Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

115. δυϲκλέα: ϲυϲταλτέον τὴν τελευταίαν τοῦ δυϲκλέα ὡϲ ἀμφηρεφέα, ὁμοίωϲ τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728 nunc ἐκ μεγάρων). A.

150. νῆαϲ ἐπ᾿  ἐϲϲεύοντο: οὕτωϲ νῆαϲ ἐπ᾿  ἐϲϲεύοντο. οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ, ὅτι ϲυνήλιπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου ϲημαινομένου τὸν Ἀρίϲταρχον κατ᾿  ἀναϲτροφὴν ἀνεγνωκέναι τὸ «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ᾿ οἰϲέμεναι» (Il. Ϲ 191). οὐκ ἀναϲτρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλουϲ κέωνται ἢ ῥῆμα δηλῶϲι. A.

153. οὐρούϲ: ψιλοῦται. ἐν πλεοναϲμῷ γὰρ τοῦ ῦ ἐγένετο, ὡϲ καὶ ὅλοϲ οὖλοϲ. ἀνεγνώϲθη δὲ κατ᾿  ὀξεῖαν τάϲιν· ὁ γὰρ Ἀρίϲταρχοϲ παρήγγελλεν. ἴϲωϲ δὲ ϲημειώδηϲ ὁ τόνοϲ· τὰ γὰρ εἰϲ ροϲ λήγοντα διϲύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦροϲ, θοῦροϲ, οὖροϲ· καὶ γὰρ ταῦτα περιϲϲὸν ἔχει τὸ υ. ἴϲωϲ οὖν εἰϲ ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ᾿  ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A.

154. ᾕρεον: δαϲυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περιϲπωμένου καὶ δαϲυνομένου γέγονεν. A.

[*](B 8 cf. E Gud. 105, 40. 87 ἁδινόϲ pro ἁδηνόϲ scr. Lehrσ. 115 L. confert Arc. 196. 150 L. scripsit ἢ ῥῆμα δηλῶϲι pro ῥῆμα δηλοῦϲαι et citat qu. ep. p. 76.)
32

155. ὑπέρμορα: οὕτωϲ ὑφ᾿  ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥϲ τινεϲ, κατὰ διάϲταϲιν. ἔϲτιν οὖν τι μόροϲ, ὃ ϲυντεθὲν γίνεται ὑπέρμοροϲ ὡϲ ὠκύμοροϲ, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα. ὡϲ οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὥϲ κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A.

162. φίληϲ ἀπὸ πατρίδοϲ αἴηϲ: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὡϲ Τυραννίων καὶ Πτολεμαῖοϲ· ὁπότε γὰρ γενικῇ ϲυντάττεται ἡ ἀπὸ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν τόνον· «καὶ γάρ τίϲ θ᾿  ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A.

164. ϲοῖϲ δ᾿  ἀγανοῖϲ: ψιλωτέον τὸ ἀγανόϲ· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. ALV.

175. φεύξεϲθ᾿  ἐν νήεϲϲι πολυκλήϊϲι: τινὲϲ προπεριϲπῶϲιν, ὡϲ ’καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖϲι καθῖζον» (Od. β 419)· ὡϲ γὰρ πλοκαμίϲ — «ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ «τοὶ δ᾿  ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.

190. οὔ ϲε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ ϲυνήθεια. BL.

201. οἳ ϲέο: οὕτωϲ ὀρθοτονητέον τὴν ϲέο. ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. A.

207. δίἑπε: δαϲυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆϲ ϲυναλοιφῆϲ, ὡϲ ἔφεπε. A.

223. νεμέϲϲηθέν τ᾿ : ὁ τε ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν τὴν πρὸ ἑαυτοῦ ϲυλλαβὴν ὀξύνει. A.

255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶϲα γὰρ δίβραχυϲ λέξιϲ πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ ϲφ, ϲεϲημειωμένου τοῦ «ἔνθ᾿  ἔϲάν οἱ πέπλοι» (Od. ο 105). ABL.

διδοῦϲιν: οὕτωϲ περιϲπωμένωϲ τὸ διδοῦϲιν· τὸ γὰρ ῥῆμα διδῶ. A.

[*](162 μεταξὺ — ἄποθεν inseruit L., qui confert Ϲ 64. 175 Lehrs μεταληπτικὰ pro μεταληπτικόν, εὐκλήϊϲ καὶ πολυκλήϊϲ pro εὔκληϊϲ καὶ πολύκληιϲ scr., λεύκαϲπιϲ iam ex significatione sua fere masculinum esse observat, porro εὐκνήμιϲ pro εὔκνημιϲ exhibuit, denique νηὸν ut est in E. M. 518. 43, in quod nota. transiit, pro νηῶν.)
33

262. αἰδῶ: Ἀρίϲταρχοϲ περιϲπωμένωϲ ἀναγινώϲκει ὁμοίωϲ καὶ τὸ  ἠῶ δῖαν ἔμιμνε» (Il. Ι 662). καὶ ἡμεῖϲ δὲ αὐτῷ ϲυγκατατιθέμεθα. Διονύϲιοϲ δὲ ὁ Ϲιδώνιοϲ ὀξύνει. Πάμφιλοϲ δὲ πάϲαϲ τὰϲ τοιαύταϲ αἰτιατικὰϲ περιϲπᾶ· «Λητῶ γὰρ δ᾿  ἥλκηϲε» (Od. λ 580) καὶ  Πυθῶ δ᾿ ἐρχομένην» (ibid. 581), ἐπεί, φηϲίν, Λητόα ἐϲτὶ καὶ Πυθόα. Διονύϲιοϲ δ᾿  ὁ Θρᾷξ φηϲι κακῶϲ ἀνεγνωκέναι Ἀρίϲταρχον κατὰ τὸν περιϲπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάϲιν, Πυθώ Λητώ· ἐχρῆν γάρ φηϲιν ὁμοίωϲ ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριϲτάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώϲ αἰδώϲ, Λητώ δὲ καὶ Πυθῶ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ Ἀριϲταρχείου ἀναγνώϲεωϲ καὶ τῆϲ κατεγνωϲμένηϲ προϲῳδίαϲ οὗτοϲ, ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περιϲπᾶϲθαι, ἐπειδήπερ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν. οὕτωϲ ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰϲ ι λήγει καὶ οὐκ εἰϲ ω. δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖϲ — τοὺϲ ταχεῖϲ, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲκατὰ τὴν εὐθεῖαν, περιϲπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ. A.

266. ἰδνώθη: Hic notam fuisse Herodiani de spiritu in ἰδνωθείϲ patere ex Μ 205 dicit L., sed ibi legiturπροείρηται ἡμῖν ἐν τῇ Α (non Β).

269. ἀχρεῖον: Διονύϲιοϲ καὶ Τυραννίων τὴν πρώτην ὀξύνουϲιν, ὥϲπερ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ, καὶ ἀναλόγωϲ· παρὰ. γὰρ τὸ χρεία τὸ κατὰ ϲτέρηϲιν ἄχρειοϲ ὡϲ μοῦϲα ἄμουϲοϲ. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ ἀφορμῆϲ ἐχομένη τῆϲ κατὰ τὴν ϲυνεκδρομὴν προπεριεϲπάϲθη. τὰ γὰρ ἐν τῇ πρώτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μετὰ τῆϲ ει διφθόγγου, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ. οὕτωϲ καὶ ἀχρεῖοϲ. A.

272. ἦ: τὸν ἦ περιϲπαϲτέον· παραλλήλωϲ γὰρ κεῖται τῷ δή, βεβαιωτικὸϲ ὤν, ὁμοίωϲ τῷ «ἦ δὴ λοίγια ἔργα» (Il. Α 573). A.