Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

168. ἐπεί κε κάμω πολεμίζων: Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ. οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ, φάϲκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίϲ χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν. A.

173. ἔγωγε: οὕτωϲ προπαροξυτονητέον τὸ ἔγωγε, ἵν᾿ ᾖ ἕν. A.

174. πάρ᾿ ἔμοιγε: τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν ὀξυτονητέον. καὶ καθόλου ὁπότε ϲημαντικαί εἰϲι ῥημάτων αἱ προθέϲειϲ, τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (515) καὶ «οὐ γὰρ ἔπ᾿  ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔϲτι γὰρ Ἀττική, ὡϲ καὶ ἡ ἔγωγε. A.

175. μητίετα: οὕτωϲ Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. καὶ ἴϲωϲ πλεοναϲμόϲ ἐϲτι τοῦ ε. A.

190. — ἦε: τὸν μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον· διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ. καὶ οὕτωϲ ἐν τῇ καθόλου. ABL.

[*](129 τῷ ante Τροΐην inseruit L. l. 5 Ζωΐλοϲ pro Ζώιλοϲ scr. L. l. 8 ἐπεκταμένον pro ἐκτεταμένον scribendum proposuit L. l. 9 φῇϲιν pro φηϲὶν exhibui. 168 Lehrsius opinatur sic fere Herodianum scripsisse: Ἀρίϲταρχοϲ. ἀνάγνωϲιϲ· οὕτω δὲ καὶ ἐγὼ ϲυγκατατίθεμαι. οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ καὶ ἐπήν κε γράφουϲι. τὸ δὲ ἐπήν ἔχει τὸν ἄν — κεῖϲθαι; 175 cf. ad v. 508.)
25

212. ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεϲμένον ἔϲται. τὸ δέ: δύο μέρη λόγου εἰϲίν. A.