De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

3 διὰ μὲν οὖν τὸ ἐν ἑνὶ εἶναι μορίῳ τὴν αἰσθητικὴν ἀρχὴν καὶ τὴν τῆς θερμότητος καὶ ἡ τού αἵματος ἀπὸ μιᾶς ἐστὶν ἀρχῆρ, διὰ δὲ τὴν τού αἵματος ἑνότητα καὶ ἡ τῶν φλεβῶν ἀπὸ μιᾶς. δύο δʼ εἰσὶ διὰ τὸ τὰ σύύματα εἶναι διμερῆ τῶν ἐναίμων καὶ πορευτικῶν· ἐν πἀσι γὰρ τούτοις διύὸρισται τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ δεξιὸν

75
καὶ τὸ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω.

ὅσῳ δὲ 4 τιμιητερον καὶ ἠγεμονικῶτερον τὸ ἔμπροσθεν τοῦ [*](668,a) ὅπισθεν, τοσούτῳ καὶ ἡ μεγάλη φλὲψ τῆς ἀορτῆς· ἡ μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν, ἡ δʼ ἐν τοῖς ὄπισθεν κεῖται, καὶ τὴν μὲν ἅπαντ’ ἔχει τὰ ἔναιμα φανερς, τὴν δʼ ἕυια μὲν ἀμυδρῶς ἔνια δʼ ἀφανής. τοῦ δʼ εἰς τὸ πᾶν διαδεδόσθαι τὸ σῶμα τὰς φλέβας σἴτιον τὸ παντὸς εἶναι τού σώὸματος ὕλην τὸ αἷμα, τοῖς δʼ ἀναίμοις τὸ ἀνάλογον, ταύτα δʼ ἐν φλεβὶ καὶ τὼ ἀνάλογον κεῖσθαι.