Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

214. ϲὺ δ᾿  ἴϲχεο, πείθεο δ᾿  ἡμῖν: τὸ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέϲταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ ϲῇ ὀργῇ· κακῶϲ οὖν Ἀρίϲταρχοϲ ϲυϲτέλλει τὴν μιν. BL.

228. τὸ δέ τοι κὴρ εἴδεται εἶναι. τὸ δέ: ἐν δύο μέρεϲι λόγου, ἵνα ᾖ τοῦτο δέ ϲοι θάνατοϲ νομίζεται. A.

229. ἦ – : περιϲπαϲτέον τὸν ἦ· κατ᾿  ἀρχὴν γὰρ κεῖται, ἰϲοδυναμῶν τῷ δή. A.

232. ἦ — λωβήϲαιο: τὸν ἦ περιϲπαϲτέον· βεβαιωτικὸϲ γάρ ἐϲτιν. A.

239. ὁ δέ τοι μέγαϲ ἔϲϲεται ὅρκοϲ. ὁ δέ: ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲϲ ἐνίψει» (Od. λ 148). A.

240. Ἀχιλλῆοϲ ποθή: τὸ ποθή ὀξυτόνωϲ. A.