Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

27.

Eustath. 141, 26. Ἡρωδιανὸϲ λέγει ὅτι τὸ Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ μετέπεϲε παρ’ Ὁμήρῳ ϲυνεπενεχθὲν τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδόνοϲ, ἀηδόνοϲ.

28.

E. M. 549, 44, Anecd. Per. III 304, 33: δύο κανόνεϲ εἰϲὶ οἱ μαχόμενοι ἀλλήλοιϲ. ὁ μὲν εἶϲ λέγει, ὅτι τὰ εἰϲ ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα ϲυνεϲταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ. ὁ δὲ ἕτεροϲ λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικἣϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον » (Λ 362).

Περὶ τῶν εἰϲ ξ.

29.

Eustath. 1922, 8: ὥϲπερ ϲπάνια τὰ εἰϲ εξ, κρὲξ, ἐπιτέξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰϲ ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸδιὰ τοῦ γ κλίνεται· τούτων δὲ ϲύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰϲὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν  καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμοτρώξ. οὕτω καὶ ϲπανίζεται τὰ εἰϲ οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ πρόξ καὶ Καππάδοξ, ὧν κλίϲιϲ διὰ τοῦ κ ὁ δὲ ταῦτα παραδιδοὺϲ καὶ τὰ εἰϲ αιξ εἰϲ δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγόϲ καὶ Θρᾶξ Θρᾳκόϲ. ὑποτέτακται γάρ, φηϲί, τὸ ι τῷ α, εἰ μὴ ϲυνεκφωνεῖται ὡϲ δῆλον ἐκ τοῦ Θρήϊκαϲ καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ἡ ϲυνεπιλείπει καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν.

30.

Choer. 310, 7, Gaisf. Bekk. Anecd. 1422. τέττιξ: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρ- I. 33 de γύναιξ cf. Enstath. 113, 24: οὐδὲ ἡ γυναικὸϲ γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, ἀλλὰ καθ’ Ἡρωδίανὸν εἰπεῖν ἑτερόζυγοϲ ἡ γυναικόϲ γενικὴ ἐξενήνεκται ὡϲ πρὸϲ τὴν εὐθεῖαν γυνὴ γάρ. Choer. 306, 32, Lob. El. II.

644
δικοϲ, φοῖνιξ φοίνικοϲ, Κίλιξ Κίλικοϲ πλὴν τοῦ τέττιξ τέττιγοϲ τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται· καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ.

31.

Anecd. Ox. IV 37, 20. τὰ εἰϲ υξ μονοϲύλλαβα μὲν ὄντα ὀξύνεται, Ϲτύξ, τρύξ, νύξ. ὑπὲρ μίαν δὲ ϲυλλαβὴν βαρύνεται, ἄντυξ, πομφόλυξ. τὸ πτέρυξ ὑπὸ Ἀριϲτάρχου ϲεϲημείωται ὀξυνθὲν ὡϲ περιεκτικόν. κλίνεται δὲ τὰ μὲν μονοϲύλλαβα διὰ τοῦ γ ἢ διὰ τοῦ χ· τρυγόϲ.

32.

Dichr. 286, 5: τὰ μέντοι εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡϲ ἐν τῇ κλίϲει παραδέδοται.

Περὶ τῶν εἰϲ ρ.

33.

Choer. 347, 17 : εἰϲ ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βούκτικόν. δέ τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ (Θ 486) «ἀμυνέμεναι ὤρεϲϲιν » ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανὸϲ ἑαυτῷ ἐναντιούμενοϲ. αὐτὸϲ γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, ὅτι ὥϲπερ τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ φηρϲὶν ὀρεϲκῴεϲϲιν » (Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττει τὸ η καὶ ϲυϲτέλλει οἷον κήρ κηρόϲ καὶ καρόϲ «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Ϲ 115) καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ (Ι 378), οὕ- τωϲ οὖν καὶ τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ.