Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

420. εἶμ᾿ : προπεριϲπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A.

421. νῦν: τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. ABL.

443. παῖδά τε ϲοὶ ἀγέμεν τὸ ϲοὶ ὡϲ ἀντιδιαϲτελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ. BL.

[*](364 in A haec recisis grammaticorum testimoniis sic dilatata sunt: βαρύνεται ἡ μετοχή. διδαϲκόμεθα δὲ ἐξ ἐκείνου «τοὺϲ δὲ βαρὺ ϲτενάχων μετέφη κρείων Ἀγαμέμνων, χειρὸϲ ἔχων Μενέλαον· ἐπεϲτενάχοντο δ᾿  ἑταῖροι». ἡ γὰρ ἐπίζευξιϲ τοῦ ἐπεϲτενάχοντο διδάϲκει ὅτι καὶ τὸ ϲτενάχω βαρύνεται. εἰ γὰρ ἦν περιϲπώμενον, ἐϲτεναχοῦντο ἐγίνετο ὡϲ ἐνενοοῦντο. καὶ ἡ κλίϲιϲ δὲ τοῦτο δείκνυϲι· «βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα». οὐχὶ ϲτεναχοῦντοϲ. καὶ ἡ δοτικὴ «τῷ δὲ βαρὺ ϲτενάχοντι». 368 L. confert qu. ep. 119.)
28

464. μῆῤ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿  ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι. ἀπεφηνάμην δὲ ἐντελέϲτερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ ϲυγκοπῆϲ αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ· τὰ γὰρ εἰϲ οϲ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ον λῆγον, τὸν αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ μῆρα καὶ μήρουϲ. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. A.

465. μίϲτυλλον τ᾿  ἄρα τἆλλα: τὸ τἆλλα κατὰ ϲυναλοιφήν ἐϲτιν, ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. BL.

469. πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡϲ Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δαϲυντέον. ABL.

486. ἕρματα: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείϲματα, οὐ ψιλοῦται, ὥϲ τινεϲ, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰϲ ρ ἐπιφερομένου τοῦ μ δαϲύνεται, ὅρμοϲ ἅρμα Ἑρμῆϲ ὅρμαθοϲ. ἔνθεν ἡ πλείων χρῆϲιϲ τὸ ἁρμοῖ δαϲύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. A.

493. ὅτε δή ῥ᾿  ἐκ τοῖο: Ἀρίϲταρχοϲ ὁτεδή ὡϲ δηλαδή παραλόγωϲ ἀνεγίνωϲκε. Πάμφιλοϲ δὲ τὸ ὅτε κατ᾿  ἰδίαν ἀναφορὰν ἀναλόγωϲ· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίϲτου. ὥϲτε ἐὰν θελήϲῃ ὁ Ἀρίϲταρχοϲ ἀναγινώϲκειν ὁτεδή ὡϲ δηλαδή, πρῶτον τὴν μὴ οὖϲαν χρῆϲιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ ϲημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο. ἀποφήναϲθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ε 266) διαλαμβάνων περὶ τοῦ «ἀλλ᾿  ὅτε δή ῥ᾿ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίϲτου οὐκ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆϲ καθόλου τὸ «ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν» (Il. Λ 64) ὀξυτόνωϲ δεῖν φηϲιν ἀναγινώϲκεϲθαι. A.

508. μητίετα: ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόϲληπτα τοῦ ϲ ἐπὶ γενικῆϲ, καὶ ἐπὶ κλητικῆϲ παροξύνεται, οἰκέτα, φυλέτα, εὐνέτα. παραλόγωϲ ἄρα ἡ [*](464 in E. M. transiisse admonet L. et suspicatur Herodianum τὸ τοῦ ϲημαινομένου scripsisse, quamquam non necessario. 465 L. confert Λ 636, Ν 510. 493 ἀναφορὰν pro ἀναφορικὸν scr. L. 508 ἐπὶ ante κλητικῆϲ inseruit L.)

29
εὐρύοπα, δέϲποτα καὶ τὸ μητίετα. ἔϲτι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεοναϲμὸν τοῦ ε καὶ ϲυϲτολῇ τοῦ ι, ἀπὸ εὐθείαϲ τῆϲ μητίτηϲ, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνοϲ ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεοναϲμόν. A.

513. ὣϲ ἔχετ᾿  ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτιϲ. εἴρετο: Δημήτριοϲ ὁ Ἰξίων προπεριϲπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. A.

518. ἦ: περιϲπαϲτέον τὸν ἦ· ἐϲτι γὰρ βεβαιωτικὸϲ ἐν ἀρχῇ κείμενοϲ, ὁμοίωϲ τῷ «ἦ δὴ ἀλιτρόϲ γ᾿  ἐϲϲί» (Od. ε 182). A.

519. ὅταν: τὸ τέλειον ὅτε ἄν ἐϲτί, καὶ κατὰ ϲυναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ ϲυντάξει κεκοίμιϲται ἡ ὀξεῖα τοῦ ἄν, ὡϲ τὸ «οὐκ ἂν ἐφ᾿  ὑμετέρων ὀχέων» (Il. Θ 455) «οὐκ ἂν δὴ μείνειαϲ» (Il. Γ 52). ἀεὶ οὗν οὕτωϲ ὀφείλομεν ἀναγινώϲκειν ἐπὶ τὴν ἄρχουϲαν ὀξεῖαν ποιοῦντεϲ· «ὡϲ δ᾿  ὅταν ὠδίνουϲαν (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν ϲημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτωϲ ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆροϲ, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰϲ αν ἐπιρρήματα οὐδέποτε ϲυϲτέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύϲει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ ϲύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὴν ϲυντίθεται. A.

532. ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δαϲυνόμενον, εἴγε τὸ α πρὸ δύο λ. ἐψιλοῦτο, ἄλλοϲ ἀλλότριοϲ. τάχα δ᾿, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲτοιχείου ἑνὸϲ τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ ψιλοῦται. «Ἄλτεω ὃϲ Λελέγεϲϲι» (Il. Φ 86) «ληΐου ἀλδήϲκοντοϲ (Il. Ψ 599)· «ἄλθετο χείρ» (Il. Ε 417). ἔνθεν τινὲϲ καὶ τὸ «ὃϲ τοῦτον τὸν ἄναλτον (Od. ϲ 114) ψιλῶϲ προφέρονται. A.

535. ἔϲταν: ψιλωτέον τὸ ἔϲταν, ἐπεὶ γίνεται «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματοϲ ε ἐν ψιλῷ πνεύματι· οἷον ἕϲτηκα δαϲύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε· ὁ δὲ ἔϲτηϲα ψιλοῦται, ἐπεὶ γίνεται «ϲτῆϲε δ᾿  ἐν Ἀμνιϲῷ ποταμῷ» (Od. τ 188). A.

540. δολομῆτα: προπεριϲπαϲτέον τὸ δολομῆτα ὁμοίωϲ τῷ «ϲχέτλιε ποικιλομῆτα» (Od. ν 293). καὶ καθόλου τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆϲ εἰϲ α λήγει, προπεριϲπᾶται, ἀλῆτα, πλανῆτα, νικῆτα, πεδῆτα, αἰϲυμνῆτα. ἔνθεν οὖν ϲημειωτέον τὸ ἀκάκητα. ABL.. ?

542. οὐδέ τί πώ μοι: τὸ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. A.

554. εὔκηλον: τὸ εὔκηλον ψιλοῦται κατὰ δύο λόγουϲ, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὄροϲ οὖροϲ, ὅλοϲ οὖλοϲ, καὶ ὅτι ἡ ευ δίφθογγοϲ ἐπιφερομένου ϲυμφώνου ψιλοῦται, εὐνή, εὐχή, εὖροϲ. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίϲκω· τὸ γὰρ εὖϲεν δαϲυνόμενον ἀπὸ θέματοϲ τοῦ εὕω. BL.

[*](518 pro ἐϲτι codicis scripsi γ᾿ ἐϲϲί. 535 οἷον ἕϲτηκα inseruit L. et δαϲύ- νεται pro οὐ δαϲύνεται scripsit, praeterea Ἀμνιϲῷ pro Ἀμνηϲῷ.)
30