De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

μόνον δὲ τῶν σπλάγχνων καὶ ὅλως τῶν 21 ἐν τῷ σώματι μορίων ἡ καρδία χαλεπὸν πάθος οὐδὲν ὑποφέρει, καὶ τοῦτʼ εὐλόγωςʼ φθειρομένης γὰρ τῆς ἀρχῆς οὐκ ἔστιν ἐξ οὗ γένοιτʼ ἄν βοήθεια τοῖς ἄλλοις [*](b) ἐκ ταύτης ἠρτημένοις. σημεῖον δὲ τοὺ μηθὲν ἐπιδέχεσθαι πάθος τὴν καρδίαν τὸ ἐν μηδενὶ τν θυομένων ίερείων ὦφσθαι τοιοῦτον πάθος περὶ αὐτὴν ὧσπερ ἐπὶ τῶν ἄλλων σπλάγχνων. οἵ τε γὰρ νεφροὶ πολλάκις φαίνονται λίθων μεστοὶ καὶ φυμάτων καὶ δσθιήνων καὶ τὸ ἧπαρ, ὡσαύτως δὲ καὶ ὁ πλεύμων, μάλιστα

74
δʼ ὁ σπλήν.

22 πολλὰ δὲ καὶ ἕτερα παθήματα συμβαίνοντα περὶ αὐτὰ φαίνεται, ἥκιστα δὲ τοῦ μὲν πλεύμονος περὶ τὴν ἀρτηρίαν, τοῦ δʼ ἥπατος περὶ τὴν σύναψιν τῇ μεγάλῃ φλεβί, καὶ τοῦτʼ εὐλόγως· ταύτῃ γὰρ μάλιστα κοινωνούσι τὴ καρδίᾳ. ὅσα δὲ διὰ νόσον καὶ τοιαῦτα πάθη φαίνεται τελευτῶντα τῶν ζῴον, τούτοις ἀνατεμνομένοις φαίνεται περὶ τὴν καρδίαν νοσύόδη πάθη.