Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ γαϲ λήγοντα διϲύλλαβα μόνωϲ κύρια ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα (τὸ κύριον ὄνομα, τοῦ γὰρ ἐπιθέτου μεγάλου ἡ γενικὴ Ϲάγγαϲ Ϲάγγα, Ἄλγοϲ Ἄλγα. πρόϲκειται «μόνωϲ κύρια» διὰ τὸ γίγαϲ γίγαντοϲ καὶ Βρίγαϲ Βρίγαντοϲ· ταῦτα γὰρ οὐϲ ἔϲτι μόνωϲ κύρια· τὸ μὲν γὰρ γίγαϲ ἐϲτὶ καὶ κύριον καὶ προϲηγορικὸν καὶ ἐθνικόν, τὸ δὲ Βρίγαϲ ἐϲτὶ κύριον καὶ ἐθνικόν ἔθνοϲ γὰρ οἱ Βρίγαντεϲ. ϲεϲημείωται τὸ Ϲάλγαϲ Ϲάλγαντοϲ, τοῦτο γὰρ μόνον κύριον περιττοϲυλλάβωϲ κλιθέν.

Τὰ εἰϲ γαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲατύργαϲ Ϲατύργα, Ϲτροάγαϲ Ϲτροάγα, χωρὶϲ τοῦ Ἀκράγαϲ Ἀκράγαντοϲ ἔϲτι δὲ ὄνομα πόλεωϲ Ϲικελίαϲ.

Τὰ εἰϲ γαϲ λήγοντα ἐν διϲυλλάβοιϲ καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ καθόλου ἰϲοϲυλλάβωϲ κλίνεται, οἶον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα, Ϲατύργαϲ Ϲατύργα χωρὶϲ τοῦ Ϲάλγαϲ Ϲάλγαντοϲ, καὶ Ἀκράγαϲ Ἀκράγαντοϲ.

Τὰ εἰϲ δαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Λάδαϲ άδα, Κλύδαϲ Κλύδα, Ἴδαϲ Ἴδα, Λήδαϲ Λήδα, Δέρδαϲ Δέρδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ διφθόγγῳ παραλήγοιτο ἐὰν γὰρ διφθόγγῳ παραλήγοιτο, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον  Φείδαϲ Φείδαντοϲ, Οἴαϲ Οἴδαντοϲ, τοῦ δὲ Μείδαϲ τὴν γενικὴν ὁ Ἀπολλώνιοϲ εἴρηκε Μείδαντοϲ, ἐπεὶ διφθόγγῳ παραλήγεται ἔϲτι γὰρ Μίδαϲ ἄλλο ὅπερ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὁ Μίδαϲ τοῦ Μίδα.

Τὰ εἰϲ δαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲακάδαϲ Ϲακάδα, Τιμαχίδαϲ Τμαχίδα, Λεωνίδαϲ Λεωνίδα, Χαρμάδαϲ. Χαρμάδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματοϲ γένηται, ἐκεῖνα γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον οὖδα Οἵδοϲ Οἴδαντοϲ, μείδω Μείδαϲ Μείδαντοϲ, χαρίζομαι Χαρίδαϲ [*](1.6 verba τὸ ι, τὸ δὲ Ἀλύβαϲ καὶ ϲυϲτέλλει inserui. l.10 cf. fr. 5; de Μέγαϲ proprio et μέγαϲ adiectivo Ep. Cr. I 374, 7. l, 21 —23 haec sane superflue videntur. l. 31 cf. E. M. 779, 20. Sϲhol. A ad Il. Δ 66. Lobeckium secutus sum pronunciantem verba γέγονε κτλ., quae ap. Choer. desunt, in E. MM. et in Schol. A medio in articulo posita sunt , Herodiani sententiam continentia in finem releganda esse in singulorum autem ποθῶν enumeratione inter κυδήενταϲ et ὑπερκύδαωταϲ aliquid excidisse patet. Cf. fr. 4 περὶ ὀνομάτων. Canon sic pro fertur in An Ox. II 354, 30 τὰ εἰϲ δαϲ ἀρϲενικὰ βαρύτονα ὑπέρ δύο ϲυλλαβὰϲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Πλακίδαϲ Πλακίδα, Ἰούδαϲ Ἰούδα, γεννάδαϲ)

652
Χαρίδαντοϲ, φείδομαι Ἀφείδαϲ Ἀφείδαντοϲ. τὸ δὲ «ὑπερκύδανταϲ Ἀχαιούϲ» (Δ 66) ὄνομα οὕτωϲ γέγονε, κυδήειϲ κυδήεντοϲ κυδήενταϲ καὶ ὑπερκύδανταϲ.

Τὰ εἰϲ αϲ λήγοντα ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψοϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ, οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ, Πόϲαϲ Πύϲαντοϲ.

Τὰ εἰϲ θαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲτρούθαϲ Ϲτρούθα, Παγάθαϲ Παγάθα, Ἄρθαϲ Ἄρθα, Ἀόρθαϲ Ἀόρθα.