Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Φθία διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ια εἴτε ἐπὶ πόλεωϲ εἶτε ἐπὶ χώραϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα οὐ θέλει τῇ ει διφθόγγου παραλήγεϲθαι κτλ. καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία, ἐπειδὴ ἀπὸ τοῦ Φθῖοϲ κύριον ὄνομα γέγονε, τὸ δὲ Φθῖοϲ διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Φλῖοϲ.