Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

21.

Choer. 114, 28. τὰ εἰϲ υϲ ἔχοντα τὸ υ ἐκτεταμένον οὐ φυλάττει τὸ υ ἐκτεταμένον, ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλκὰ ϲυϲτέλλει [*](l. 13 transiit in Zonarae lex. 1556 et ap. Lascar. reperitur.)

642
αὐτό, οἷον ἰχθῦϲ ἰχθύοϲ ἰχθύϲι «ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252)καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲί «παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ ». καὶ λέγει ὁ Ἡρωδιανὸϲ χωρὶϲ τοῦ μῦϲ μυόϲ μυϲί τοῦτο γὰρ φυλάττει τὸ υ, φηϲίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.

Περὶ τῶν εἰϲ ωϲ.

Περὶ τῶν εἰϲ δύο ϲύμφωνα.

Περὶ τῶν εἰϲ αν καὶ εἰϲ ην.

22.

Anecd. Ox. IV 337, 17 : τὰ εἰϲ αν ἁπλᾶ μὲν ὄντα ὀξύνεται, Ἀλκμάν, παιάν, Πάν, ὅτε τὸν θεὸν κατὰ τοὺϲ ποιητάϲ· ϲύνθετα δὲ βαρύνεται, Εὐπαίαν, Τιτανόπαν· καὶ προϲθέϲει τοῦ οϲ κλίνεται.

23.

Anecd. Ox. III 237, 23: Ἰτέον ὅτι τοῦ Ζήν Ζηνόϲ ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνεϲ τὴν κλίϲιν οἶον

  • ἐπεὶ δ’ ἴϲχε Ζηνὸϲ ὑψερέφηϲ δόμοιϲ ζάρηϲ·
  • μεταγενέϲτεροι Αἰολεῖϲ ἔτρεψαν Ζανόϲ καὶ Ζάν· καὶ ἔτι μεταγενέϲτεροι οἱ Ἴωνεϲ διὰ τοῦ α Ζάν ὁμοίωϲ τῷ Λυκᾶνιν
  • κλῦθί μοι Ζανόϲ τε κούρη Ζανί τ’ ἐλευθερίῳ.
  • πάλιν ἄπορον πῶϲ παρ’ Ἴωϲι τὸ η εἰϲ α τέτραπται· τὸ ἐναντίον τὸ α εἰϲ η τρέπουϲι, τὸ γὰρ Ζανόϲ ζηνόϲ εἰρήκαϲι λέγω δὴ ὅτι οὐκ ἔτρεψαν, ἀλλ’ ἐμιμήϲαντο μεταγενεϲτέρουϲ Αἰολεῖϲ.

    Περὶ τῶν εἰϲ ιν καὶ εἰϲ υν.

    Περὶ τῶν εἰϲ ων.

    24.

    Mon. 10, 22: δῆλον ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα (sc. Ποϲειδῶν) οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ· τὴν δὲ τούτων κλίϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν.

    [*](l. 4 tum pergit Choerob. λαμβάνεται δὲ αὐτοῦ Ὦροϲ λέγων μηδαμῶϲ εὑρίϲκεϲθαι ἐκτεταμένον. εὑρίϲκομεν δὲ αὐτὸ ἔχον τὸ ο ἐκτεταμένον καὶ ϲυνεϲταλμένον ἐν τῇ Βατραχομυομαχίᾳ. Lobeckius El. II 118 magnopere «veretur, ne canonista hie turbas dederit. Herodianum scimus aliquando de nomine λίϲ einsque mensura duplici disputasse appositis Antimachi verbis λῖεϲ μέν ῥα λίεϲϲι Choer. 181, 22 cf. Meinek. Anall. 63 atque huic Sehol.Il. 480 adiecit ὡϲ μύεϲϲι, id autem Choeroboscum decepit , μυϲί ex μύεϲϲι contractum nstura longum habere. Sed huius prosodiae exemplum in hoc et similibus δρυϲί, ϲυϲί etc. nullum exstat; in Batrachom. v. 173. 174 μυϲί bibreve est ». l. 13 hic locus neque in grammatica parte neque in versibus poetarum satis adhuc explicatus est; operam ei dederunt Ahrens de dial. Aeol. p. 87 et 163 et Bergk Poet. lyr.frg.adesp. 77 et 81. 8f. l. 17 addidi α post διὰ τοῦ; ὁμοίωϲ inseruit Ahrens, accentum in Λύκανι mutavi; versum κλῦθί μοι ex emendatione Ahrensi exhibui, in codice est κλῦθι μοι Ζανόϲ τε κουρηξαν τε λευθεριω. — l. Αhrens τὸ η εἰϲ α emendavit. pro τὸ α εἰϲ η, γάρ, quod in cod. est inter τὸ et ἐναντίον, inter τὸ Ζανόϲ inserui.)
    643

    25.

    Eustath. 346, 15: Ἡρωδιανὸϲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖϲ ὁμοίοιϲ ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ ταῶνα λέγει, ὡϲ μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε παράλξιν Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ.

    26.

    Eustath. 1615, 22. λέγει Ἡρωδιανὸϲ ὅτι διὰ τοῦ ω κλίνονται Λάκωνεϲ Κίκωνεϲ· τὸ μέντοι Κικόνεϲϲι πέλαϲϲεν» (ι 39) διὰ μέτρον φηϲὶν οὕτωϲ κλιθῆναι.

    27.

    Eustath. 141, 26. Ἡρωδιανὸϲ λέγει ὅτι τὸ Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ μετέπεϲε παρ’ Ὁμήρῳ ϲυνεπενεχθὲν τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδόνοϲ, ἀηδόνοϲ.

    28.

    E. M. 549, 44, Anecd. Per. III 304, 33: δύο κανόνεϲ εἰϲὶ οἱ μαχόμενοι ἀλλήλοιϲ. ὁ μὲν εἶϲ λέγει, ὅτι τὰ εἰϲ ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα ϲυνεϲταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ. ὁ δὲ ἕτεροϲ λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικἣϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον » (Λ 362).

    Περὶ τῶν εἰϲ ξ.

    29.

    Eustath. 1922, 8: ὥϲπερ ϲπάνια τὰ εἰϲ εξ, κρὲξ, ἐπιτέξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰϲ ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸδιὰ τοῦ γ κλίνεται· τούτων δὲ ϲύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰϲὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν  καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμοτρώξ. οὕτω καὶ ϲπανίζεται τὰ εἰϲ οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ πρόξ καὶ Καππάδοξ, ὧν κλίϲιϲ διὰ τοῦ κ ὁ δὲ ταῦτα παραδιδοὺϲ καὶ τὰ εἰϲ αιξ εἰϲ δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγόϲ καὶ Θρᾶξ Θρᾳκόϲ. ὑποτέτακται γάρ, φηϲί, τὸ ι τῷ α, εἰ μὴ ϲυνεκφωνεῖται ὡϲ δῆλον ἐκ τοῦ Θρήϊκαϲ καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ἡ ϲυνεπιλείπει καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν.

    30.

    Choer. 310, 7, Gaisf. Bekk. Anecd. 1422. τέττιξ: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρ- I. 33 de γύναιξ cf. Enstath. 113, 24: οὐδὲ ἡ γυναικὸϲ γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, ἀλλὰ καθ’ Ἡρωδίανὸν εἰπεῖν ἑτερόζυγοϲ ἡ γυναικόϲ γενικὴ ἐξενήνεκται ὡϲ πρὸϲ τὴν εὐθεῖαν γυνὴ γάρ. Choer. 306, 32, Lob. El. II.

    644
    δικοϲ, φοῖνιξ φοίνικοϲ, Κίλιξ Κίλικοϲ πλὴν τοῦ τέττιξ τέττιγοϲ τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται· καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ.

    31.

    Anecd. Ox. IV 37, 20. τὰ εἰϲ υξ μονοϲύλλαβα μὲν ὄντα ὀξύνεται, Ϲτύξ, τρύξ, νύξ. ὑπὲρ μίαν δὲ ϲυλλαβὴν βαρύνεται, ἄντυξ, πομφόλυξ. τὸ πτέρυξ ὑπὸ Ἀριϲτάρχου ϲεϲημείωται ὀξυνθὲν ὡϲ περιεκτικόν. κλίνεται δὲ τὰ μὲν μονοϲύλλαβα διὰ τοῦ γ ἢ διὰ τοῦ χ· τρυγόϲ.

    32.

    Dichr. 286, 5: τὰ μέντοι εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡϲ ἐν τῇ κλίϲει παραδέδοται.

    Περὶ τῶν εἰϲ ρ.

    33.

    Choer. 347, 17 : εἰϲ ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βούκτικόν. δέ τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ (Θ 486) «ἀμυνέμεναι ὤρεϲϲιν » ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανὸϲ ἑαυτῷ ἐναντιούμενοϲ. αὐτὸϲ γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, ὅτι ὥϲπερ τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ φηρϲὶν ὀρεϲκῴεϲϲιν » (Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττει τὸ η καὶ ϲυϲτέλλει οἷον κήρ κηρόϲ καὶ καρόϲ «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Ϲ 115) καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ (Ι 378), οὕ- τωϲ οὖν καὶ τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ.

    Περὶ τῶν εἰϲ ψ.

    Περὶ θηλυκῶν.

    Περὶ τῶν εἰϲ ω θηλυκῶν.

    34.

    Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι οὐδέποτε εὑρίϲκομεν ἐν χρήϲει ταύτην τὴν δοτικὴν διάϲταϲιν ἔχουϲαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίϲκεται ἐν χρήϲει ἡ τριϲύλλαβοϲ δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ διϲύλλαβοϲ οἷον ἡ Λητοῖ καὶ Ϲαπφοῖ.

    [*](285 cum not. l. 4 addit Choerob.: ταῦτα δέ ἐϲτι τῆϲ δόξηϲ, ὅτι παρὰ τῷ Θεοκρίτῳ καὶ παρὰ Ἀριϲτοφάνει διὰ τοῦ κ κλίνεται ἡ δὲ παράδοϲιϲ τῶν ἀντιγράφων` οὐκ ἔχει οὕτωϲ, ἀλλὰ διὰ τοῦ γ.— cf. de τέττιξ Dichr. 285, 9, An Ox. II 417, 24 τὰ εἰϲ ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω διὰ τοῦ γ κλίνεται, ἅρπαξ ἁρπάζω ἅρπαγοϲ, τέττξ τεττίζω τέττιγοϲ. l. 8 de πτέρυξ ef. Eustath. 230, 40, ubi Herodianus pro teste citatur. ln fine pro τρυχόϲ scripsi τρυγόϲ. canon mancus est, intercidit totus in An. x. III p. 243 ubi de nominibus in ξ monosyllabis alioquin accurate agitur. l. 15 cf. Cathol p. 49, 1 sqq. et περὶ παθῶν.)
    645

    35.

    Choer. 333, 21. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι ἔϲτι τὴν Ϲαπφών καὶ τὴν Λητῶν ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰϲ οι δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν.

    36.

    Choer. 335, 20. ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον μοῦϲα ὦ μοῦϲα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄϲτυ ὦ ἄϲτυ, βοῦϲ ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰϲ ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητῶ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχε τὸ ι προϲγεγραμμένον οἶον ἡ Λητώι, ἡ Ϲαπφὡι ϲὺν τῷ ι ϲυϲταλὲν (sic) οὖν τὸ ω εἰϲ τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆϲ ἰδίαϲ εὐθείαϲ.

    Περὶ τῶν εἰϲ ρ θηλυκῶν.

    37.

    Eustath. 110, 36: μονῆρεϲ ἐν θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ διὰ τῆϲ ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ὡϲ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριϲτερὰ χηρὸϲ ἔχων ».

    Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.

    38.

    Eustath. 1571,30. Ἠρωδιανὸϲ παραδοὺϲ τὰ εἰϲ αϲ ὀξύτονα διὰ τοῦ δ κλίνεϲθαι οἷον ϲτιβάδοϲ, ἰϲχάδοϲ, πελιάδοϲ ἐν μόνον ἐκ τούτων εἰϲ αιϲ φηϲὶ λήγειν τὸ δόϲ.

    Περὶ τῶν εἰϲ αυϲ.

    39.

    Anecd. Ox. IV 337 , 25. δύο εἰϲ αυϲ, ναῦϲ, γραῦϲ. κέκλιται δὲ διὰ καθαροῦ τοῦ α ναόϲ, γραόϲ· τὸ νεώϲ Ἀττικῶϲ. τὸ νηῦϲ ἢ γρηύϲ διῃρημένον κατὰ τοὺϲ Ἴωναϲ οὐκ ἐκλίθη· τὴν δὲ αἰτιατικὴν καὶ κλητικὴν ἔχει

  • Θριαὶ τὴν γρηῢν ἐπιπνείουϲι κορώνην
  • καὶ δεῦρο δὴ ὄρεϲο (sic) γρηΰ»  (Od. χ 395).

    [*](I. 14 quod contra hanc explicationem dicit Choeroboscus: οὗτοϲ ὁ λόγοϲ οὐϲ ἔϲτιν ἀναγκαϲτικόϲ· ἐὰν γὰρ δῶμεν τὰ εἰϲ ω θηλυκὰ ἔχειν τὸ ι προϲγεγραμμένον κατὰ τὴν εὐθεῖαν, εὑρεθήϲεται τὸ ι τελικὸν τῶν θηλυκῶν καὶ οὐ τὸ ω, ὅπερ ἐϲτὶν ἄτοπον· τὸ γὰρ ι οὐκ ἐϲτι τελικὸν τῶν θηλυκῶν, ἀλλὰ τῶν οὐδετέρων οἶον τὸ μέλι, τὸ ϲίνηπι, Lobeck. Rhem. p. 327 non aptum ad refellendum Herodianum esse pertendit, quum hanc regulam Herodiano ignotam fuisse minime credibile sit, sed fortasse nomina ista iota ineffabole habere putaverit idque perinde esse ac si non haberent. l, 25 λήγειν scripsi pro λέγειν.)
    646

    Περὶ τῶν εἰϲ ιϲ θηλυκῶν.

    40.

    Eustath. 1618, 29, Favorin. E. M. 445, 24: ὥϲπερ χάριϲ χόριδοϲ καὶ Δωρικῶϲ χάριτοϲ, κατὰ δὲ τὴν παρὰ Ἡρωδιανῷ Ἀλκμανικὴν χρῆϲιν καὶ Ἀρτέμιδοϲ Ἀρτέμιτοϲ οἷον « Ἀρτέμιτοϲ θεράποντα », οὕτω καὶ θέμιϲ θέμιτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ θέμιϲτοϲ οἷον «Θέμιϲτι δὲ καλλιπαρῄῳ » (O 87) καὶ ἐξ αὐτοῦ ἀθέμιϲτοϲ.