Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

80. χέρηϊ: ὡϲ Ἄρηϊ. γέγονε δὲ οὕτωϲ. ἔϲτι τι χερείονοϲ γενική, καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἴο χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόϲκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ. A.

81. αὐτῆμαρ. ἐπίρρημα, ὡϲ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡϲ βούκερωϲ. ἀλλ᾿  ἐπεὶ οὐδὲν τῶν εἰϲ αρ ϲυντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸϲ τὴν παρηλλαγμένην ϲύνθεϲιν ἦν παρηλλαγμένοϲ καὶ ὁ τόνοϲ. L.

85. εἰπέ. τρία εἰϲὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.

93. οὔταρ: οὕτωϲ ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐϲτι ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ ἐγκλιτικῶϲ, ὡϲ καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ᾿  εὐχωλῆϲ» (65). οὐ γάρ ἐϲτιν ὁ τέ ϲυμπλεκτικόϲ· εἰ γὰρ ἦν, ἐπεφέρετο ἄν πάλιν ὁ τέ μετὰ ἀποφάϲεωϲ, οὔθ᾿  ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ, οὔ τέ τι ποιμήν» (Od. δ 87). A.

114. ο ἑθεν: οὕτωϲ ὀξυτονητέον τὴν οὔ ἀπόφαϲιν, ἵν᾿ εἰϲ ἁπλῆν μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίϲταρχοϲ παρήγγειλεν ἐὰν γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿  ἔπαϲχον» (Il Π 128). A.

116. καὶ ὧϲ: τὸ ὡϲ, ὁπότε ϲημαντικόν ἐϲτι τοῦ ὅμωϲ, περιϲπᾶται. A.