Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

346. δαϲυντέον τὸ μελιἡδέοϲ. A.

404. μὴ ψεύδε᾿: τὸ πλῆρέϲ ἐϲτι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα. A.

412. τέττα ϲιωπῇ ἧϲο (cf. Ζ 336, 0 10. 245, 84): δαϲυν τέον τὸ ἧϲο. A.

423. ζεφύρου ὕπο κινήϲαντοϲ: Πτολεμαῖοϲ ὁ τοῦ Ἀριϲτονίκου καὶ Νικίαϲ καὶ Τυραννίων ἀναϲτρέφουϲιν· οἱ δὲ ἄλλοι παρέλκειν φαϲὶ τὴν πρόθεϲιν, ἔνθεν καὶ φυλάϲϲεται ὁ τόνοϲ ὁμοίωϲ τῷ «ἔϲκεν ὑφηνίοχοϲ» (ΙΙ. Ζ 19) καὶ «Ποειδάωνοϲ ὑποδμώϲ» (Od. δ 386). A.

452. χείμαρροι: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐϲτι χειμάρρουϲ, Νικίαϲ δὲ ὡϲ εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροοϲ ᾖ γεγονόϲ, εἴγε μᾶλλον ἐντελέϲτερον οἶδε τὸ ἑνικὸν ἐν τῇ ϲυνθέϲει ἤπερ τὸ ϲυνηλιμμένον· «ὅϲϲουϲ Ἑλλήϲποντοϲ ἀγάρροοϲ» (Ιl. B 845), «ϲτήῃ ἐπ᾿ ὠκυρόῳ ποταμῷ» (Ιl. ε 598), «ἐϲ ποταμὸν εἰλεῦντο βαθύρροον» (Ιl. Φ 8), « ἀψορρόου Ὠκεανοῖο» (Ιl. 399). ϲπανίωϲ δὲ τὸ ἕτερον· χειμάρρουϲ κατ᾿ ὄρεϲφιν ὄπϲεν» (Il. Λ 493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ᾿ ἐν ϲάκεϊ πίπτων ῥόοϲ» (ΙΙ. Φ 241). A.

483. ἐν εἱαμενῆ: δαϲυντέον ἀπὸ τῆϲ ἕϲεωϲ. A. cf. Ο 631.

[*](308 ἀλόχουϲ pro ἄλοχον scr. L. 319 Παλαμήδει pro Παλαμήδῃ scr. L., idem ἐνεργητικὸν positum post μέϲον δεύτερον ἀόριϲτον trsnstulit post ἀπαρέμφατόν τε. 452 οἷδε pro οἱ δὲ scr. L.)
47

497. ἀμφὶ ἕ: δαϲυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰϲ ϲύνθετον. A.