεται χωρὶϲ τοῦ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ἡ πλευρῖτιϲ τῆϲ πλευρίτιδοϲ τῇ πλευρίτιδι, ἡ φρενῖτιϲ τῆϲ φρενίτιδοϲ, ἡ νεφρῖτιϲ τῆϲ νεφρίτιδοϲ ταῦτα ὡϲ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν δοκεῖ εἶναι, ιὡϲ ἀπὸ τοῦ ὁ πλευρίτηϲ καὶ ὁ φρενίτηϲ καὶ ὁ νεφρίτηϲ, ἔϲτι δὲ ὀνόματα νοϲημάτων.

    Choer.57, 20 coll. 191, 22: τὰ εἰϲ ιϲ προϲητορικὰ ἀρϲενικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ μὴ ὄντα δικατάληκτα μὴ ὄντα παρώνυμα μακροπαράληκτα διὰκαθαροῦ τοῦ οϲ κλίνεται οἰον ὄφιϲ ὄφιοϲκαὶ ὄφεωϲ, ἔχιϲ ἔχιοϲ καὶ ἔχεωϲ, μάντιϲ μάντιοϲ καὶ μάντεωϲ, πόϲιϲ πόϲιοϲ καὶ πόϲεωϲ, κόριϲ κόριοϲ ὅπου

  • κόρειϲ ὀλίγιϲτοί (Arist. Ran. 114).
  • πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ τίϲ τινόϲ. «μὴ ὄντα δικατάληκτα» διὰ τὸ δελφίϲ δελφῖνοϲ. «κἀρϲενικὰ» διὰ τὸ ἀϲπίϲ ἀϲπίδοϲ, μῆνιϲ μήνιδοϲ. «ἁπλᾶ» διὰ τὸ λεύκαϲπιϲ λευκάϲπιδοϲ. «μὴ ὄντα παρώνυμα [*](1. 1 adnotationem de Τετράπολιϲ ex St. B. s. v. 1. 17 de Θέμιϲ cf. Ep. Cr. 1 200, 7, de Ionica declinatione in universum Ep. Cr. I 358, 15.)
    701
    μακροπαράληκτα»  διὰ τὸ γύννιϲ γύννιδοϲ παρὰ τὸ γυνή καὶ λάτριϲ λάτριδοϲ παρὰ τὸ λάτρον καὶ εὐνιϲ εὔνιδοϲ παρὰ τὸ εὐνή ἡ κοίτη. ϲημαίνει δὲ τὸ εὖνιϲ τὸν ἄνδρα καὶ τὴν γυναῖκα, ὁ εὐνιϲ γὰρ καὶ ἡ εὐνιϲ. λέγεται δὲ εὐνιϲ καὶ ὁ ἐϲτερημένοϲ τῆϲ γυναικὸϲ τουτέϲτιν ὁ μεμονωμένοϲ· παρὰ γὰρ τὸ εἰϲ ἑνόϲ γέγονεν ἔνιϲ καὶ πλεοναϲμῷ τοῦ υ εὖνιϲ. οἷϲ ἐξηκολούθηϲε καὶ τὸ Οὖτιϲ Οὔτιδοϲ ἐπὶ τοῦ Ὀδυϲϲέωϲ ἀντὶ κυρίου ὀνόματοϲ λαμβανόμενον. ὁμοίωϲ καὶ τὸ ἄναλκιϲ ἀνάλκιδοϲ. τὸ δὲ δριϲ ὡϲ μὴ ὸν παρώνυμον μακρᾷ παραληγόμενον ὀφείλει κλίνεϲθαι ὡϲ τὸ ἔχιϲ, πόϲιϲ, ὄφιϲ· ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ τὸ πολυίδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ῖδριδα ἔφη τὴν αἰτιατικὴν ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ῖδριδεϲ. τὸ δὲ νῆιϲ ϲύνθετον. ἀπὸ τοῦ νη τοῦ ϲτερητικοῦ ἐπιρρήματοϲ καὶ τοῦ εἰδῶ ϲημαίνοντοϲ τὸ ἐπίϲταμαι οἰον ὁ ἐϲτερημένοϲ τοῦ ἐπίϲταϲθαι τοῦ εἴδῶ τὸ ϲύμφωνον ἐφύλαξε κατὰ τὴν κλίϲιν,. φημὶ δὴ τὸ δ.

    Choer. 58, coll. 193, 2: τὰ παρὰ τὸ μάντιϲ ϲύνθετα διὰ τοῦ δεοϲ κλίνεται οἷον κοϲκινόμαντιϲ κοϲκινομάντιδοϲ, ἀλευρόμαντιϲ ἀλευρομάντιδοϲ, πρόμαντιϲ προμάντιδοϲ.

    Choer. 84, 16: ἰϲτέον ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν τοιούτων, τουτέϲτι τῶν εἰϲ ιϲ τῶν διὰ καθαροῦ τοῦ οϲ κλινομένων, τρέπουϲι τὸ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ε μεταβάλλουϲιν οἰον μάν τιϲ μάντιοϲ μάντεωϲ, ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, καὶ φυλάττουϲι τὸν αὐτὸν τόνον, τουτέϲτιν ὃν εἶχον πρὸ τῆϲ τροπῆϲ οἷον μάντιοϲ μάντεωϲ, πόλιοϲ πόλεωϲ, ὄφιοϲ ὄφεωϲ. ερίϲκεται δὲ καὶ διὰ τοῦ ἕ καὶ ο ἡ γενικὴ κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο οἰον μάντεοϲ, ὄφεοϲ, πόλεοϲ, ὡϲ παρὰ τῷ Εὐριπίδη ἐν Ὀρέϲτῃ (895)

  • ὃϲ ἂν δύνηται πόλεοϲ ἔν τ’ ἀρχαῖϲιν ᾖ
  • καὶ ἐν ταῖϲ Βάκχαιϲ (1025)
  • δράκοντοϲ ἔϲπειρ’ ὄφεοϲ ἐν γαίᾳ θέροϲ.
  • οὐδέποτε δὲ τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα ϲυναιρεῖται κατὰ τὴν γενικὴν καὶ γίνεται εἰϲ ουϲ οἷον ὄφιϲ ὄφεοϲ, μάντιϲ μάντεοϲ, οὐδὲ γὰρ [*](1. 6 verba οἷϲ ἐξηκόλουθηϲε Οὖτιϲ Οὕτιδοϲ apposui secutus Ep. Cr.I 305,17, ubi hoc nomen compositum est cum εὖνιϲ et λάτριϲ, et Herod. in E. M. 643, 13, ἄναλκιϲ ex Ep. I 9, 3. τὸ δὲ δριϲ κτλ. adieci ex Il. Pr. Γ 219,adnotamentum de νῆϊϲ ex. Choer. 193, 9. 1. 28 in textum recipere dubitavi, quae ap. Choer. 195,4 leguntur: ἀποροῦϲί τινεϲ λέγοντεϲ διατί μὴ λέγομεν ὄφιϲ ὄφηοϲ καὶ μάντιϲ μάντηοϲδιὰ τοῦ καὶ ο Ἰωνικῶϲ ὡϲπερ Πηλεύϲ Πηλῆοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλῆοϲ. καὶ ἐϲτιν εἰπεῖν, ὅτι ὅταν γένηται οὕτωϲ, εὑρίϲκεται η παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ὄτοπον. τὸ γὰρ πόληοϲ διὰ τοῦ ῆ καὶ ο οἷον εἀγροῦ νόϲφι πόληοϲ» (α 185) οὐκ ἔϲτιν Ἰωνικόν, ἀλλ’ ἀπὸ τοῦ πόλιοϲ διὰ τοῦ ῑ γέγονε κατὰ Αίολικὴν τροπὴν τοῦ ι εἰϲ ῆ ὡϲ ἐπὶ τοῦ ψιμμύΘιον ψημμύθιον καὶ ἀκτῖνοϲ ἀκτῆνοϲ. Magis Herodianeam sententiam reprae sentare videntur Ep. Cr. I 341, 30, ubi πόληοϲ non per Aeolicum vocalis tropen explicatur, sed ut a norma exemptum propomtur: πόλιϲ καὶ ἡ γενικὴ πόλιοϲ καὶ πόληοϲ καὶ πόλεωϲ Ἀττικῶϲ. οὕτε δὲ ἀπὸ τῶν εἰϲ υϲ οὕτε ἀπὸ τῶν εἰϲ ιϲ οὔτε ἀπὸ τῶν εἰϲ οϲ ὀνομάτων γενικὴ ἐϲτι διὰ τοῦ η. ϲημειούμεθα ἀπὸ τῶν εἰϲ υϲ τὴν ταχῆοϲ, ἀπὸ τῶν εἰϲ ιϲ τὴν πόληοϲ, ἀπὸ τῶν εἰϲ οϲ τεμένηοϲ παρὰ Ἀλκαίῳ ἅπαξ χρηεαμένῳ. διατί δὲ οὐ γίνεται ἡ γενικὴ διὰ τοῦ ῆ, οὐδέποτε ἡ παραλήγουϲα τῆϲ γενικῆϲ μείζων ἐϲτὶ τῆϲ ληγούϲηϲ εὐθείαϲ.)
    702
    γίνεται ὄρουϲ καὶ μάντουϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰϲ oῦϲ λήγουϲα γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδηϲ Διομήδεοϲ Διομήδουϲ, τεῖχοϲ τείχεοϲ τείχουϲ, βέλοϲ βέλεοϲ βέλουϲ. ἐπειδὴ οὖν τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα κλίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον ὄφεωϲ, μάντεωϲ, τούτου χάριν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι κατὰ τὴν γενικὴν καὶ γενέϲθαι εἰϲ ουϲ. ἄλλωϲ τε δὲ οὔτε ἐϲτὶ γνήϲιον ἐπὶ τούτων τὸ ε τῆϲ κλίϲεωϲ· ὄφιοϲ γὰρ ἦν καὶ μάντιοϲ καὶ Ἀττικῶϲ γέγονεν ὄφεωϲ μάντεωϲ καὶ κατὰ ϲυϲτολὴν ὄφεοϲ καὶ μάντεοϲ διὰ τοῦ ο.

    ΙΙ. Pr Γ 219. ἐπὶ τῶν εἰϲ ιϲ διὰ τοῦ οϲ καθαροῦ κλινομένων τῶν γενικῶν τὴν παραλήγουϲαν διὰ τοῦ ί πολλάκιϲ προφέρονται οἱ Ἴωνεϲ τὴν δὲ δοτικὴν διὰ τοῦ , οὐχὶ δὲ διὰ τοῦ ῑ τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «κεὐνήν τ’ αἰδομένη πόϲιοϲ» (π 75), τῇ δὲ δοτικῇ « χαριζομένη πόϲει ὧ ( ε 71).

    Choer. 195, 32 coll. 240, 15: ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι ῑ μακρόν, ἡ δὲ Διΐ δοτικὴ οὐ δύναται γενέϲθαι κατὰ κρᾶϲιν τῶν δύο ιι Δι, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπὶ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἱον τῷ Γρᾶ, τῇ γῇ, τῇ μν, τῷ νῷ.

    Choer. 296, 5 coll. Lasea : ἰϲτέον ὅτι ἔνιοί φαϲιν, ὡϲ τὰ εἰϲ ιϲ κύρια ποιοῦντα τὴν γενικὴν εἰϲ δοϲ καὶ οϲ οὐ ποιεῖ δύο αἰτιατικάϲ· εἰϲ δα τῆϲ εἰϲ δοϲ γενικῆϲ οἷον Πάριδοϲ Πάριδα, εἰϲ ιν τῆϲ εἰϲ οϲ Πάριοϲ Πάριν, τὰ δὲ προϲηγορικὰ διὰ καθαροῦ τοῦ οϲ μόνον ποιοῦντα τὴν γενικὴν εἰϲ ιν ποιεῖ τὴν αἰτιατικὴν οἶον ὁ ὄφιϲ τοῦ ὄφιοϲ τὸν ὄφιν, ὁ μάντιϲ τοῦ μάντιοϲ τὸν μάντιν. δεῖ δὲ παραφυλάξαϲθαι, ὅτι τὸ χάριτοϲ καὶ τοξότιδοϲ μὴ ἔχοντα διχῶϲ τὴν γενικὴν ἐκφερομένην τὴν αἰτιατικὴν ἔχει εἰϲ α καὶ εἰϲ ν οἷον χάριτα καὶ χάριν, τοξότιδακαὶ τοξότιν.

    Choer. 196, 25. ἰϲτέον δὲ ὅτι τὼ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ι καὶ ε εἰϲ τὸ ι, ἐπειδὴ τὸ ι οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν. τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία ἐϲτὶν οἷον α ἑ ω, Ἀτρείδα, Ἕκτορε, φίλω.

    Ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ὄφιεϲ καὶ κατὰ κρᾶϲιν ὄφειϲ, οἱ ὄφεεϲ καὶ κατὰ κρᾶϲιν ὄφειϲ.

    Περὶ τῶν εἰϲ οϲ.

    Choer. 64, 11 coll. 248. 12. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἄνθρωποϲ ἀνθρώπου, Ἡρόδοτοϲ Ἡροδότου, Ἐπίκουροϲ Ἐπικούρου. θηλυκὰ δὲ οἷον Λέϲβοϲ Λέϲβου, Χίοϲ Χίου, Ῥόδoc Ῥόδου, Ϲάμοϲ Ϲάμου, Ἔφεϲοϲ Ἐφέϲου, Κάρπαθοϲ Καρπάθου, νῆϲοϲ νήϲου, ἔρημοϲ ἐρήμου. τὸ γὰρ καλοῖο καὶ ϲοφοῖο μὴ ἔχοντα εἰϲ τὴν ου δίφθογγον τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ

    703
    κατὰ διάλεκτόν ἐϲτι, Θεϲϲαλικὰ γάρ ἐϲτιν. ἀλλ’ οὕτε δὲ τὸ ἀελλόποϲ διὰ τοῦ δοϲ κλινόμενον ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ οϲ, ἀελλόπουϲ γὰρ ἦν καὶ κατ’ ἀποβολὴν τοῦ υ ἀελλόποϲ γέγονε καὶ λοιπὸν τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξεν.

    Choer. 249, 29. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ε ἔχει τὴν κλητικὴν οἷον Ὅμηροϲ Ὅμηρε, ἄνθρωποϲ ἄνθρωπε, Ἀρίϲταρχοϲ Ἀρίϲταρχε, έϲβοϲ Λέϲβε, Ῥόδοϲ Ῥόδε, ἔρημοϲ ἔρημε· τὸ γὰρ ὑμόφωνον Ἀττικόν ἐϲτιν. οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲιν ὀρθὰϲ ποιεῖν καὶ κλητικάϲ οἷον ὁ φίλοϲ ὦ φίλοϲ

  • ἀλλὰ φίλοϲ, θάνε καὶ ϲύ (Φ 106).
  • ὁ ἥλιοϲ ὦ ηλιοϲ
  • Ἠέλιοϲ, ὃϲ πάντ’ ἐφοράϲ καὶ πάντ’ ἐπακούειϲ (Γ 277 ).