De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

5 Καὶ περὶ μὲν τῆς καρδίας, ποία τις, καὶ τίνος ἕνεκεν καὶ διὰ τίνʼ αἰτίαν ὑπάρχει τοῖς ἔχουσιν, τοσαῦτ’ εἰρήσθω. ἑπόμενον δʼ ἅν εἴη περὶ τῶν φλεβῶν εἰπεῖν,τὴςτε μεγάληςκαὶτῆς ἀορτῆς· αυται γὰρ ἐκτὴς καρδίας πρῶται δέχονται τὸ αὶμα, αἱ δὲ λοιπαὶ τούτων ἀποφυάδες εἰσίν. ὅτι μὲν οὖν τοῦ αἵματος χάριν εἰσί, πρὸτερον εἴρηται· τό τε γὰρ ὑγρὸν ἅπαν ἀγγείου δεῖται, καὶ τὸ φλεβῶν γένος ἀγγεῖον, τὸ δʼ αἷμα ἐν ταύταις· διότι δὲ δύο καὶ ἀπὸ μιᾶς ἀρχῆρ καθʼ ἅπαν τὸ σῶμα διατείνουσι, λέγωμεν.

2 τού μὲν οὖν εἰς μίαν ἀρχὴν συντελεῖν καὶ ἀπὸ μιᾶς σἴτιον τὸ μίαν ἔχειν πάντα τὴν αἰσθητικὴν ψυχὴν ἐνεργείᾳ, ὥστε καὶ τὸ μόριον ἕν τὸ ταύτην ἔχον πρώτως, ἐν μὲν τοῖς ἐναίμοις κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν, τῶν δʼ ἀναίμων ἐνίοις κατ’ ἐνεργείαν μόνον. διὸ καὶ τὴν τού θερμοῦ ἀρχὴν ἀναγκαῖον ἐν τῷ αὐτῷ τόπῳ εἶναι· αὕτη δʼ ἐστὶν αἰτία καὶ τῷ αἵματι τῆς ὑγρότητος καὶ τῆς θερμὸτητος.