Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

565. κάθηϲο: προπαροξυτόνωϲ. τὰ γὰρ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε· οὕτωϲ οὖν καὶ ἧϲο κάθηϲο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A.

567. ἀάπτουϲ: οὕτωϲ ψιλῶϲ προενεκτέον· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ· ἤκουε δὲ τὰϲ δεινὰϲ καὶ ἀπτοήτουϲ. ὁ δὲ Ζηνόδοτοϲ καὶ αὐτὸϲ ὁμοίωϲ τῷ πνεύματι, εἰϲ τὰϲ ἰϲχυρὰϲ δὲ μετελάμβανεν. ἐν δὲ ταῖϲ Ἀριϲτοφάνουϲ γλώτταιϲ διὰ τοῦ ε ἐγέγραπτο ἀέπτουϲ. εἰϲὶ δὲ οἳ ἀπροϲπελάϲτουϲ ἀποδιδόαϲιν, ἀπὸ τοῦ ἅψαϲθαι, ὧν οὐδεὶϲ ἂν ἅψαιτο δι᾿ ἰϲχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ᾿  ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προῖαψεν» καὶ μέϲον αὐτοῦ κατ᾿  ἔλλειψιν τοῦ α «μέγα δ᾿  ἴψαο λαὸν Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ᾿  ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿  ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ βλάψαι καὶ διαφθεῖραι. A.

573. Deest nota de accentu in ἀνεκτόϲ, ut patet ex Θ 355.

574. ϲφώ: οὐ πρωτόθετον αὐτήν φηϲιν Ἡρωδιανόϲ. δυϊκὸν ἀπὸ τῆϲ ϲφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέϲτραπται τὴν περιϲπωμένην. BL.

576. ἦδοϲ: ψιλωτέον ὡϲ τροχαϊκὸν τῶν εἰϲ οϲ ληγόντων. κατὰ μεταϲχηματιϲμόν ἐϲτι τὸ ἦδοϲ τοῦ ἡδονή· δαϲυνόμενον γὰρ μεταϲχηματίζεται εἰϲ τὸ ἦδοϲ ψιλούμενον, ὡϲ τὸ ἡμέρα μεταϲχηματίζεται εἰϲ τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ. A.

579. ἥμιν: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A.

600. Ἥφαιϲτον: δαϲύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A.

611. ἔνθα καθεῦδ᾿ ἀναβάϲ: τὸ καθεῦδε προπεριϲπᾶται ὅτι τὰ ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ῥήματα κατὰ τοὺϲ παρῳχημένουϲ χρόνουϲ ἐν ὁριϲτικοῖϲ, ἀπαθῆ ὄντα, φυλάϲϲει τὸν τόνον ἐν τῇ ϲυνθέϲει, εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δ᾿  ἀνακλινθεῖϲα (Od. δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνωϲ ὀφείλομεν προφέρεϲθαι. A.

[*](565 ἁπλοῖϲ pro αὐτοῖϲ scr. L. 567 BLV summam huius notae brevem incipere: Ἡρωδιανὸϲ παρὰ τὸ ἰάπτω adnotat L., idem Eustath. h. l. et Etym. referentes Herodianum ἰάπτω ab ἴψ duxisse fidem non inventuros ese monet. 574 οὐ πρωτόθετον pro πρωτόθετον et δυϊκὸν pro οὐκ dedit L., qui confert Io. Al. p. 23. 576 Lehrs pro κατὰ ϲχηματιϲμὸν scripsit κατὰ μεταϲχηματιϲμὸν ex E. M s. ἦδοϲ, ubi hic totus locus citatur cum indice Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲὡδίᾳ, et confert Herod. infra l 6; idem pro τὸ ἡδονὴ scripsit τοῦ ἡδονή. 611 transiit in E. M. 483, 43. pro ἀνακλινθείϲ codicis exhibui ἀνακλινθεῖϲα.)
31

6. ἐπ᾿  Ἀτρείδῃ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ. αἱ γὰρ ϲυναλειφόμεναι οὐκ ἀναϲτρέφονται, εἰϲ μονοϲυλλαβίαν περιιϲτάμεναι. A.

8. βάϲκ᾿  ἴθι: Τυραννίων ὑφ᾿  ἓν ὡϲ ἄπιθι· παραιτητέον δέ· τὰ γὰρ εἰϲ μι λήγοντα μετὰ προθέϲεωϲ φιλεῖ ϲυντίθεϲθαι, μετ᾿  ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿  ἔφατ᾿ ἐκ τ᾿  ὀνόμαζεν. ABL.

11. θωρῆξαί ἑ κέλευε: ἐγκλιτέον τὴν ἕ. BL.

26. ἄγγελοϲ: τὴν λοϲ ὀξυτονητέον διὰ τὸ εἰμί. A.

28. θωρῆξαί ϲε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐϲτιν ἡ ϲέ. A.

36. ἅ ῥ᾿ : δαϲυντέον τὸ ἅ. ἄρθρον γάρ ἐϲτι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A.

73. ἣ θέμιϲ ἐϲτί: τὸ δαϲυντέον· οὐ γάρ ἐϲτι ϲύνδεϲμοϲ ἀλλ᾿  ἰϲοδυναμοῦν τῷ ὥϲ ἐπίρρημα. A.

87. ἁδινάων: δαϲυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινόϲ ἡ κίνηϲιϲ. ABL.

96. ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A.