Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

φθείρ: ει δίφθογγοϲ. τὸ ἀπὸ τῆϲ ϲωματικῆϲ φθορᾶϲ. ἰϲτέον δὲ ὅτι εἰϲ ειρ μονοϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γραφόμενα τρία ἐϲτίν· τὸ φθείρ τὸ ἀπὸ τῆϲ φθορᾶϲ τοῦ ϲώματοϲ, καὶ Εἴρ, ὄνομα δὲ ποταμοῦ, καὶ τὸ χείρ. καὶ τὸ μὲν φθείρ ἀπὸ τοῦ φθείρω, τὸ δὲ Εἴρ ἀπὸ τοῦ εἴρω τὸ ϲυμπλέκω, τὸ δὲ χείρ, ἐπεὶ οἱ Αἰολεῖϲ χήρ φαϲι τρέποντεϲ τὴν ει εἰϲ τὸ η.