Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

59. Excidit nota de παλιμπλαγχθένταϲ v. Λ 326, Π 95.

63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A.

63. τὸ ἐϲτιν ἐγκλιτικόν ἐϲτιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφαϲιϲ. BL.

65. εἴταρ: οὕτωϲ ὀξεῖα εἰϲ τὸν εἴ· τὸ γὰρ τάρ ἐϲτιν ἐγκλιτικὸϲ ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A.

[*](Α Lehrsius conferri iubet Ω 551, Ϲ 283. 59 ipse apposui. 65 Lehrsius Herodianum εἴταρ ὅγ᾿  εὐχωλῆϲ ἐπιμέφοται ἡδ᾿  ἑκατόμβηϲ legisse observat.)
23

67. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν. A.

77. ἠμέν μοι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουϲαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A.