Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

343. τὴν ῥάβδον ϲυϲταλτέον κατὰ τὴν πρώτην ϲυλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β ϲυϲτέλλεϲθαι θέλει, ἁβρόϲ, Ἄβδηροϲ, Ἀβαρβαρέη, ἐπιγράβδην.  οὕτωϲ οὖν ἐχέτω καὶ ἡ ῥάβδοϲ. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐϲημειοῦτο. A.

388. ἔνιϲπεϲ: ὡϲ ἔδραμεϲ. ἔϲτι γὰρ ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ τὴν ἄρχουϲαν ϲυϲτείλαντοϲ. τὸ μέντοι προϲτακτικὸν πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν «ϲὺ δ’ ἀληθὲϲἐνίϲπεϲ (Od. γ 247) ὁμοίωϲ τῷ ἐπίϲχεϲ. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐϲτὶ τῆϲ προθέϲεωϲ, ὅπου δὲ τοῦ ῥήματοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτέϲ μοι ἔνιϲπε» (Od. δ 642).

540. παναὥριον: οἱ μὲν ἐδάϲυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄὡρον, οἱ δὲ ἐψίλωϲαν ἐκδεχόμενοι τὸν εἰϲ πάντα πεφροντιϲμένον ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει ϲημαίνειν. A.