Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

126. ταῦτ᾿: τὸ ταυτ᾿  Τυραννίων ὀξύνει, ἵν᾿  ᾖ τὰ αὐτὰ. ABL.

129. δῷϲι πόλιν Τροΐην: οὕτωϲ Ἀρίϲταρχοϲ τριϲυλλάβωϲ καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆϲ Ὀδυϲϲείαϲ (510) «ἤτοι ὅτ᾿  ἀμφὶ πόλιν Προΐην φραζοίμεθα». καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ τὸ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» [*](coll. quaesit. ep. 132. 81 L. ad v. 53 mittit. 114 οὖν inseruit L. 129 pro φράζευ codicis scriptura posui φραζοίμεθα.)

24
(Il. Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ (Il. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανόϲ. A.

δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωικὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ. A.

136. ἄρϲαντεϲ: Ἀρίϲταρχοϲ δαϲύνει· ἔνθεν γάρ φηϲι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸϲ ψιλοῖ. λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. ABL.

147. ἥμιν: οὕτωϲ ὀξυτόνωϲ τὴν ἄρχουϲαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐϲτιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A.

154. πώποτ᾿: οὕτωϲ ὑφ᾿ ἕν, πώποτε, Ἀρίϲταρχοϲ. A.

156. ἐπεὶ ἦ: περιϲπαϲτέον τὸν η· ἔϲτι γὰρ βεβαιωτικόϲ. A.