Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ θρον οὐδέτερα διὰ τοῦ ε γράφεται οἷον βέρεθρον, πολίεθρον, πέλεθρον, θύρεθρον. ϲεϲημείωται τὸ ὕπαιθρον.

Τὰ εἰϲ οϲ οὐδέτερα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουϲαν οἷον βέλοϲ, δέλοϲ, [*](l. 3 An Ox. II 326. l. 5 Theogn. 111, 33. l. 9 Ep. Cr. I 127, 20, E. M. 328, 10, An. Ox. I1 323, 8. l. 13 Theogn. 117, 18. l. 16 Theogn. 3, περὶ ποϲ. 309, 28, Choer. Orth. 262, 30. l. 31 Theogn. 127, 20, Ἠλακαταῖον ταῖον explevi ex St. B. s. v. ap. Theogn. τόποϲ Λακωνικῆϲ ad vocem praetermissam pertinere videntur. l. 35 περὶ ποϲ. 309, 21, coll. An. Ox. II 324, 3, unde πέλεθρον θύρεθρον addid. l. 37 Theogn. 77, 3, περὶ ποϲ. 309, 19. Speciatim)

427
βρέφοϲ, δέοϲ, κλέοϲ, μέγεθοϲ, ϲτέλεχοϲ. ϲεϲημείωται τὸ λαῖφοϲ καὶ αἶϲχοϲ διὰ τῆϲ αι διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ εγω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖϲ ὀνόμαϲιν ἔχει τὸ ε ἀντιπαρακείμενον ἐν τοῖϲ ῥήμαϲιν.

Τὰ διὰ τοῦ εδω ῥήματα εἴτε βαρύτονα εἴτε περιϲπώμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, ἔδω τὸ ἐϲθίω, μέδω. ταῦτα δὲ διφορεῖται· εἰϲὶ γὰρ βαρύτονα καὶ περιϲπώμενα ὡϲ παρὰ τῷ ποιητῇ «Δωδώνηϲ μεδέων» (Π 234) καὶ ἐδῶ, ἐξ οὗ ἤδεϲται ἐδεϲτόν καὶ ἀνέδεϲτον τὸ μὴ ἐϲθιόμενον. περιϲπώμενα δέ εἰϲι πεδῶ μεδῶ ϲκεδῶ. ϲεϲημείωται τὸ αἰδῶ, ὃ ϲημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆϲ αι διφθόγγου.

Τὰ διὰ τοῦ εθω ῥήματα διϲύλλαβά τε καὶ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ε ψιλοῦ γράφεται καὶ βαρύνεται οἷον ϲπερέθω, ϲχέθω, νεμέθω, ἔθω, βρεμέθω, ἀερέθω, χρεμέθω, φαέθω, τελέθω, ἐγερέθω, φλεγέθω. τὸ τηλεθῶ περιϲπώμενον ϲεϲημείωται τὴν τρίτην ἀπὸ τέλουϲ ἔχον φύϲει μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆϲ αι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ εζω ῥήματα διϲύλλαβα οὐδέποτε τῇ αι διφθόγγῳ παραλήγεται οἷον ῥέζω, ἕζω. τὸ παίζω ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου.

Τὰ διὰ τοῦ ελω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, μέλω, θέλω.

Τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶϲα ἡ ὁρμῶϲα.

Τὰ εἰϲ νω ῥήματα παραληγόμενα τῇ αι διφθόγγῳ, ἐὰν ἔχῃ τὸ α ἐν τῷ μέλλοντι ἀναφαινόμενον, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον φανῶ φαίνω, ῥανῶ ῥαίνω. τὸ μέντοι μένω διὰ τοῦ ε ψιλοῦ γράφεται, ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α.

Τὰ διὰ τοῦ αιρω ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μαρμαίρω τὸ λάμπω, μεγαίρω τὸ φθονῶ, καρκαίρω τὸ κτυπῶ. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ δέρω καὶ φέρω.

Τὰ διὰ τοῦ αιω διϲύλλαβα ἢ καὶ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ μελετήϲαντα παραϲχεῖν ϲυναίρεϲιν ἢ ἐν κινήϲει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προϲλαμβάνειν ἐν τῷ μέλλοντι διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω, καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ. προϲλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύϲω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω, κεραίω, λιλαίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόϲκειται «μὴ μελετήϲαντα πάϲχειν ϲυναίρεϲιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ. [*](tim de nominibus in εφοϲ An. Ox. II 394, 16 τὰ διὰ τοῦ εφοϲ διϲύλλαβα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφονται, βρέφοϲ, κέφοϲ, ϲτέφοϲ, νέφοϲ χωρὶϲ τοῦ λαῖφοϲ. l 3 E. M. 559, 21. l. 6 Ep. Cr. I 235, 5 (E. M. 498, 57), Theogn. 140, 30. l. 12 Theogn. 141, 13. l. 17 Theogn. 142, 1 cf. Mon. 22, 31. l. E. M. 444, 48; μέλω scripsi pro φέλω. l. 21 Ep. Cr. I 91, 5. l. 23 περὶ ποϲ. 312, 1, Theogn. 144, 20 et 145, 4. l. 27 περὶ ποϲ. 312, 6 cf Theogn. 145, 9. l. 30 Theogn. 145, 24 cf. Ep. Cr I 259, 8 et 112, 11, Choer. Ep. in Psalm. 3, 55, An. Ox. II 324, 8.)

428
πρόϲκειται «μὴ ἐν κινήϲει τινὶ γεννῶντα τὸ ο» διὰ τὸ ῥέω ῥοή καὶ πνέω πνοή καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα γὰρ καὶ τὸ υ προϲλαμβάνει ἐν τῷ ῥεύϲω, πλεύϲω μέλλοντι· καὶ ὁμοίωϲ δὲ ἐν τῷ νεύϲω, χεύϲω. καὶ τρέπει τὸ ε εἰϲ ο ἐν τῷ χοή καὶ προχοή. ϲεϲημείωται τὸ κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ι καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι. ϲημειωτέον διὰ τοῦ ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περιϲπώμενον, καὶ ἕω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω.

Τὰ εἰϲ αι λήγοντα ἐπιρρήματα μονοϲύλλαβα τρία ἐϲτὶν αἵ, τὸ δαϲυνόμενον ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.

Τὰ ϲχετλιαϲτικὰ εἰϲ αι λήγοντα ἐπιρρήματα χαίρει τῇ αι διφθόγγῳ βαβαί, ἀτταταῖ, παπαῖ, μεθ᾿  ὧν πάλαι καὶ χαμαί.

Τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον θλίβω, λίβανον, λιβάϲ, κιβωτόϲ. εἰ δέ που εὑρέθη τὸ β ἔχον τὴν ει δίφθογγον προηγουμένην, γνῶθι ὅτι ἐν ῥήματί ἐϲτιν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆϲ οι διφθόγγου οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, ϲτείβω ϲτοιβή.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων ἢ κατὰ πάθοϲ οἷον Βιϲάλται, ἔϲτι δὲ ἔθνοϲ Θρᾴκηϲ, βίοϲ ἡ ζωή, βιόϲ τὸ τόξον, βιόδωροϲ, Βιθυνία, βιϲτάκια, ϲημαίνει τὰ πιϲτάκια, ψιττάκια. πρόϲκειται «εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει — πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.

[*](l. 9 Theogn. 155, 30. l. 13 Theogn. 158. 25. περὶ ποϲ. 314, 26. 1. 16 Choer. 218, 28. l. 21 περὶ ποϲ. 289, 31, Choer. 183, 24 cf. E. M. 198, 9 de βίοϲ et compositis: τὰ παρὰ βίοϲ ϲυγκείμενα εἴτε κατ᾿  ἀρχὰϲ λέγεται εἴτε κατὰ τὸ μέϲον διὰ τοῦ ι γράφεται οἷον βιωφελήϲ, βιοτελήϲ, βιοπλανήϲ (ὄλβιοϲ, quod Herod. non a βίοϲ, sed ab ὅλοϲ derivavit), ἀμφίβιοϲ. l. 30 E. M. 201, 35. l. 33 περὶ ποϲ. 289, 27, Choer. 183, 24.)
429

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι· οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.

Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ, κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι λέγεται

  • κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ·
  • ἦν θεὸϲ ἢ κρέϲϲον· τί ὀνηϲόμεθα
  • τὸ κρειοφάγοϲ οὐκ ἐναντιοῦται, κρεοφάγοϲ γάρ, καὶ κρείων, κρέων γάρ.