Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Περὶ τῶν εἰϲ ψ.

Περὶ θηλυκῶν.

Περὶ τῶν εἰϲ ω θηλυκῶν.

34.

Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι οὐδέποτε εὑρίϲκομεν ἐν χρήϲει ταύτην τὴν δοτικὴν διάϲταϲιν ἔχουϲαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίϲκεται ἐν χρήϲει ἡ τριϲύλλαβοϲ δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ διϲύλλαβοϲ οἷον ἡ Λητοῖ καὶ Ϲαπφοῖ.

[*](285 cum not. l. 4 addit Choerob.: ταῦτα δέ ἐϲτι τῆϲ δόξηϲ, ὅτι παρὰ τῷ Θεοκρίτῳ καὶ παρὰ Ἀριϲτοφάνει διὰ τοῦ κ κλίνεται ἡ δὲ παράδοϲιϲ τῶν ἀντιγράφων` οὐκ ἔχει οὕτωϲ, ἀλλὰ διὰ τοῦ γ.— cf. de τέττιξ Dichr. 285, 9, An Ox. II 417, 24 τὰ εἰϲ ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω διὰ τοῦ γ κλίνεται, ἅρπαξ ἁρπάζω ἅρπαγοϲ, τέττξ τεττίζω τέττιγοϲ. l. 8 de πτέρυξ ef. Eustath. 230, 40, ubi Herodianus pro teste citatur. ln fine pro τρυχόϲ scripsi τρυγόϲ. canon mancus est, intercidit totus in An. x. III p. 243 ubi de nominibus in ξ monosyllabis alioquin accurate agitur. l. 15 cf. Cathol p. 49, 1 sqq. et περὶ παθῶν.)
645

35.

Choer. 333, 21. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι ἔϲτι τὴν Ϲαπφών καὶ τὴν Λητῶν ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰϲ οι δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν.

36.

Choer. 335, 20. ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον μοῦϲα ὦ μοῦϲα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄϲτυ ὦ ἄϲτυ, βοῦϲ ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰϲ ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητῶ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχε τὸ ι προϲγεγραμμένον οἶον ἡ Λητώι, ἡ Ϲαπφὡι ϲὺν τῷ ι ϲυϲταλὲν (sic) οὖν τὸ ω εἰϲ τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆϲ ἰδίαϲ εὐθείαϲ.

Περὶ τῶν εἰϲ ρ θηλυκῶν.

37.

Eustath. 110, 36: μονῆρεϲ ἐν θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ διὰ τῆϲ ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ὡϲ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριϲτερὰ χηρὸϲ ἔχων ».

Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.

38.

Eustath. 1571,30. Ἠρωδιανὸϲ παραδοὺϲ τὰ εἰϲ αϲ ὀξύτονα διὰ τοῦ δ κλίνεϲθαι οἷον ϲτιβάδοϲ, ἰϲχάδοϲ, πελιάδοϲ ἐν μόνον ἐκ τούτων εἰϲ αιϲ φηϲὶ λήγειν τὸ δόϲ.

Περὶ τῶν εἰϲ αυϲ.

39.

Anecd. Ox. IV 337 , 25. δύο εἰϲ αυϲ, ναῦϲ, γραῦϲ. κέκλιται δὲ διὰ καθαροῦ τοῦ α ναόϲ, γραόϲ· τὸ νεώϲ Ἀττικῶϲ. τὸ νηῦϲ ἢ γρηύϲ διῃρημένον κατὰ τοὺϲ Ἴωναϲ οὐκ ἐκλίθη· τὴν δὲ αἰτιατικὴν καὶ κλητικὴν ἔχει

  • Θριαὶ τὴν γρηῢν ἐπιπνείουϲι κορώνην
  • καὶ δεῦρο δὴ ὄρεϲο (sic) γρηΰ»  (Od. χ 395).

    [*](I. 14 quod contra hanc explicationem dicit Choeroboscus: οὗτοϲ ὁ λόγοϲ οὐϲ ἔϲτιν ἀναγκαϲτικόϲ· ἐὰν γὰρ δῶμεν τὰ εἰϲ ω θηλυκὰ ἔχειν τὸ ι προϲγεγραμμένον κατὰ τὴν εὐθεῖαν, εὑρεθήϲεται τὸ ι τελικὸν τῶν θηλυκῶν καὶ οὐ τὸ ω, ὅπερ ἐϲτὶν ἄτοπον· τὸ γὰρ ι οὐκ ἐϲτι τελικὸν τῶν θηλυκῶν, ἀλλὰ τῶν οὐδετέρων οἶον τὸ μέλι, τὸ ϲίνηπι, Lobeck. Rhem. p. 327 non aptum ad refellendum Herodianum esse pertendit, quum hanc regulam Herodiano ignotam fuisse minime credibile sit, sed fortasse nomina ista iota ineffabole habere putaverit idque perinde esse ac si non haberent. l, 25 λήγειν scripsi pro λέγειν.)
    646

    Περὶ τῶν εἰϲ ιϲ θηλυκῶν.

    40.

    Eustath. 1618, 29, Favorin. E. M. 445, 24: ὥϲπερ χάριϲ χόριδοϲ καὶ Δωρικῶϲ χάριτοϲ, κατὰ δὲ τὴν παρὰ Ἡρωδιανῷ Ἀλκμανικὴν χρῆϲιν καὶ Ἀρτέμιδοϲ Ἀρτέμιτοϲ οἷον « Ἀρτέμιτοϲ θεράποντα », οὕτω καὶ θέμιϲ θέμιτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ θέμιϲτοϲ οἷον «Θέμιϲτι δὲ καλλιπαρῄῳ » (O 87) καὶ ἐξ αὐτοῦ ἀθέμιϲτοϲ.