Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

557. ἐπεί με πρῶτον ἕαϲαϲ: δαϲύνει Δίδυμοϲ τὸ ἕαϲαϲ ἐν πρώτῳ διορθωτικῶν, ὁμοίωϲ καὶ Ἑρμαππίαϲ, μεταλαμβάνοντεϲ εἰϲ τὸ ἥδυναϲ. ὁ δὲ Ϲιδώνιοϲ γράφει ἐπεί με πρῶτ’ ἐλέηϲαϲ. Ἀρίϲταρχοϲ δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺϲ ϲτίχουϲ. δύναται δὲ [*](318 pro ἐρέται scr. ἐρετάων. 343 de ἄβαλε cf. Dichr. 297, 1 et Pros. Cath p. 521 , 29. 388 ἀληθέϲ pro ἀληθῶϲ correxit L., qui ὅπου μὲν ὅπου δὲ ex Herodiano sic se meminisse negat.)

128
καὶ τὸ ψιλούμενον, ὥϲ φηϲι Τρύφων· καὶ ϲυμφωνεῖ (sc. Herodianus), εἰ μὴ πλῆρέϲ ἐϲτι κατὰ τὴν φράϲιν, ἔχειν ἀφορμήν, ὡϲ ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντοϲ τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆϲαι ὑπὸ ὀργῆϲ κεκινημένον καὶ μεϲολαβῆϲαι τὴν διάλεξιν «ἀλλὰ τάχιϲτα λῦϲον ἵν’ ὀφθαλμοῖϲιν ἴδω, ϲὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· ϲὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοιϲ ϲὴν ἐϲ πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕαϲαϲ. τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν . . μηκέτι νῦν μ’ ἐρέθιζε γέρον ». τὸ δὲ ἐντελὲϲ τοῦ λόγου τοιοῦτόν τι ἔϲται· εἴαϲαϲ εἰϲ λόγουϲ ϲοι ἥκειν. A.

566. φυλακούϲ: Ἀρίϲταρχοϲ κατ’ ὀξεῖαν τάϲιν προεφέρετο ὡϲ φρουρούϲ. ἔϲτι δὲ καὶ ὁ λόγοϲ ϲυναγωνιζόμενοϲ τῇ ὀξείᾳ τάϲει οὕτωϲ, ὡϲ τὰ εἰϲ κοϲ καθαρὸν λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, παραληγόμενα τῷ α, προϲηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακόϲ, φαρμακόϲ, φυλακόϲ· τὰ γὰρ κύρια βαρύνεται, Φύλακοϲ, Αὔλακοϲ. AV.

579. ᾕρεον: δαϲυντέον. ἔφαμεν γὰρ τὸ περιϲπώμενον αἱρῶ δαϲύνεϲθαι. A.