Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

255. ἦ κεν γηθήϲαι Πρίαμοϲ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ. τὸ δὲ γηθήϲαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐϲτιν, ἡ δὲ αι ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.

258. οἳ περὶ μὲν βουλήν: ἡ περί ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεϲιϲ γὰρ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτωϲ ἔχει καὶ τὸ «ἀλλ᾿  ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖϲ ἑξῆϲ ϲυνάπτεται, ἀντὶ τοῦ περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.

264. Ἐξάδιον: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο. παρὰ δὲ τοῖϲ νεωτέροιϲ καὶ χωρὶϲ τοῦ ε εὑρέθη, ὡϲ καὶ Ὀϊλεύϲ μὲν παρὰ τῷ ποιητῇ καὶ παῤ Ἡϲιόδῳ. εἰ δὲ χρὴ πρὸϲ τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡϲ ὅτι ἐχρῆν δαϲύνεϲθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεϲιν, θέλει δαϲύνεϲθαι, ἕξιϲ, ἑξῆϲ, ἕξω. χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A.

269. μεθ᾿: οὕτωϲ Ἀρίϲταρχοϲ τὴν μετὰ φυλάϲϲων τὸν τόνον. A.

271. κατ᾿  ἔμ᾿  αὐτόν: οὕτωϲ κατὰ παράθεϲιν ἐν δύο τόνοιϲ, ἐμὲ αὐτόν· ϲύνθετοϲ γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔϲτιν. A.

276. ἔα: ἐκτατέον τὸ ἄλφα. A.

278. Πηλείδη θέλ᾿ : Ἀρίϲταρχοϲ ἀποφαίνεται ὡϲ κατὰ τὴν Ὁμηρικὴν ϲυνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεϲτῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ. «ἀλλ᾿  ὅδ᾿  ἀνὴρ ἐθέλει» (287)· «ἤθελε Μηριόνηϲ» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ ϲυνηθεϲτέρᾳ ἀναγνώϲει προϲέχονταϲ ἐπὶ τὴν δη ϲυλλαβὴν ὀξεῖαν παραλαμβάνειν, [*](214 fluxisse certe ex Horodiano adnotat Lehrs. 258 In BL, ubi in brovius contracta est nota, additum est ὥϲ φηϲιν Ἡρωδιανόϲ. 269 φυλάϲϲων scr. L. pro φυλάϲϲειν.)

26
ἵνα κρᾶϲιϲ ᾖ τοῦ ἔθελε τριϲυλλάβου γενομένου, ὡϲ καὶ ϲύνηθέϲ ἐϲτι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων. A.

280. καρτερόϲ: τὰ εἰϲ τεροϲ τριϲύλλαβα βαρύνεται, οἷον ϲφέτεροϲ, πρότεροϲ, κύντεροϲ. πῶϲ οὐχὶ κάρτεροϲ κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰϲ τεροϲ ἀλλ᾿  εἰϲ εροϲ· τὸ γὰρ τ οὐκ ἐν τῇ παρατωγῇ ἔϲχεν· ἦν τὰρ ἀπὸ τοῦ κράτοϲ. ὡϲ ἀπὸ τοῦ βλάβοϲ βλαβερόϲ οὐ διὰ τοῦ βεροϲ ἡ παραγωγὴ (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτωϲ καὶ ἀπὸ τοῦ κράτοϲ κρατερόϲ διὰ τοῦ εροϲ ἡ παραγωγή, οὐ διὰ τοῦ τεροϲ. A.

293. οὐτιδανόϲ: ὡϲ πευκεδανόϲ, ληθεδανόϲ. οἱ δὲ οὔτιϲ οὐτίδανοϲ, ὡϲ οὐδάμινοϲ. A.

294. εἰ δὴ ϲοί: οὕτωϲ ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. διδάϲκει καὶ ἡ γραφὴ διὰ τοῦ ϲ οὖϲα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίωϲ ἂν ἐγράφετο τῷ «εἰ δή τοι ϲοῦ πατρόϲ» (Od. β 271) καὶ τῷ «καί τοι ἐγὼ ϲυνέριθοϲ» (Od. ζ 32). περὶ δὲ ταύτηϲ τῆϲ ἀναγνώϲεωϲ ἐντελέϲτερον διαληψόμεθα ἐν τῇ Γ τῆϲ Ὀδυϲϲείαϲ (50) ὅταν περὶ τῆϲ Ζηνοδοτείου γραφῆϲ ἐπιζητῶμεν, πότερον τοῦ ἕνεκα ϲοὶ προτέρῳ ἢ «τοῦ ἕνεκά τοι». A.

301. ἀἕκοντοϲ: δαϲυντέον τὸ ἀέκοντοϲ· κατὰ ϲτέρηϲιν γάρ ἐϲτι τὸ e. B.

302. εἰ δ᾿  ἄγε μὴν πείρηϲαι: προπαροξυτονητέον τὸ πείρηϲαι, ἵνα ᾖ προϲτακτικόν, ὡϲ τὸ «ϲὺ δὲ φράϲαι» (83), καίτοι πολλάκιϲ τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰϲ αι ληγόντων· «ἀλλά με κακκεῖαι ϲὺν τεύχεϲι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιο τανύϲϲαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκέϲ· ἔϲτι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ ϲὺ μὲν κατάλεξαι» (Od. τ 44) καὶ «νῦν αὖτ᾿  ἐμὸν ἔγχοϲ ἄλευαι» (Il. Χ 285). καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺϲ τόνουϲ, ἐπὶ τινῶν δ᾿  οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ κεῖϲθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα, ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ ἐνεγένετο, ἄγε πείρηϲαι, ὡϲ καὶ ἐν ἑτέροιϲ «δεῦῤ ἄγε καὶ ϲῦ ξεῖνε πείρηϲαι ἀέθλων» (Od. θ 145). A.

335. ὔμμεϲ: οὕτωϲ ψιλωτέον τὸ υ τοῦ ὔμμεϲ· ἡ γὰρ λέξιϲ Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ ϲυναλοιφὴ «αἴκ᾿  ὔμμιν ὑπέρϲχῃ χεῖρα Κρονίων». (Il. Δ 249). ABL.

363. εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡϲ βαρύτονον καὶ ὡϲ περιϲπώμενον [*](278 L. pro ἐϲτὶν ὁ ποιητὴϲ scr. ἐϲτι τῷ ποιητῇ· et confert Θ 229. 294 Ζηνοδοτείου scripsit pro Ὀδυϲϲείου L. — ln BL incipit nota sic: ὀρθοτονεῖ Ἡρωδιανὸϲ τὴν ϲοί. 301 L. confert Θ 164. 302 διδάξαι pro δόξει scr. L. cf. Lehrs de Arist. p. 361 not. (ed. II).)

27
κλίνει. ἢ ὅτι ἀνθ᾿  ὑποτακτικοῦ ἐϲτι, καὶ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. A.

364. ϲτενάχων: ὁ Ϲιδώνιοϲ περιϲπᾷ, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει. τὰ πολλὰ γάρ, φηϲί, κινήματα ὡϲ ἀπὸ βαρυτόνου γέγονεν· «βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα (Od. θ 95)· «ἐπεϲτενάχοντο δ᾿  ἑταῖροι» (Il. Δ 154). BL.

368. δάϲϲαντο μετὰ ϲφίϲιν: τοῦ ϲφίϲι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, εἰ καὶ οὐκέτι διηνεκὴϲ ὁ λόγοϲ· ἔϲτι γάρ τινα ἐναντιούμενα· «τοὺϲ δ᾿  ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ» (Od. ρ 441). καὶ ὅτι μετὰ προθέϲεώϲ ἐϲτιν. ὅταν γὰρ πρόθεϲιϲ ᾖ μετὰ ἀντωνυμίαϲ, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «ϲὺν ϲοὶ δῖα θεά (Il. Κ 290)· «προτὶ οἷ δ᾿  ἔλαβ᾿  ἔντεα» (Il. Υ 418)· «κατὰ ϲφέαϲ γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Θ 343)· «ἀμφὶ ἓ παπτήναϲ» (Il. Δ 497), τοῦ «ἆλτ᾿  ἐπί οἱ μεμαώϲ» (Il Φ 174) ζήτηϲιν ἔχοντοϲ. A.

396. πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲαϲ Ἀρίϲταρχοϲ ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν ϲέο, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκιϲ γάρ ϲου ἐν τοῖϲ τοῦ πατρόϲ μου δόμου ἤκουϲα καυχωμένηϲ. ἐὰν γάρ, φηϲί, κατ᾿ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔϲται ἐν τοῖϲ τοῦ Νηρέωϲ οἴκοιϲ ὁ Ἀχιλλεὺϲ αὐτὴν ἀκηκοώϲ· ταύτην δὲ τὴν ἱϲτορίαν οὐκ οἶδεν Ὅμηροϲ. τοϲαῦτα ὁ Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ. Πτολεμαῖοϲ δὲ ϲυγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώϲει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸϲ ὁ Ἀρίϲταρχοϲ τὸ τοιοῦτο, φηϲί, παρεφύλαϲϲεν, ὡϲ ὅτι ταῖϲ μὲν πρωτοτύποιϲ οὕτωϲ χρῆται κατὰ γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίωϲ καὶ ἐπὶ δευτέρου καὶ ταῖϲ δὲ κτητικαῖϲ ἤτοι ἐμοῦ ἢ ἐμοῖο, ϲοῦ ϲοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, ϲοῖο, ὥϲτε κἂν ὀρθοτονήϲωμεν τὴν ϲέο, οὐ δύναται ἀμφίβολοϲ καθίϲταϲθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπόϲ ἐϲτιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωϲιϲ, ἐπειδήπερ ἁπλῆ ἐϲτι καὶ οὐκ ἔχει ἀντιδιαϲτολήν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.