Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

54. οὕτωϲ ἑκηβολίαι ὡϲ εὐϲτοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ ϲυνθεϲίαι» (Il. Β 339) διελαμβάνομεν. A.

[*](E 43 μικρὸϲ pro μικρὸν exhibuit L.)
48

64. οἷ τ᾿ αὐτῷ: ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντωϲ δὲ εἰϲ ϲύνθετον μεταληφθήϲεται. ἔτι δὲ ϲυνεπέπλεκτο. ὅμοιον δέ ἐϲτι τὸ «ἀλλὰ τόδ᾿  ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ (Ιl. Ο 226). A.

69. Πήδαιον: Ἀρίϲταρχοϲ ὡϲ Πήδαϲον, καὶ ἐπεκράτηϲεν. καὶ ἴϲωϲ ἔχει ἀφορμὴν τοιαύτην, ὡϲ πολλάκιϲ τὰ τοιαῦτα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα), ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον οὖν καὶ Πήδαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (sic)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι. A.

76. Εὐαιμονίδηϲ: ψιλοῖ ὁ Ἀϲκαλωνίτηϲ, ἵνα κύριον γένηται ὥϲπερ καὶ τὸ Φίλιπποϲ καὶ Μελάνιπποϲ. ἔϲτι μὲν οὖν 5 λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δαϲύνομεν, καὶ τὸ Εὐρύαλοϲ, Ἀγχίαλοϲ)· οὔ γε μὴν ἀληθέϲ· εὑρέθη γὰρ τὸ Πάνὁρμοϲ δαϲυνόμενον, καὶ Ἔφιπποϲ ὁ κωμικόϲ. A.

99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ᾿ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι». A.

100. ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ϲ, ϲυϲτέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματοϲ ἐροῦμεν. A.

130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν ϲυϲτέλλειν διὰ τὸ μέτρον. A.