Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ᾄδω. ἀείδω κράϲει τοῦ ε καὶ α εἰϲ α μακρὸν καὶ ϲυναιρέϲει τοῦ αϊ εἰϲ α δίφθογγον.

ἀεί. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρἠϲ τοῦ ι οἷον αἰέν καὶ αἰέϲ καὶ κατὰ ἀφαίρεϲιν τοῦ ι ἐκ τοῦ ἄε προϲθήκῃ τοῦ ι εἰϲ τὸ ε ἀεί.

ἀείδελον τὸ λίαν ὁρατόν· διὰ τῆϲ ει γράφεται· γέγονε δὲ ἀπὸ τοῦ εἴδῶ εἴδελοϲ καὶ ἐν ϲυνθέϲει ἀείδελοϲ ὁ μὴ θεωρούμενοϲ. παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ ϲυϲτολὴν τοῦ η εἰϲ ε «τοῦ δὲ τέραϲ περίϲημον — ἀείδελον ἐϲτήρικτο » Νίκανδροϲ (Ther. 20). ἐπὶ δὲ τοῦ ἀοράτου ἐχρήϲατο τῇ λέξει Ἡϲίοδοϲ περὶ Αὐτολύκου. φηϲὶ γὰρ «ὅττι κε χερϲὶ λάβεϲκε, ἀείδελα πάντα τίθεϲκεν » (fr. 61 Dind.).

ἀείδω: διὰ τῆϲ ει διφθόγγου. ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ο, ὡϲ ἀπὸ τοῦ ἀλείφω ἀλοιφή εἴρηται, οὕτω καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή γέγονεν.

ἀείκελοϲ: τὸ ϲι δίφθογγοϲ. ἀπὸ τοῦ εἴκω τοῦ ϲημαίνοντοϲ τὸ ὁμοιῶ γέγονεν εἴκελοϲ καὶ ἐκεῖθεν ἀείκελοϲ ὁ ἀνόμοιοϲ.

ἀεικήϲ: ὁ ἀναιδήϲ καὶ ϲκληρόϲ, διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἴκω τὸ ὑποχωρῶ, ἐξ οὺ καὶ τὸ οἶκὸϲ οἱονεὶ εἰϲ ὃν ὑποχωρομεν, . γίνεται ἀεικήϲ ὁ μὴ εἴκων.

ἀείρω. διὰ τῆϲ ἑι διφθόγγου. οἱ γὰρ Αἰολεῖϲ ἀέρρω λέγουϲιν. ἡμεῖϲ δὲ τὸν μέλλοντα λέγομεν ἀερῶ καὶ πλεοναϲμῷ τοῦ ι ἀείρω καὶ. διὰ τὸ ἔχειν τὸ ἀείρω ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀορτήρ.

ἀεργία: διὰ τοῦ ι γράφεται.

Ἀζανία μέροϲ τῆϲ Ἀρκαδίαϲ ἀπὸ Ἀζᾶνοϲ τοῦ Ἀρκάδοϲ. οἱ οἰκήτορεϲ Ἀζᾶνεϲ καὶ Ἀζῆνεϲ.

Αίζόν ἀνταίου παῖϲ, ἀφ’ οὖ ἐν Φρυγίᾳ πόλιϲ Αἰζανοί. λέγεται καὶ Ἀζανοί· Ϲτράβων.

[*](1. 1 Choer.170, 33 et Hes. 1. 2 Choer. 180, 16. 1. 3 E.M. 21, 91. An. Paris. IlI 298, 13 (cod. Coisl. 387) τὸ ἀείδω ϲυναλοιφὴν παθὸν ἅπαξ γέγονεν ἄδω. κράϲεωϲ δὲ γεγονυίαϲ μακρὸν γίνεται τὸ α τὰ ἐμα τἀμά. γέγονε δὲκρᾶϲιϲ τοῦ α καὶ ὲ εἰϲ α μακρόν. ὑπερηχεῖται δὲ τὸ ι διὰ τὸν μακρὸν χρόνον ιὡϲ καὶ τὸ Νηρηῖϲ Νηρῇϲ. τὸ δὲ πάιϲ παῖϲ οὐχ ὑπερηχεῖται. οὐ γὰρ μακρὰ ἡ ϲυναλοιφή. οὐκ ἄν δέ τιϲ εἶποι ὡϲ παραπληϲίωϲ τὸ ἄδω ἐκ τοῦ ἀείδω γέγονε τῷ φαίνω καὶ αρω ἐκ τοῦ φαείνω καὶ ἀείρω. ὤφειλε γὰρ οὕτωϲ ὑπερηχεῖϲθαι τὸ ῑ διὰ τὸ μακρὸν γενέϲθαι τὸ ᾶ ὡϲ ἀείδω ᾷδω οὕτωϲ ἀείρω ἄρω καὶ φαείνω φόνω, νῦν δὲ φαίνω καὶ αἴρω λέγεται· ὡϲ γὰρ τεκμαίρω ϲκοίρω χαίρω καὶ ἐθείρω ἐγείρω, οὕτωϲ ἀείρω καὶ αἴρω λέγεται. καὶ πάλιν ὡϲ ἀλεείνω καὶ ῥαίνω καὶ δραίνω καίνω, οὕτωϲ οὖν φαείνω καὶ φαίνω κατ’ ἴδιον χαρακτῆρα ἑκάτερα. 1.5 Choer. 176, 33. Hes. 1.8 Choer. 177, 8, E. M. 21, 19, Hes. 1.15 Choer 181, 32, Hes. 1. 18 Choer. 177, 12, Hes. cf. περὶ ποϲ. 284, ἀεικέλιοϲ. εἰ. τὸ μὲν γὰρ εἴκελοϲ διφορεῖται κατὰ τὴν γραφὴν. τὰ μέντοι παρ’ αὐτὸ ϲυντεθειμένα δίφθογγον ἔχει, θεοείκελοϲ, πανείκελοϲ, ἀνδρείκελοϲ. Hes. habet ἀικελίου. 1. 20 hoer. 177, 16 coll. E. M. 12, 46. 1. 23 Choer. 175, 25. 1. 26 Choer. 171, 12 cf. can. gen.)[*](1. 27 St B. 1. 99 St B. 31, 3, ubi Ἡρωδιανὸϲ διὰ τῆϲ αι ἐν πρώτῃ τῶν)
469

Ἀζειῶται: ει.

Ἄζιλιϲ πόλιϲ Λιβύηϲ. τινὲϲ δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουϲι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν.

ἀηδών. τοῦτο καὶ ϲὺν τῷ ι. ἐκ γὰρ τοῦ ἀείδω ἀειδών καὶ τροπῇ τῆϲ ει Αἰολικῶϲ εἰϲ η ἀηδών καὶ φυλάττει τῆϲ ει τὸ ῑ.

ἀηδόνειαϲ. ει.

Ἀθαρραβίτηϲ νομὸϲ ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβιϲ πόλιϲ. Ἑκαταῖοϲ δὲ ἐν δευτέρῳ περιηγήϲεωϲ δι’ ἑνὸϲ ρ καὶ τοῦ μ «Ἀθαραμβίτηϲ νόμοϲ καὶ Ἀθαράμβη πόλιϲ».

ἀθεεί. ει.

Ἀθήνηϲι καὶ Θήβηϲι δίχα τοῦ ι.

Ἄθλιβιϲ πόλιϲ Αἰγύπτου. Νικάνωρ δ’ Ἑρμείου διὰ τοῦ ρ φηϲὶν Ἄθριβιϲ. οὕτω καὶ Ϲτράβων.

Ἄθωοϲ τὸ τοπικὸν χωρὶϲ τοῦ ι καὶ Ἀθώουϲ τοὺϲ ἐνοικοῦνταϲ, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπεριϲπᾶται καὶ διὰ τοῦ ι ἐκ τῆϲ θῳῆϲ.