Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.

Choer. 26, 33. τὰ εἰϲ αϲ μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ (τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει), ὁ Θᾶϲ τοῦ Θᾶ (ὄνομα δὲ κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ), ὁ Δᾶϲ τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποταμοῦ), ὁ Βᾶϲ τοῦ Βᾶ (ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου). τὸ δὲ πᾶϲ, ὅτε μέν ἐϲτι προϲηγορικὸν καὶ ϲημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον τοῦ πᾶ· ὅτε δὲ ἐπίθετόν ἐϲτι καὶ ϲημαίνει. τριγένειαν οἷον πᾶϲ ἄνθρωποϲ, πᾶϲα γυνή, καὶ πᾶν παιδίον, διὰ τοῦ ντ κλίνεται οἶον παντόϲ, πρὸϲ γὰρ διάφορον ϲημαινόμενον εἰκότωϲ καὶ ἡ κλίϲιϲ διάφοροϲ γέγονε. ϲεϲημείωται τὸ Πρᾶϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περραιβικῆϲ) περιϲπώμενον καὶ περιττοϲυλλάβωϲ διὰ τοῦ ντ κλινόμενον. εἰ δὲ ὀξύνεται τὰ εἰϲ αϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται οἷον Ζάϲ Ζαντόϲ (ϲημαίνει δὲ τὸν Δία), Φθάϲ Φθάντοϲ (ὄνομα δὲ τοῦτο κύριον). 16, 20. τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνεται, μετοχικὸν γὰρ ὑπάρχει καὶ τὸν τόνον τῆϲ μετοχῆϲ ἀνεδεξατο, φημὶ δὴ τῆϲ φθάντοϲ. τὸ δὲ κράϲ, ὃ ϲημαίνει τὴν κεφαλήν, διὰ τοῦ τ ἐκλίθη, οἷον [*](l. 8 pro ὑπάρχον scripsi ἀρχήν. cf. Cathol. p. 407, 5. l. 29 de Πρᾶϲ cf. not. ad Cathol. 399, 10. l. 33 cf. Ep. Cr. l 231, 15, Arc. 125, 14.)

649
  • κρατὸϲ ἀπ’ ἀθανάτοιο,
  • καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰϲ αϲ μονοϲύλλαβα ὀξύτονα ἀπόντα κύριά ἐϲτιν οἷον Ζάϲ, Φθάϲ, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράϲ, προϲηγορικόν ἐϲτι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. — ἔχομεν δὲ τὴν χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ
  • χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ.
  • Τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα βαρύτονα μακροκατάληκτα μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου μηδὲ κατὰ ποιητικὴν ἄδειαν ὄντα διὰ τοῦ ντ κλίνεται οἷον Αἴαϲ Αἴαντοϲ, Θόαϲ Θόαντοϲ, Βίαϲ Βίαντοϲ, Δρύαϲ Δρύαντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), Ὕαc Ὕαντοϲ (Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν), Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετον τοῦ Διονύϲου ἐϲτίν). πρόϲκειται « μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου» διὰ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Κλεύαϲ καὶ τὸ Κέαϲ. καὶ τὸ μὲν Λάαϲ τὸ κύριον Δωρικὴν κρᾶϲιν πέπονθεν. ἡ γὰρ Λάαοϲ γενικὴ τριϲύλλαβοϲ μετάγεται εἰϲ εὐθεῖαν καὶ γίνεται ὁ Λάαοϲ ὥϲπερ ὁ Καππάδοξ τοῦ Καππάδοκοϲ καὶ ὁ Καππάδοκοϲ καὶ κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ο εἰϲ α μακρὸν γίνεται Λάαϲ ὥϲπερ Πτερέλαοϲ Πτερέλαϲ καὶ Μενέλαοϲ Μενέλαϲ ὡϲ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομόχῃ

  • τοῦ ϲτρατηλάτα
  • Μενέλα.
  • οὕτωϲ ὁ Λάαϲ τοῦ Λάα «Λάα περὶ λίθων γλυφῆϲ » (οὗτοϲ δὲ λιθογλύφοϲ ἦν). τὸ δὲ προϲηγορικὸν λᾶαϲ ϲυνεϲταλμένον ἔχον τὸ α οἷον « λᾶαϲ ἀναιδήϲ » κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἷον λᾶαϲ λάαοϲ, ὃ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν γίνεται λᾶοϲ «λᾶοϲ ὑπὸ ῥιπῆϲ» ( Μ 462). τὸ δὲ Κλεύαϲ καὶ Κέαϲ Δωρικὴν τροπὴν πέπονθεν ἀπὸ τοῦ Κλεύηϲ καὶ Κέηϲ καὶ ἐφύλαξε τὴν ἰϲοϲύλλαβον κλίϲιν. πρόϲκειται «μὴ κατὰ ποιητικὴν ἄδειαν ὄντα», ἐπειδὴ παρὰ τοῖϲ ποιηταῖϲ εὑρίϲκομεν τοιαῦτα, πάντα ἔχοντα τοῦ κανόνοϲ καὶ ἰϲοϲυλλάβωϲ κλιθέντα οἶον ὁ Βίαϲ τοῦ Βία, ὁ Δρύαϲ τοῦ Δρύα, ὁ Θόαϲ τοῦ Θόα ὡϲ παρ’ Ἡϲιόδῳ «ἡ δὲ θόαν τέκεν υἱόν », ὁ Αἴαϲ τοῦ Αἴα ὡϲ παρὰ Ἀλκαίῳ «Αἴαν τὸν ἄριϲτον.

    Choer. 118,29: τὰ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ βαρύτονα μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα εἰϲ τὴν ου διφθόγγου ἔχει τὴν γενικήν οἷον κοχλίαϲ κοχλίου, Αἰνείαϲ Αἰνείου, Βορέαϲ Βορέου, δρακοντίαϲ δρακοντίου, τραυματίαϲ τραυματίου, ταραξίαϲ ταραξίου. — πρόϲκειται «ἁπλᾶ» διὰ τὸ Λυκοθόαϲ Λυκοθόαντοϲ καὶ Λευκοθόαϲ Λευκοθόαντοϲ·: ταῦτα γὰρ ϲύνθετά ἐϲτι καὶ τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, [*](l. 7 versus emendatus a Lobeck. Parall. p. 78, 14; sed cf. Cobet. apud Gaisf. praet. E.M. p. 7. l. 8 Choer. 27, 20—28, 5, 30, 25 coll. 92, 5, 95, 2 96, 5. Cf. Ep. Cr.1 258,3, E.M.498,30. An. Ox. II 388.22. 1 33 cf. p. 31, 9, E M.271,3 Δίαϲ: ὡϲ ἀπὸ τοῦ δράκων δράκοντοϲ δρακοντίαϲ, οὕτω καὶ ἀπὸ τοῦ Διόϲ γίνεται Διΐαϲ καὶ κράϲει Δίαϲ· ἰϲτέον δὲ ὅτι τὸ Δίαϲ καὶ Θείαϲ διὰ τοῦ ντ κλίνεται, τὸ)

    650
    φημὶ δὲ τὴν τοῦ Θόαντοϲ. πρόϲκειται «βαρύτονα » διὰ τὰ ὀξύτονα οἷον διὰ τὸ ἀνδριάϲ ἀνδριάντοϲ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα» διὰ τὸ Πικίαϲ Πικίαντοϲ καὶ Πευκετίαϲ Πευκετίαντοϲ· τὸ γὰρ Παπίαϲ Παπίου ἀπὸ τοῦ π μὲν ἀρχεται, ἀλλ’ οὐκ ἔϲτιν ἐθνικόν τὸ δὲ πίαϲ Ὠπίου ἐθνικὸν μέν ἐϲτιν, ἀλλ’ οὐκ ἄρχετοι ἀπὸ τοῦ π, ἀλλ’ ἀπὸ τοῦ ω.

    Ϲεϲημείωται δέ τινα περιττοϲυλλάβωϲ κλιθέντα· ἔϲτι δὲ ταῦτα· Ἀφίαϲ Ἀλφίαντοϲ παρ’ Εὐφορίωνι, Φλεγύαϲ Φλεγύαντοϲ παρ’ Εὐριπίδῃ, Ἐλέαϲ Ἐλέαντοϲ παρὰ Φιλοϲτεφάνῳ, Ϲατύαϲ Ϲατύαντοϲ παρ’ Ἡγηϲίππῳ· εὑρέθη δὲ καὶ τὸ Ἀρύαϲ Ἀρύοντοϲ περιττοϲυλλάβωϲ κλιθὲν

  • ἡ δὲ ὑπὲρ Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμίων (leg. αἱ δὲ πέρην
  • Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμοῖο),
  • παρ’ Ἐρατοϲθένει, καὶ Παρίαϲ Παρίαντοϲ· ἔϲτι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ δὲ παρείαϲ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου γράφεται κτλ. ταῦτα δὲ πάντα περιττοϲυλλάβωϲ κλίνεται· εὕρηνται δὲ καὶ ἰϲοϲυλλάβωϲ κλινόμενα, οἷον ὁ Φλεγύαϲ τοῦ Φλεγύου, καὶ οἱ Φλεγύαι τοὺϲ Φλεγύαϲ, ὡϲ παρὰ τῷ ποιητῇ (N 302)
  • ἠὲ μετὰ Φλεγύαϲ μεγαλήτοραϲ.
  • Choer. 32, 21: τὰ εἰϲ αϲ λήγοντα, ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν, περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ, Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ (ἔϲτι δὲ ὄνομα κύριον), λυκάβαϲ λυκάβαντοϲ (ϲημαίνει δὲ τὸν ἐνιαυτόν), Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν » διὰ τὸ Ἰόβαϲ Ἰόβα, καὶ Ῥήβαϲ Ῥήβα (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια).— δοκεῖ δέ τινα ἀντικεῖϲθαι τῷ κανόνι, οἷον τὸ Κάβοϲ καὶ Λάψαϲ καὶ τὸ Ἄβαϲ. ταῦτα γὰρ διχρόνῳ ϲυνεϲταλμένῳ παραληγόμενα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον τοῦ Κάβα, τοῦ Ἄβα, τοῦ Λάψα. ἰϲτέον δὲ ὅτι τὸ Ἄβαϲ, ἡνίκα μὲν ϲημαίνει τὸ ἔθνοϲ μόνωϲ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὁ Ἄβαϲ τοῦ Ἄβα ἡνίκα δὲ τὸν ἥρωα ϲημαίνει, καὶ περιττοϲυλλάβωϲ καὶ ἰϲοϲυλλάβωϲ οἷον ὁ Ἄβαϲ τοῦ Ἄβαντοϲ καὶ ὁ Ἄβαϲ τοῦ Ἄβα.

    Choer. 33, 10. τὰ εἰϲ βαϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, μὴ τὸ ρ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Χάλβαϲ Χάλβα (ἔϲτι δὲ ποταμὸϲ Ϲυρίαϲ), Ϲάμβαϲ Ϲάμβα (ἔϲτι δ ὄνομα ποταμοῦ), Λυκάμβᾳϲ Λυκάμβα, Χηράμβαϲ Χηράμβα. πρόϲκειται μὴ τὸ ρ », διὰ τὸ Φόρβαϲ Φόρβαντοϲ, καὶ Κύρβαϲ Κύρβαντοϲ.

    Τὰ εἰϲ βαϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν ἡ εἰϲ τὸ ρ περιττοϲυλλάβωϲ κλίνεται [*](δὲ Θεΐαϲ καὶ Διΐαϲ ἰϲοϲυλλάβωϲ. De Φλεγύαϲ St. B. 667, 15 Φλεγύα. —ὀ πολίτηϲ Φλεγιεύϲ. λέγεται δὲ ἡ χώρα Φλεγυαντίϲ ὡϲ ἀπὸ περιττοϲυλλάβου γενικῆ τοῦ Φλεγύαντοϲ. l. 11 versum correxit Gaisford praef. ad E. M. p. 7 ex cod. Marciano l. cf. fr. 10 et 14.)

    651
    οἷον Φόρβαϲ Φόρβαντοϲ, Κύρβαϲ Κύρβαντοϲ, Θίϲβαϲ Θίϲβαντοϲ, λυκάβαϲ λυκάβαντοϲ. εἰ δὲ μὴ οὕτω ἔχοι, ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Χάλβαϲ Χάλβα, Ῥήβαϲ Ῥήβα, Ἰόβαϲ Ἰόβα. ἰϲτέον ὅτι ἐϲτί τινα εἰϲ βαϲ. ὀφείλοντα κλίνεϲθαι περιττοϲυλλάβωϲ, ἤγουν διὰ τοῦ ντ, καὶ ὅμωϲ ἰϲοϲυλλάβωϲ κλινόμενά ἐϲτι ταῦτα, Ϲκρίβαϲ Ϲκρίβα, Ἴβαϲ Ἴβα, Ψευδαρτάβαϲ Ψευδαρτάβα, Ἀννίβαϲ Ἀννίβα. τοῦτο δὲ ϲυϲτέλλει τὸ ι, τὸ δὲ Ἀλύβαϲ καὶ ϲυϲτέλλει καὶ ἐκτείνει τὸ δίχρονον ἐν τῇ παραληγούϲῃ, καὶ ὅμωϲ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Ἀλύβαντοϲ (ἔϲτι δὲ ἔθνοϲ).