Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

657. ποϲϲῆμαρ. ὑφ’ ἕν, περιϲπωμένηϲ οὕϲηϲ πρὸ τέλουϲ, ὡϲ καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ (v. Α 53 cl. 81), ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆϲ λέξεωϲ, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖϲ προτάϲεϲι. παραιτητέον οὖν τοὺϲ κατὰ διάλυϲιν ἀναγινώϲκονταϲ. A.

665. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαόϲ: προπεριϲπαϲτέον, ὡϲ καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο (ϲ 248) τοῦ ἑνικοῦ ϲυναλοιφή, ὡϲ πυθοίατο (Α 257). ὡϲ οὖν τοὺϲ νέκυαϲ νέκυϲ ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτωϲ ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάϲτου» (Od.ϲ 238) οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο καὶ τὸ λαὸϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Il. Υ 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον. A.

793. τινὲϲ ὄϲτεα προπαροξυτόνωϲ ὡϲ χάλκεα. ἄμεινον δὲ παροξύνειν. A.

[*](557 pro φέρομαι correxit φέρομεν L., qui monet versum 558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάοϲ ἠελίοιο Herodiano prorsus ignotum esse. 566 pro Αὔλακοϲ Lob. Proll 307 Ὕλακοϲ coniicit cf Pros. Cath. p. 149, 3.)