De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

γίνεται δὲ κατάὅηλον ἐν 7 τοῖς μάλιστα καταλελεπτυσμένοις· οὐθὲν γὰρ ἄλλο φαίνεται παρὰ τὰς φλέβας, καθάπερ ἐπὶ τῶν ἀμπελίνων τε καὶ συκίνων φύλλων καὶ ὅσ’ ἅλλα τοιαύτα καὶ γὰρ τούτων αὐαινομένων φλέβες λείπονται μόνον.

τούτων δʼ αἴτιον ὅτι τὸ αἷμα καὶ τὸ ἀνάλογον τούτῳ 8 δυνάμει σῶμα καὶ σὰρξ ἢ τὸ ἀνάλογόν ἐστιν· καθάπερ

76
οὖν ἐν ταῖς ὀχετείαις αί μέγισται τῶν τάέφρων διαμένουσιν, αἱ δʼ ἐλάχισται πρῶται καὶ ταχέως ὑπὸ τῆς ἰλύος ἀφανίζονται, πάλιν δʼ ἐκλειπούσης φανεραὶ γίνονται, τὸν αὐτὸν τρὸπον καὶ τῶν φλεβῶν αἱ μὲν μέγισται διαμένουσιν, αἱ δʼ ἐλάχισται γίνονται σάρκες ἐνεργείᾳ, δυνάμει δʼ είσὶν οὐδὲν ἧσσον φλέβες. διὸ καὶ σωζομένων τῶν σαρκῶν καθʼ ὁτιοῦν αἷμα ῥεῖ διαιρουμένωνʼ καίτοι ἄνευ μὲν φλεβὸς οὐκ ἔστιν αἷμα, φλέβιον δʼ οὐδὲν δῆλον, ὤσπερ οὐδʼ ἐν τοῖς ὀχετοῖς αἱ τάφροι πρὶν τὴν ἰλύν ἐξαιρεθ ὴναι.