Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

255. ἦ κεν γηθήϲαι Πρίαμοϲ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ. τὸ δὲ γηθήϲαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐϲτιν, ἡ δὲ αι ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.

258. οἳ περὶ μὲν βουλήν: ἡ περί ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεϲιϲ γὰρ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτωϲ ἔχει καὶ τὸ «ἀλλ᾿  ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖϲ ἑξῆϲ ϲυνάπτεται, ἀντὶ τοῦ περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.

264. Ἐξάδιον: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο. παρὰ δὲ τοῖϲ νεωτέροιϲ καὶ χωρὶϲ τοῦ ε εὑρέθη, ὡϲ καὶ Ὀϊλεύϲ μὲν παρὰ τῷ ποιητῇ καὶ παῤ Ἡϲιόδῳ. εἰ δὲ χρὴ πρὸϲ τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡϲ ὅτι ἐχρῆν δαϲύνεϲθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεϲιν, θέλει δαϲύνεϲθαι, ἕξιϲ, ἑξῆϲ, ἕξω. χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A.

269. μεθ᾿: οὕτωϲ Ἀρίϲταρχοϲ τὴν μετὰ φυλάϲϲων τὸν τόνον. A.

271. κατ᾿  ἔμ᾿  αὐτόν: οὕτωϲ κατὰ παράθεϲιν ἐν δύο τόνοιϲ, ἐμὲ αὐτόν· ϲύνθετοϲ γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔϲτιν. A.

276. ἔα: ἐκτατέον τὸ ἄλφα. A.