Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

534. οἵ ἑ: ἐγκλιτικῶϲ ἀναγνωϲτέον, ἵνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. A.

9. Δ Δάρηϲ: ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα, ἕν ἔχοντα ϲύμφωνον, εἰϲ ϲυϲ περατοῦται κατὰ τὴν γενικήν, ϲαφοῦϲ, πρηνοῦϲ, πρυλοῦϲ, φραδοῦϲ «φραδέοϲ νόου ἔργα» (Ιl. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ. περὶ δὲ τοῦ ψιλῆτοϲ παῤ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτέϲ τ᾿ ἐμάχοντο» (Ιl. 1 529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρηϲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ· ἐτράπη οὖν τὸ ἕ εἰϲ ᾱ ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ τοῦ ρ. A.

19. μεταμάζιον: οὕτωϲ μεταμάζιον ἓν ποιητέον ὡϲ τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζόϲ καὶ τὴν μετά, ὡϲ παρὰ τὸ χθονόϲ καὶ τὴν ἐπί ἐπιχθόνιοϲ, παρὰ ποταμόν παραποτάμιοϲ. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεϲιν ἕν τι παραγωγόν, ὡϲ τὸ Νεαπολίτηϲ καὶ ἄλλα μυρία. A.

31. Ἆρεϲ Ἄρεϲ: Ἰξίων τὸ δεύτερον ὀξύνει, ἵν᾿ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλαϲιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ. AB.

39. δαϲυντέον τὸ Ἁλιζώνων· οὔ (οὕτω corrigit Βekker) γὰρ ἱϲτοροῦνται λεγόμενοι. A.

39. Ὁδίον: πρὸ τέλουϲ ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐϲτιν· τὸ δὲ προϲηγορικὸν ὅδιοϲ ὡϲ ϲκότιοϲ. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προϲηγορικῶν προπαροξύνειν, Τυχίοϲ Δολίοϲ, κἂν μὴ ϲχῇ διαϲτολήν, ὡϲ τὸ Χρομίοϲ. Πτολεμαῖοϲ μέντοι γε κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ τὸ Κρόνιοϲ. A.

43. Φαῖϲτον: προπεριϲπᾶται τὸ Φαῖϲτον ἐπὶ τοῦ ἥρωοϲ, ἐπὶ δὲ τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B.