De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

πῶς μὲν σὖν τρέφεται τὰ ζᾧα καὶ ἐκ 5 τίνος καὶ τίνα τρὸπον ἀναλαμβάνουσιν ἐκ τῆς κοιλίας ἐν τοῖς περὶ γενέσεωος λόγοις μἀλλον ἁρμόζει σκοπεῖν καὶ λέγειν· συνισταμένων δὲ τῶν μορίων ἐκ τού αἵματος, καθάπερ εἴπομεν, εὐλόγως ἡ τῶν φλεβῶν ῥύσις διὰ παντὸς τοῦ σώμακτος πέφυκεν· δεῖ γὰρ καὶ τὸ αἷμα διὰ παντὸς καὶ παρὰ πάν εἶναι, εἴπερ τῶν μορίων ἕκαστον ἐκ τούτου συνέστηκεν.

ἔοικε δʼ ὥσπερ 6 ἔν τε τοῖς κήποις αἱ ὑὅραγωγίαι κατασκευάζονται ἀπὸ μιᾶς ἀρχῆς καὶ πηγης είς πολλοὺς ὀχετοὺς καὶ ἅλλους ἀεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, καὶ ἐν ταῖς οἰκοδομίαις παρὰ πᾶσον τὴν τῶν θεμελίων ὑπογραφὴν λίθοι παραβέβληνται διὰ τὸ τὰ μὲν κηπευόμενα φύεσθαι ἐκ τοῦ ὕδατος, τοὺς δὲ θεμελίους ἐκ τῶν λίθων οίκοδομεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις τὸ αἷμα διὰ παντὸς ὸχέτευκε τοῦ σύματος, ἐπειδὴ παντὸς ὕλη πέφυκε τοὺτο.