Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

41.

Eustath. 1716, 48: ἰϲτέον ὅτι οὐ κλίνεται ὡϲ θέτιϲ Θέτιδοϲ, Ἶϲιϲ Ἰϲιδοϲ, οὕτω καὶ Χάρυβδιϲ Χαρύβδιδοϲ, ἵνα μὴ ἐπάλληλον δὶϲ γένηται τὸ δ καθ’ Ἡρωδιανόν. τούτῳ δὲ τῷ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα δέδοικα γέγονε· πολλαὶ δέ τινεϲ καὶ ἄλλαι ἐπαλληλίαι μιϲοῦνται.

42.

Choer. Orthogr. 227, 27: κίϲηριϲ.ἡ πρώτη ι, ἡ δευτέρα η καὶ ἡ τρίτη ι· ἡ γενικὴ κιϲήριδοϲ κιϲήρεοϲ. ἀμφότερα οὕτωϲ ἡ παράδοϲιϲ. Ἡρωδιανὸϲ δὲ διὰ τοῦ ω· εἶπεν γάρ, ὅτι ἐπὶ γενικῆϲ κιϲήρεωϲ.

43.

Choer. Dict. 103, 27. μῆνιϲ μήνιδοϲ εἰϲ ν ἔχει τὴν αἰτιατικὴν οἷον μῆνιν ἄειδε», « μῆνιν Ἀπόλλωνοϲ» καὶ οὐδέποτε εἰϲ α κατὰ χρῆϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ.

Περὶ οὐδετέρων.

44.

Anecd. Ox. IV 337, 32: τελικὰ οὐδετέρων ὀνομάτων ἕξ, α, ι, ν, ρ, ϲ, υ. τὸ δῶ καὶ κάρη ἐξ ἀποκοπῆϲ ἐϲτι « ποτὶ χαλκοβατὲϲ δῶ » (Α 426) καὶ « πολιόν τε κάρη» (X 74) ἀντὶ τοῦ κάρηνον. διὸ καὶ ἐπὶ πληθυντκῶν εὑρίϲκεται «ναίει χρύϲεα δῶ» (Hesiod. Theog. 933) ἀντὶ τοῦ δώματα, « κάρη κομόωντεϲ Ἀχαιοί» ἀντὶ τοῦ κάρηνα. τὸ δὲ θηλυκῶϲ εἰρημένον ὀξύνεται.

Τὸ γάλα γάλακτοϲ γάλακτι παρὰ Καλλιμάχῳ ὡϲ ἀπὸ εἰϲ ξ ληγούϲηϲ εὐθείαϲ. τὰ τῶν ϲτοιχείων ὀνόματα ἄκλιτα. ἕν μόνον ἀπαραϲχη μάτιϲτον τὸ μέλι, κέκλιται δὲ εἰϲ τοϲ μέλιτοϲ. τὸ δὲ τρόφι κατὰ ἀποκοπήν, τὸ κρῖ καὶ ἄλφι ἐκ πάθουϲ. τὸ ϲίνηπι καὶ πέπερι οὐχ Ἑλληνικά, κλίνουϲι δὲ αὐτὰ χωρὶϲ ϲυμφώνου ϲινήπεωϲ, πεπέρεωϲ. τὸ δὲ πεπέριδοϲ Εὔβουλοϲ εἶπε.

[*](l. 15 verba ἡ γενικὴ κιϲήριδοϲ κιϲήρεοϲ, quae sensus desiderat, ex Choer. Dict. 355, 26 hic inserui pro ἐπινικῆϲ l. 16 scripsi ἐπὶ γενικῆϲ addito κιϲήρεωϲ. l.18 cf. p. 356, 35 λέγει ὁ Ἡρωδιανὸϲ μὴ εἶναι χρῆϲιν τοῦ μήνιδα. l. 32 Prscianus I 205, 7 Hertz: Herodianus gummi quoque et peperi barbara dicit esse, sed nostri piper piperis dixerunt.)
647

Περὶ τῶν εἰϲ α οὐδετέρων.

45.

Eustath. 1627, 35: τὸ γάλακτοϲ πλεοναϲμὸν ἔχει τοῦ κ οὐ γὰρ ἔϲτιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ γάλαξ· ἐπεὶ μηδέ ἐϲτι τὸ ξ τελικὸν οὐδετέρων ὀνομάτων, εἰ καὶ ἔμφαϲιν εὐθείαϲ τοιαύτηϲ ὁ κατ’ οὐρανὸν γαλαξίαϲ κύκλοϲ δίδωϲι καὶ τὸ εὑρίϲκεϲθαι δοτικὴν πληθυντικὴν τοῖϲ γάλαξιν ἐφ’ οἷϲ δῆλον ὅτι τοῦ κτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν πληθυντικῶν τρέψαϲα μὲν ϲυνήθωϲ τὸ τ εἰϲ ϲ, κεράϲαϲα δὲ τὸ κϲ εἰϲ ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὖ καὶ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. τέωϲ γε μὴν οἱ τὸ γάλαξ λέγοντεϲ διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ πλεονάζειν δο κοῦϲι τὸ τ. ὡϲ γὰρ ἄναξ ἄνακοϲ, ὅθεν καὶ Διόϲκουροι ἀνακοί καὶ ἀνακῶϲ ἐπίρρημα ὅ ἐϲτιν ἐπιμελῶϲ, καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ, οὕτω καὶ γάλαξ μονήρηϲ εὐθεῖα γάλακοϲ γάλακτοϲ. οὗ χρῆϲιϲ καὶ ἐν τῷ «γάλακτι δ’ ἴκελον ἄνθοϲ». οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥϲπερ τὴν μὲν γύναιξ εὐθεῖαν ϲεϲιγημένην εἶναι, κεῖϲθαι δὲ τὰϲ πλαγίαϲ πτῶϲειϲ ἐν χρήϲει οὕτω καὶ ἐπὶ τοῦ γάλακτοϲ γενέϲθαι. ϲιγᾶϲθαι μὲν γὰρ τὴν ὀρθήν, λαλεῖϲθαι δὲ τὰϲ μετ’ αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆϲ αὐτῇ χρηϲτά ἐϲτιν. ὅτι δὲ τὸ γάλα εἰϲ ξ δοκεῖ λήγειν, ἐπιϲτώϲατο Ἡρωδίανὸϲ καὶ ἀπὸ ϲυνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆϲ δοτικῆϲ τοῖϲ γάλαξι.

Περὶ τῶν εἰϲ ρ οὐδετέρων.

46.

Cod. Ottobon. 173 fol. 164. v. in Bekk. Anecd. 1174: περὶ τῶν μεταβαλλόντων τὸ ρ εἰϲ τὸ τ κατὰ τὴν γενικήν φηϲιν Ἡρωδίανόϲ, ὅτι ὡϲ ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεωϲ γέγονεν ἡ κλίϲιϲ οἷον τὸ ἧπαρ τοῦ ἥπατοϲ ὡϲ ἀπὸ τοῦ ἧπαϲ φηϲὶν εἷναι καὶ φρέαρ φρέατοϲ ὡϲ ἀπὸ τοῦ φρέαϲ.

Περὶ τῶν εἰϲ αϲ οὐδετέρων.

47.

Choer. 387, 9: ἰϲτέον ὅτι τινὲϲ θέλουϲιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώϲ τοῦ γηρώϲ τοῦ κερώϲ λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένετο κατὰ ϲυγκοπὴν τοῦ α καὶ τ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων γενικῶν οἷον ὥϲπερ πατρόϲ, μητρόϲ, φωτόϲ, μηνόϲ, χηνόϲ, παιδόϲ, ϲπληνόϲ, ϲυόϲ, φρενόϲ, γραόϲ, καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο εἰϲ ω ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ, ηρώϲ, κερώϲ. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνωϲ δοξάζει λέγεϲθαι οἷον τοῦ κρέωϲ τοῦ γήρωϲ τοῦ κέρωϲ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν οἷον [*](1. 8 τῶν πληθυντικῶν scripsi pro τῶν παλαιῶν. l 39 ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν scripsi pro ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν.)

648
κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην, οἶον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι. ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἦμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ α καὶ τοῦ τ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ, κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο εἰϲ ω, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.