Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

Anecd.Ox.IV 333, 6:

Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖϲ ὀνόμαϲιν ἢ γένει ἢ εἴδει ἢ ϲχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώϲει, ἢ καταλήξει ἐν παρατελεύτῳ ϲυλλαβῇ· ἐν χρόνῳ, ἐν ποϲότητι ϲυλλαβῆϲ, πολλάκιϲ δὲ καὶ ἐν ἐπιπλοκῇ ϲυμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιοϲ ἡ κλίϲιϲ γίνεται· οἷον ἐν γένει μὲν ὁ τοξότηϲ καὶ ἡ φιλότηϲ· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκηϲ προϲηγορικόν, Πολυνίκηϲ κύριον· ϲχήματι δὲ οἷον ἱππότηϲ ἁπλοῦν, Ϲωκράτηϲ ϲύνθετον ἀριθμῷ δὲ ἰχθῦϲ ἰχθύοϲ ἑνικόν, ἰχθῦϲ δὲ ἰχθύων κατὰ κρᾶϲιν ἀπὸ τοῦ ἰχθύεϲ τόνῳ δέ ἥρωϲ ὅτι βαρύτονον διὰ καθαροῦ τοῦ οϲ, εὐρὼϲ ὀξύτονον διὰ τοῦ τοϲ· πτώϲει δὲ τοξότηϲ εὐθεῖα, ἐλάτηϲ γενική· καταλήξει δὲ καλόϲ βραδύϲ, ἐπεὶ γὰρ διήλλαξε τὴν κατάληξιν, διήλλαξε καὶ τὴν κλίϲιν· παρατελεύτῳ δὲ ϲυλλαβῇ Πέρϲηϲ, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρϲου κέκλιται, Λάχηϲ δέ, ὅτι βραχείᾳ, περιττοϲυλλάβωϲ εἰϲ τοϲ· χρόνῳ δὲ οἷον Ἀρκάϲ ἱμάϲ, τὸ πρῶτον γὰρ ϲυνεϲταλμένον διὰ τοῦ δοϲ κλίνεται Ἀρκάδοϲ, τὸ δεύτερον δὲ διὰ τοῦ ντ ἱμάντοϲ· ἐν ποϲότητι δὲ ϲυλλαβῆϲ οἷον Λυϲίαϲ Βίαϲ, τὸ μὲν γὰρ πρῶτον ὅτι ὑπὲρ δύο ϲυλλαβάϲ, ἰϲοϲυλλάβωϲ κλίνεται Λυϲίου, τὸ δεύτερον δὲ ὅτι διϲύλλαβον, διὰ τοῦ ντ Βίαντοϲ· πολλάκιϲ δὲ καὶ διαφόρου ϲυμφώνου ἕνεκα διαφόρωϲ ἐκλίθη οἷον ϲωλήν ϲωλῆνοϲ, ὑμήν ὑμένοϲ, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰϲ ε.

Περὶ ἀρϲενικῶν.

2.

Anecd. Ox .lV 333, 30: πέντε ἐϲτὶ ϲτοιχεῖα τελικὰ τῶν ἀρϲενικῶν ὀνομάτων ν, ξ, ρ, ϲ, ψ· εἰ δέ τινεϲ καὶ τὸ ε τελικὸν τιθέαϲιν, ὡϲ ἐν τῷ τοιόϲδε, τηλικόϲδε, ἢ τὸ λ διὰ τὴν ἧλοϲ γενικήν ἢ Ἀϲδρουβάλ. [*](l. 4 in titulo scripsi ὀνοματικῶν pro ὀνομάτων. l. 29 ἧλοϲ genetivus intellegendus est ab apocopato ἡλ declinatus cf. Lob. Parall. p. 116.)

635
εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκταϲιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώϲεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευτον ἀντὶ τῆϲ τελευταίαϲ ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶϲ τελικὸν ἡγητέον· τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτήριϲτα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώνυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶϲ μεταπλαϲθέντα νεφεληγερέτα Ζεύϲ, ἱππότα Νέϲτωρ.

Τὰ μὲν οὖν δ’ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοϲυλλαβεῖ ἐπὶ τῆϲ γενικῆϲ καὶ εἰϲ οϲ καταλήγει, οἷον Δίων Δίωνοϲ, κῆρυξ κήρυκοϲ, Νέϲτωρ Νέϲτοροϲ, Πέλοψ Πέλοποϲ τὰ δὲ εἰϲ ϲ λήγοντα ποτὲ μὲν περιττοϲύλλαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰϲοϲύλλαβον· καὶ ἰϲοϲυλλαβοῦϲα εἰϲ φωνῆεν λήγει οἷον ϲοφόϲ ϲοφοῦ, περιττοϲυλλαβοῦϲα δὲ ἔχει τελικὸν τὸ οϲ. Μίνωϲ Μίνωοϲ, ϲτάχυϲ ϲτάχυοϲ. Τὰ εἰϲ ϲ πᾶϲιν εὕρηται χρώμενα τοῖϲ φωνήεϲι πλὴν τοῦ ε, οἷον Αἴαϲ, Χάρηϲ, μάντιϲ, καλόϲ, ταχύϲ, ἥρωϲ· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ ϲυμπλοκῆϲ τοῦ ι ἢ τοῦ υ, οἷον χαρίειϲ, Πηλεύϲ· τινὰ δὲ εἰϲ ουϲ λήγει, Μελάμπουϲ, Οἰδίπουϲ.

Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.

3.

Anecd. Ox. IV 334, 22: τὰ εἰϲ αϲ ἀρϲενικὰ μονοϲύλλαβα ϲπάνιά ἐϲτιν· ὀξύνεται δὲ ἢ περιϲπᾶται καὶ κλίνεται κατὰ ἀποβολὴν τοῦ ϲ ἢ διὰ τοῦ ντ· ἐϲτι γὰρ ἰϲοϲύλλαβα ὁ Θᾶϲ τοῦ Θᾶ, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ, ὁ πᾶϲ τοῦ πᾶ, ὁ Βᾶϲ τοῦ Βᾶ περιττοϲύλλαβα δὲ κράϲ κρατόϲ μόνον χωρὶϲ τοῦ ν· διὰ τοῦ ν κλινόμενον πᾶϲ παντόϲ τὸ τριγενὲϲ ἔχον τὴν γενικὴν ὀξύτονον, Ζάϲ Ζάντοϲ, Φθάϲ Φθάντοϲ, μετοχῆϲ ἀπενεγκάμενοϲ κατάληξιν ὁμοίωϲ ταῖϲ μετοχαῖϲ καὶ κατὰ τὴν γενικὴν ἠνάγκαϲται τονοῦϲθαι ὡϲ ϲτάϲ ϲτάντοϲ.

Τὰ ἐκ παρακειμένου ϲυνεϲχηματιϲμένα ὀξύνεται καὶ διὰ τοῦ τ κλίνεται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ· τὸ μέντοι εὐκράϲ παρ’ Εὐριπίδῃ ἀνεγνώϲθη.

Τὰ εἰϲ αϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται· τὸ δὲ μέγαϲ ἐπίθετον καὶ τὸ λᾶαϲ προϲηγορικὸν ὡϲ ϲυϲτέλλον τὸ α βαρύνεται καὶ οὐ διὰ τοῦ δοϲ κλίνεται. καὶ τὸ μέγαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ, ἢ βαρυνόμενον [*](I. 7 Κόπαινα pro Κόπεννα emendavit Lob Proll. p. 69. l. 24 Βᾶϲ Bᾶ scripsi pro Φᾶϲ φᾶ. l. 29 vox ϲυνεϲχηματιϲμένα reperitur in Mon. 14, 32. l, 33 in codice sunt haec: τὸ δὲ μέλαϲ ἐπίθετον καὶ λάαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται διὰ τοῦτο οὐδ’ ἀκόλουθον τὴν κλίϲιν ἔϲχον, quae verba corrupta et mutilata sunt; Herodianum restitui ex Arcad. 22, 22 et Ηerod ap. Eustath 1447, 23)

636
ἐκτείνειν τὸ α ὧν οὐδέτερον ἔχει· καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν.

Τὰ δὲ βαρύτονα ὅϲα μὲν διϲύλλαβα εἰϲ αϲ καθαρὸν λήγει οἷον Αἴαϲ, καὶ ὅϲα παρὰ μετοχήν, Ἄτλαϲ, Περίφαϲ, καὶ ὅϲα παρὰ ῥῆμα βαρύτονον, Ἀφείδαϲ, ἀδάμαϲ, δάμνω γάρ καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἢ τὸ ἀντίϲτοιχον, Μάμαϲ, γίγαϲ, Τεύθραϲ, Κάλχαϲ, καὶ ὅϲα τριγενῆ, διὰ τοῦ ντ κλίνεται· ἀλλὰ τὸ μέλαϲ γὰρ καὶ τάλαϲ τριγενῆ ὑποϲτολὴν τοῦ τ πέπονθε, μέλανοϲ καὶ τάλανοϲ.

Ὅϲα δὲ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, Νικίαϲ, Λυϲίαϲ, ἢ τῷ ε Αὐγέαϲ, Πυθέαϲ, ἢ τῇ ει Αἰνείαϲ, ἢ τῷ υ Μαρϲύαϲ, καὶ ὅϲα εἰϲ ραϲ ἐπὶ τῆϲ παρατελεύτου τὸ ο ἔχει Ξεναγόραϲ, εἰϲ ου ἔχει τὴν γενικήν· εἰ δέ τι τούτων εἰϲ α καταλήξειεν, Δώριόϲ ἐϲτιν ἡ κλίϲιϲ ϲυνήθηϲ γεγονυῖα τῇ κοινῇ διαλέκτῳ ἐκεῖνα δὲ μόνον εἰϲ α κατάληκτα εἴη (sic) κατὰ τὴν γενικήν, ὅϲα ἀπὸ ἀμεταβόλου ἀρξάμενα μεταβολικῷ κατὰ τὸ τέλοϲ χρῆται, οἷον Λίχαϲ· καὶ ὅϲα ἀπὸ φύϲει μακρᾶϲ ἀρξάμενα ϲυμφώνῳ παραλήγεται κατὰ τὴν τελευταίαν, οἷον Ϲώταϲ· καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ μή ἐϲτι ῥηματικὰ οἷον Ἀγρίππαϲ, Περδίκκαϲ, τὸ Πάλλαϲ γὰρ ῥηματικόν· καὶ ὅϲα εἰϲ μαϲ μακρᾷ παραλήγεται, Πυρίμμαϲ, Λυκόρμαϲ, τὸ γὰρ Ἀθάμαϲ καὶ ἀδάμαϲ βραχυκαταληκτεῖ· καὶ ὅϲα εἰϲ δαϲ ἁπλᾶ Τιμαχίδαϲ, Θρακίδαϲ, ἁπλᾶ διὰ τὸ Ἀφείδαϲ· καὶ ὅϲα εἰϲ παϲ μονογενῆ, Ἀράϲπαϲ, Γοργόπαϲ,τὸ ἅπαϲ γὰρ οὐ μονογενέϲ· καὶ ὅϲα παρὰ ῥῆμα περιϲπώμενον βοῶ Τηλεβόαϲ, ἀλοιῶ πατραλοίαϲ πατραλοία. τὰ δὲ εἰϲ αϲ περιϲπώμενα ἐπιεικῶϲ ὑποκοριϲτικὰ εὑρίϲκεται καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κλίνεται Ζηνᾶϲ, Μηνᾶϲ. τὸ ἀλλᾶϲ, Γλιϲᾶϲ ἐκ τοῦ ἀλλάειϲ, Γλιϲάειϲ τὸ δὲ Μαρικᾶϲ Μαρικᾶντοϲ περιττοϲυλλάβωϲ κέκλιται ἀλλὰ καὶ ἰϲοϲυλλάβωϲ. ἕν ἐϲτιν ἀρϲενικὸν εἰϲ αιϲ περιϲπώμενον παῖϲ, κέκλιται δὲ διὰ τοῦ δ ὡϲ ἀπὸ τοῦ πάιϲ.

4.

Steph. Byz. 1, 2 Mein.: Ἡρωδιανόϲ φηϲιν ὅτι τὸ Ἄβαϲ, ὅτε ἔθνοϲ ϲημαίνει, περιττοϲυλλάβωϲ κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰϲοϲυλλάβωϲ καὶ περιττοϲυλλάβωϲ.

5.

Steph. B. 83, 28: Βρίγεϲ. Ἡρωδιανὸϲ ἐν τῇ πρώτῃ κλίϲεωϲ ὀνομάτων Βρίγανταϲ αὐτούϲ φηϲι τὰ γὰρ εἰϲ γαϲ λήγοντα ὀνόματα ἰϲοϲυλλάβωϲ κλίνεται, ὅτε μόνον ἐϲτὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγαϲ. ἔθνοϲ δέ ἐϲτι Βρεττανικὸν οἱ Βρίγαντεϲ.

6.

Eustath. 1447 , 23:  Ἡρωδιανὸϲ καθάπαξ ἡμαρτῆϲθαι τὸ μέγαϲ [*](l. 12 τὸ ο ἔχει Ξεναγόραϲ scripsi pro τὸ Ἐξαγόραϲ. l. 20 pro Πυρίμμαϲ, quod tamen defendi posse censet, Lobeckius Proll. 168 proponit Ἀρίμμαϲ. l. 27 περιττοϲυλλάβωϲ κέκλιται scripsi pro πέπλεκται. l. 30 cf. Choer. Dict.. 33, 3 Lob. El. II 305. l. 34 cf. Choer. 34, 2.)

637
περὶ τὴν εὐθεῖαν γράφει καὶ διὰ τοῦτο μηδὲ ϲχεῖν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν ἑτεροκλίτωϲ δηλαδή. ἡμάρτηται δὲ κατ’ ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ φυγάϲ ἢ βαρυνόμενον ἐκτείνειν τὸ α ὦν οὐδέτερον ἔχει.

7.

Choerob. Dict. 35, 15, Bekk.Anecd.1186: τὰ εἰϲ αϲ ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψαϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ. Πύζαϲ Πύζαντοϲ. ἰϲτέον ὅτι Ἡρωδιανὸϲ οὕτωϲ κανονίζει ταῦτα.

8.

Eustath. 300, 14: ὅτι ὁ Ἀρκάϲ τό τε κύριον καὶ τὸ ἐθνικὸν ϲυϲτέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται κατὰ τὸ φυγάϲ φυγάδοϲ καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃϲ παρατιθεὶϲ τὸ ἱμάϲ καὶ ἀνδριάϲ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ μετοχὰϲ μιμῇϲαϲθαί φηϲιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. τὸν μέντοι παρὰ τῷ κωμικῷ ἀλλᾶντα προπεριϲπᾶ ἐκεῖνοϲ, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν ϲυνήθειαν. λέγει γὰρ ὅτι ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ· ὁ δὲ τοιοῦτοϲ λόγοϲ ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντοϲ περιϲπᾶϲθαι. δῆλον γὰρ ὡϲ ἀλλάειϲ γενόμενοϲ ἀλλᾶϲ τὴν περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράϲεωϲ. ὁ δὲ Ἡρωδιανὸϲ τοῖϲ εἰρημένοιϲ παραπηγνὺϲ καὶ τὸν παρὰ τῷ κωμικῷ Μαρικᾶν (Nub. 533 «Εὔπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν») τὸ βάρβαρον ὄνομα διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆϲιν ταύτην· «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν » (Eupol. Meinek. fr. Com. I 139 ed. min.).

9.

Eustath. 1390, 33: τοῦ Ἄτλαντοϲ τῆϲ κλίϲεωϲ ὁ κανὼν τοιοῦτοϲ κατ’ Ἡρωδιανόν τὰ παρὰ μετοχὴν εἰϲ αϲ διϲύλλαβα διὰ τοῦ ντ κλίνεται οἷον τλάϲ Ἄτλαϲ Ἄτλαντοϲ, φάϲ Περίφαϲ Περίφαντοϲ. τοιαύτῃ δὲ κλίϲει ἐκεῖνοϲ ὑπάγει καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει, γίγαϲ γίγαντοϲ, Μίμαϲ Μίμαντοϲ.

10.

Choer. Dict. 32, 21: τὰ εἰϲ αϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, λυκάβαϲ λυκάβαντο, ϲημαίνει δὲ τὸν ἐνιαυτόν, Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται «ἔχοντα τὴν πρὸ [*](l 12 ef. Epim. Cr. 1 217, 10 et Catholicam p. 50, 12 sqq. l. 37 Ἀρύβαϲ pro Ἀρίβαϲ scripsi ex Od. ο 425.)

638
τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν», ὥϲ φηϲιν Ἡρωδιανόϲ, διὰ τὸ Ἰόβαϲ Ἰόβα καὶ Ῥήαϲ Ῥήβα.

Περὶ τῶν εἰϲ ειϲ

Περὶ τῶν εἰϲ ευϲ.

11.

An. Οx. IV 337, 8: τὰ εἰϲ ευϲ εἴτε ἀπλᾶ εἴτε ϲύνθετα ὀξύνεται καὶ διὰ τοῦ εοϲ κλίνεται, Ὀδυϲϲεύϲ Ὀδυϲϲέοϲ. τὸ Ὀδυϲϲῆοϲ Ἰωνικόν, ὥϲπερ τὸ Ὀδυϲϲέωϲ Ἀττικόν. τὸ δὲ Ζεύϲ Διόϲ ἑτερόκλιτον καὶ Βοιωτῶν. τοῖϲ δρομεῦϲι καὶ δρομέϲι διχῶϲ.

12.

Choer. 217 , 15: ἐπὶ τῶν εἰϲ ϲῦϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ. καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὕτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο ε εἰϲ τὸ η. Ϲημειοῦται ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον « τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ» (Ai. 390).

Περὶ τῶν εἰϲ ηϲ ληγόντων ὀνομάτων.

13.

Anecd. Ox. lV 336, 1: τῶν εἰϲ ηϲ ληγόντων τὰ μὲν ὀξύνεται, οἷον ἀθλητήϲ, τὰ δὲ βαρύνεται, οἷον Λάχηϲ κτλ.

Περὶ βαρυτόν ων.

Τ δὲ Ἄρηϲ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ Ἄρητοϲ ἐκλίθη, καὶ ὡϲ ϲπονδειακὸν Ἄρου, καὶ «Ἄρεοϲ ἀνδροφόνοιο» παρ’ Ὁμήρῳ (Δ 441), καὶ Ἄρεωϲ ἀπὸ Ἄρευϲ, εὑρέθη δὲ παρὰ Ἀλκαίῳ.

Ὅϲα δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτιν εἰϲ δηϲ πατρωνυμικά, οἷον Ἀτρείδηϲ ἢ τύπου πατρωνυμικοῦ Ἡρακλείδηϲ, Ὑπερίδηϲ, καὶ τὸ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ὂν τῇ αὐτῇ ὑποπίπτει κλίϲει.

Καὶ τὰ εἰϲ νηϲ παρώνυμα, Λεπτίνηϲ, Ἀξίνηϲ, Ἀψίνηϲ ἢ τύπου παρωνύμου, Ϲμικρίνηϲ, Θεοκρίνηϲ.

Καὶ τὰ εἰϲ ληϲ ῥηματικά, χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ· φαινόληϲ, ἢ παρώνυμα γενειόληϲ καὶ ὅϲα εἰϲ τηϲ ἁπλᾶ οἰκέτηϲ, τοξότηϲ κτλ.

[*](l. 9 δρομέϲιν ex Simonide affertur in libro pseudepigrapho Ἡρωδιανοῦ περὶ ζητουμένων κτλ. Anecd. Ox. IIl 254, 21. l. 11 cf. Io. Al. p. 16 et 20, 15. l. 25 inserui inscriptionem propter sequentem περὶ ὀξυτόνων. l. 34 χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ scripsi pro ὀλολυκτόδηϲ.)
639

Καὶ ὅϲα παρὰ ῥῆμα προϲηγορικά, ἱερονίκηϲ, 'Ὀλυμπιονίκηϲ· ταῦτα πάντα εἰϲ ου ἔχει τὴν γενικήν, χωρὶϲ τῶν εἰϲ ωληϲ, ἃ μετὰ τοῦ ϲ τὴν γενικὴν ποιεῖ, πανώλουϲ, ἐξώλουϲ· ἐξῶλεϲ καὶ πανῶλεϲ τὸ οὐδέτερον κτλ. ἔτι γε μὴν καὶ ὅϲα ἀμεταβόλῳ παραλήγεται ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τοϲ λήγει, Ἀφάρητοϲ, Ἐπιάλητοϲ· καὶ ταῦτα μὲν περὶ βαρυτόνων.

Περὶ ὀξυτόνων.

Τῆϲ προειρημένηϲ τοίνυν καταλήξεωϲ οὔϲηϲ διχῶϲ εἰϲ τοϲ καὶ εἰϲ εοϲ, τιϲ ϲυναιρεθεῖϲα γίγνεται εἰϲ ουϲ, εἴπωμεν περὶ τῶν εἰϲ τοϲ πρότερον. ὅϲα μὲν ὀξύτονα δύο ϲυμφώνοιϲ παραλήγεται, εἰϲ τοϲ ποιεῖ τὴν γενικήν· ἀβλῆτοϲ, προβλῆτοϲ καὶ ἡμιθνῆτοϲ. ὅϲα δὲ ἑνὶ ϲυμφώνῳ, ϲαφήϲ, νωθήϲ, πρυλήϲ εἰϲ ουϲ κτλ.

14.

Priscian. VI 60 tom. I p. 244, 17 Hertz: Apud Graecos quoque inveniuntur huiuscemodi ancipitem habentia declinationem teste Herodiano: Γύγηϲ (nomen gigantis) Γύγου et Γύγητοϲ. Κόμηϲ (proprium) Κόμου καὶ Κόμητοϲ, μύκηϲ μύκου et μύκητοϲ, Μύνηϲ Μόνου et. Μύνητοϲ, Ποδῆϲ Ποδοῦ et Ποδῆτοϲ, Μέγηϲ Μέγου et Μέγητοϲ, Πύδηϲ Ποδοῦ et Πύδητοϲ.

15.

Eustath.518,24: Ἡρωδίανόϲ φηϲιν ὅτι πλείοϲι κλίϲεϲιν ὁ Ἄρηϲ κέχρηται· καὶ γὰρ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ τ περιττοϲύλλαβον ἔχει τὴν γενικὴν Ἄρηϲ Ἄρητοϲ, ὅθεν Ἀρητιάδηϲ παρ’ Ἡϲιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριϲτικόν· κλίνεται δὲ καὶ ὡϲ ϲπονδειακὸν Ἄρηϲ Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον ἐπεκτείναϲ Ἀρχίλοχοϲ ἔφη ἐν τριμέτροιϲ (fragm. 47 Bergk.) «παῖδ’ Ἄρεω μιηφόνου». ἔϲτι, φηϲί, καὶ ἄλλη πλάγιοϲ παρ’ Ὁμήρῳ (Δ 441) «Ἄρεοϲ ἀνδροφόνοιο» καθ’ ὁμοιότητα τῶν ὑπὲρ δύο ϲυλλαβάϲ· ὡϲ γοῦν Ϲωκράτηϲ Ϲωκράτεοϲ ὦ Ϲώκρατεϲ, οὕτωϲ Ἄρηϲ Ἄρεοϲ Ἄρεϲ. ἔϲτι καὶ Ἄρεωϲ γενικὴ ἣν οὐ χρὴ γενέϲθαι ἀπὸ τοῦ Ἄρηϲ· ὡϲ γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείνοντεϲ ἐροῦϲιν ἀπὸ τοῦ Ϲωκράτηϲ Ϲωκράτεωϲ διὰ τοῦ ω μεγάλου, ἀλλ’ οὐδὲ Ἰωνεϲ Ϲωκράτητοϲ, οὕτωϲ οὐδὲ ἀπὸ τοῦ Ἄρηϲ Ἄρεοϲ τοιοῦτόν τι γενήϲεται. ἀλλὰ μὴν εὑρίϲκομεν καὶ Ἄρηοϲ καὶ «Ἄρηϊ κρατερῷ » (B 515) καὶ Ἄρηα. λεκτέον οὖν, ὅτι Ἀττικοὶ καὶ Ἴωνεϲ ἑτέραν κατάληξιν, φηϲίν, ὑποϲτηϲάμενοι οὕτω πεποίηνται ταύτην τὴν κλίϲιν. ἔϲτι δὴ καὶ Ἄρευϲ εὐθεῖα, ἥτιϲ παρ’ Ὁμήρῳ οὐκ ἔϲτι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, [*](l. 9 post εἰϲ ουϲ omisi καὶ εἰϲ ου quae pertinere videntur ad exemplum κριτήϲ κριτοῦ, sed hoc periit ut quaedam post περὶ ὀξυτόνων, ut ex προειρημένηϲ intellegitur, exciderunt supplenda ex Choer. 54, 29. l. 12 εἰϲ ουτήϲ addidi. l. 14 cf. Choer. 139, 10, Lehre ad Herod. p. 290 seqq. l. 26 Ἄρεω legit etiam Aristarchus in Ϲ 100, ubi Herodianus ἀρῆϲ, ἀπὸ τῆϲ εὐθείαϲ τῆϲ ὁ Ἄρεωϲ ὡϲ ὀ Πείρεωϲ «Πείρεω υἱόν» Didymus ad h. l. cf. E. M. 138, 2, qui ex Schol. AD hausit. l. 36 ct. Eustath. 187, 2 τοῦ Ἄρηοϲ εὐθεῖα Ὁμήρῳ ἄρρητοϲ ὁ Ἄρευϲ)

640
οὗ καὶ χρῆϲιν προαγαγὼν λέγει καὶ ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰϲ ευϲ ὡϲ Αἰολικόν· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ ταῦτα μὲν τὰ τοῦ Ἡρωδιανοῦ.

An. Ox. III 237, 1: ζητοῦμεν καὶ τὴν τοῦ Ἄρηϲ Ἄρεοϲ γενικήν, πῶϲ εὕρηται διὰ διφθόγγου· λέγομεν Ἀρευοϲ Ἄρευι «μίξαν δ’ ἀλλάλαιϲ Ἄρευα », ἡ κλητικὴ «Ἄρευ δαΐφοβοϲ δαΐκτηρ»· καὶ ἠπορήκαϲι περὶ τῆϲ κλίϲεωϲ, πόθεν ἄρα ἡ δίφθογγοϲ, τὰ γὰρ εἰϲ ευϲ παρ’ αὐτοῖϲ τοῖϲ Ἴωϲι διὰ τοῦ η. καὶ τοιαύτην λύϲιν ἐπινοοῦμεν· τὸ ἀκόλουθον Ἄρηοϲ· ἔθοϲ Αἰολεῦϲι τὸ υ πλεονάζειν φωνήεντοϲ ἐπιφερομένου ἢ ρ ναόϲ ναυόϲ, ἀώϲ αὐώϲ, ἑάλωκεν εὐάλωκεν, ἄρρηκτον αὔρηκτον, ἐρράγη εὐράγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρηϲ τὸν πλεοναϲμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυοϲ ἡ γενική· καὶ ηὑρίϲκετο ἡ ηυ δίφθογγοϲ· αὕτη δέ ἐϲτι κακόφωνοϲ καὶ ἐν κλίϲει ῥημάτων θέλει ὁρᾶϲθαι, ηὔλει καὶ ηὔχει καὶ ηὔδα, καὶ περὶ τὴν ἀρχὴν θέλει ἀναϲτρέφεϲθαι. ὥϲπερ [γὰρ] τὸ γραῦϲ τροπὴν παθὸν τοῦ α εἰϲ η γέγονε γρηῦϲ, ἵνα δὲ μὴ γένηται ἀκατάλληλοϲ, τροπῆϲ γενομένηϲ διῃρέθη καὶ γρηύϲ ἐγένετο. ὅτι γὰρ ἐπὶ ῥημάτων, οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑτέραϲ λέξεωϲ (sc. τὸ ηυ θέλει ὁρᾶϲθαι), καὶ ἐξ ἐκείνων καταλαμβάνω ὅτι ἐϲτὶν ἠύτε, ἀλλ’ ἵνα μὴ γένηται ἡ κακοφωνία τῆϲ διφθόγγου, ἢ διαίρεϲιϲ ἠύτε γίνεται ἢ τροπὴ εὖτε. ὁμοίωϲ οὖν καὶ ἐπὶ τοῦ Ἄρευοϲ· ὁ πλεοναϲμὸϲ γὰρ ἐποίηϲε τὴν δίφθογγον· ἐνταῦθα οὖν τροπή, ἵνα ἀποϲτῇ ἡ κακοφωνία τῆϲ διφθόγγου.

16.

II. Pr. 529. Κουρῆτεϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν» (ΙΙ. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων.

Περὶ τῶν εἰϲ ιϲ.

17.

An. Ox. IV 336, 29: τὰ εἰϲ ιϲ βαρύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ϲυνεϲταλμένον ἔχει τὸ ι καὶ διὰ τοῦ δ ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται μόνον. τὸ δὲ τίϲ διὰ τοῦ ν ἐκλίθη καὶ ὡϲ μονοϲύλλαβον ὀξύνεται ἀεὶ καὶ [*](Αἰολική, ὡϲ καὶ Ἡρωδιανῶ δοκεῖ. cf. Choer. 145, 13. — Quaestionem de genetivo Ἄρευοϲ eiusque solutionem ab Herodiano profectas arbitror, quippe cuius sit πάντων λύϲειϲ ἐπινοεῖν καὶ διδόναι; etiam sermo Herodianeus est, licet. ab epitomatore valde corruptus, quem quantum potui restituere conatus sum, l, 6 in cod. δι’ ὁ φόβοϲ διακτήρ, secutus sum Bergkium Alcaei fr. 28 ut in praecedente fragmento, quod eidem tribuit 31 , in cod. est ἀλλήλοιϲ. l. 14 in cod. ἀνατρέφεϲθαι, quod Cram. in ἀνατρέπεϲθαι, ipse in ἀναϲτρέφεϲθαι mutavi, l. 16 τροπῆϲ γενομένηϲ posui pro τροπικῶϲ, l. 17 ἑτέραϲ scripsi pro ἑκατέραϲ. l. 18 καταλαμβάνω ὅτι posui pro καταλαμβάνονται et inserui ἡ κακοφωνία τῆϲ διφθόγγου, l. bis ἤ scripsi pro ἡ. de ἠΰτε cf. Il. Pr. Ο 365. l. 23 cf. Eustath. 1179, 21 ad II. Τ 193: ὅτι ἐνταῦθα λέγει τοὺϲ νέουϲ, ὅπερ Ἡρωδιανὸϲ ἀναγινώϲκει ἐν τόνῳ ὡϲ πένηταϲ, κλίνων ὡϲ ἰαμβικὸν ἀπὸ τοῦ κόροϲ ὁ νέοϲ κόρηϲ κόρητοϲ· τὸ μέντοι ἔθνοϲ Κουρῆταϲ ὡϲ ἀδμῆταϲ.)

641
ἐν τῇ ϲυμφράϲει· τὸ λίϲ παρ’ Ὁζμήρῳ «ὥϲτε —λὶϲ ἠϋγένειοϲ» (Ο 27).

Καὶ ὅϲα μὲν κύρια εἰϲ ιϲ Πάριϲ, Κίκιϲ καὶ ὅϲα μακρᾷ παραληγόμενα προϲηγορικά, εὖνιϲ, νῆϊϲ, ἄναλκιϲ διὰ τοῦ δ κλίνεται. τὸ εὖιϲ εὑρέθη καὶ ἄνευ τοῦ δ εὔνιοϲ εὔνιν κτλ.

Περὶ τῶν εἰϲ υϲ.

18.

Anecd. Ox. IV 337, 12: τὰ εἰϲ υϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται καὶ τὸ υ φυλάϲϲει κτλ. ϲημείωϲαι δὲ ὅτι γλυκέωϲ καὶ ἡδέωϲ οὐ λέγομεν ἵνα μὴ ϲυνεμπέϲῃ τῷ ἐπιρρήματι· ὅϲα δὲ ϲύνθετα παρ’ ὄνομα ὡϲ τὰ ἁπλᾶ κλίνεται, ἄδριμυϲ ἀδῥίμεοϲ· δριμύϲ γὰρ κτλ.

19.

Choer. 233, 21: λέγει ὁ Ἡρωδιανόϲ, ὅτι πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ e μεταβάλλειν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ, εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ὸ εἰϲ ω Ἀττικῶϲ, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ἕ καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω.

20.

Choer. 223, 30: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ εἰϲ υϲ καὶ τὰ εἰϲ ευϲ κατὰ τὴν γενικὴν μὴ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ἔ καὶ o εἰϲ τὴν ου δίφθογγον οἶον ταχέοϲ ταχοῦϲ, Πηλέοϲ Πηλοῦϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. — καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ὅτι ἐπὶ τῶν εἰϲ ηϲ γίνεται κρᾶϲιϲ ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰϲ ηϲ λήγοντα πέφυκε καὶ περιττοϲυλλάβωϲ κλίνεϲθαι καὶ ἰϲοϲυλλάβωϲ οἷον λέβηϲ λέβητοϲ, Λἄχηϲ Λάχητοϲ, Χρύϲηϲ Χρύϲου, Ὀρέϲτηϲ ρέϲτου· ἔχει οὖν τι μιμήϲαϲθαι τὰ εἰϲ ηϲ ϲυναιρούμενα, ϲυναιρούμενα γὰρ μιμεῖται τὴν ἰϲοϲύλλαβον κλίϲιν, Δημοϲθένηϲ γὰρ Δημοϲθένουϲ ἰϲοϲυλλάβωϲ ὥϲπερ καὶ Ὀρέϲτηϲ Ὀρέϲτου· τὰ δὲ εἰϲ υϲ λήγοντα καὶ τὰ εἰϲ ευϲ, ἐπειδὴ ἀεὶ πέφυκε περιττοϲυλλάβωϲ κλίνεϲθαι οἶον ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀτρεύϲ Ἀτρέοϲ εἰκότωϲ οὐ ϲυναιρεῖται ἐν τῇ γενικῇ· ϲυναιρούμενα γὰρ οὐκ ἔχει τι μιμήϲαϲθαι, οὐδὲ γὰρ κλίνεται ἰϲοϲυλλάβωϲ, ἵνα ϲυναιρούμενα μιμήϲηται τὴν ἰϲοϲύλλαβον κλίϲιν. ταῦτα εἶπεν ὁ Ἡρωδιανόϲ.