De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

3 τῶν δὲ διχαλῶν τὰ μὲν πολλὰ κέρατα ἔχει πρὸς ἀλκὴν, καὶ τῶν μωνύχων ἔνια,[*](663,a) τὰ δὲ καὶ πρὸς βοήθειαν. ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἤ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθοας ὺπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ίκανὴ κωλύειν, ὅπερ συμβέπηκε ταῖς καμήλοις, ἔτι δὲ μάλλον τοῖς ἐλέφοασιν. τὰ δὲ χαυλιόδοντα, ὥσπερ καὶ τὸ τῶν ὑῶν γένος, διχαλὸν.

4 ὅσοις δʼ ἄχρηστος πέφυκεν ἡ τῶν κεράτων ἐξοχή, τούτοις προστέθεικεν ἑτέραν βοήθειαν ἡ φύσις, οἷον

63
ταῖς μὲν ἐλάφοις τάέχος (τὸ γὰρ μέγεθος αὐτῶν καὶ τὸ πολυσχιδὲς μᾶλλον βλάπτει ἤ ὠφελεῖ), καὶ βουβάλοις δὲ καὶ δορκάσι (πρὸς ἔνια μὲν γὰρ ἀνθιστάμενα τοῖς κέρασιν ἀμύνονταε, τὰ δὲ θηριύόδη καὶ μέχμα ἀποφεύγουσι), τοῖς δὲ βονάσοις (καὶ γὰρ τούτοις γαμήψὰ τὰ κέρατα πέφυκε πρὸς ἄλληλα) τὴν τού περιττἀδματος ἄφεσιν· τούτῳ γὰρ ἀμύνεται φοβηθέντα· καὶ ταύτῃ δὲ τῇ προέσει διασωζεται ἕτερα. ἅμα δʼ ίκανὰς καὶ πλείους βοηθείας οὐ δέὅωκεν ἡ ψύσις τοῖς αὑτοῖς· ἔστι δὲ τὰ πλεῖστα τῶν κερατοφόρων διχαλά, λέγεται δὲ καὶ μύνυχον, ὅν καλοῦσιν Ἰνδικὸν ὄνον.

τὰ μὲν οὖν πλεῖστα, καθάπερ καὶ τὸ 5 σὤμα διῄρηται τῶν ζῴων οἷς ποιεῖται τὴν κίνησιν, δεξιὸν καὶ ἀριστερὸν, καὶ κέρατα δύο πέφυκεν ἔχειν διὰ τὴν αίτίαν ταύτην· ἔστι δὲ καὶ μονοκέρατα, οἷον ὅ τʼ ὄρυξ καὶ ὁ Ἰνδικὸς καλούμενος ὄνος. ἔστι δʼ ὁ μὲν ὄρυξ διχαλόν, ὁ δʼ ὄνος μώνυχον. ἔχει δὲ τὰ μονοκέρατα τὸ κέρας ἐν τῷ μέσῳ της κεφαλῆς· οὕτω γὰρ ἑκάτερον τῶν μερῶν μάλιστʼ ἄν ἔχοι κέρας ἕν· τὸ γὰρ μέσον ὁμοίωος κοινὸν ἀμφοτέρων τῶν ἐσχάτων.

εὐλόγωος δʼ θν δόξειε μονόκερων εἶναι τὸ μύνυχον 6 τοῦ διχαλοῦ μάλλον· ὁπλὴ γὰρ καὶ χηλὴ τὴν αὐτὴν ἔχει κέρατι φύσιν, ὥσ’ ἅμα καὶ τοῖς αὐτοῖς ἡ σχέσις γίνεται τῶν ὁπλῶν καὶ τῶν κεράτων. ἔτι δʼ ἡ σχίσις καὶ τὸ διχαλὸν κατʼ ἔλλειψιν τὴς φύσεος ἐστιν, ὥστʼ εὐλόγως τοῖς μωνύχοις ἐν ταῖς ὁπλαῖς δοῦσα τὴν ὑπεροχὴν ἡ φύσις ἅνωσθεν ἀφεῖλε καὶ μονόκερων ἐποίησεν.

ὀρθῶς δὲ καὶ τὸ ἐπὶ τῆς κεφαλῆς ποιῆσαι τὴν τῶν κεράτων φύσιν, ἀλλα μὴ καθάπερ ὁ Αἰσύπου Μῶμος διαμέμφεται τὸν ταύρον ὅτι οὑκ ἐπὶ τοῖς ὤμοις ἔχει τὰ κέρατα, ὅθεν τὰς πληγὰς [*](b) ἐποιεῖτʼ ἂν ἰσχυροτάτας, ἀλλʼ ἐπὶ τοῦ ἀσθενεστάτου

64
μέρους τῆς κεφαλῆς. οὐ γὰρ ὀξύ βλέπων ὁ Μῶμος ταῦτʼ ἐπετίμησεν. ὥσπερ γὰρ καὶ εἰ ἑτέρωθί που τού σώματος κέρατα ἐπεφύκει, βάρος ἂν παρεῖχεν ἄλλως οὐδὲν ὄντα χρήσιμα κἄν ἐμπόδια τῶν ἔργων πολλοῖς ἦν, οὕτω καὶ ἐπὶ τῶν ὤμων πεφυκότα. οὐ γὰρ μόνον χρὴ σκοπεῖν πόθεν ἰσχυρὸτεραι σἱ πληγαί, ἀλλὰ καὶ πόθεν πορρώτεραι· ὥστʼ ἐπεὶ χεῖρας μὲν οὐκ ἔχουσιν, ἐπὶ δὲ τῶν ποδῶν ἀδύνατον, ἐν δὲ τοῖς γὸνασιν ὄντα τὴν κάμψιν ἐκήὸλυεν ἂν, ἀναγκαῖον ὥσπερ νῦν ἔχουσιν, ἐπὶ τῆς κεφαλῆς ἔχειν.

8 ἅμα δὲ καὶ πρὸς τὰς ἄλλας κινήσεις τοῦ σώματος ἀνεμπὸδιστα πέφυκεν οὕτω μιάλιστα- ἔστι δὲ τὰ κέρατα διʼ ὅλου στερεὰ τοῖς ἐλάφοις μόνοις, καὶ ἀποβάλλει μόνον, ἕνεκεν μὲν ὠφελείας κουφιζόμενον, ἐξ ἀνάγκης δὲ διὰ τὸ βάρος. τῶν δʼ ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα , τὰ δʼ ἄκρα στερεὰ διὰ τὸ πρὸς τὰς πληγἀς τοῦτʼ εἶναι χρήσιμον. ὅπως δὲ μηδὲ τὸ κοῖλον ἀσθενὲς ᾖ, οὐ πέφυκεν ἐκ τοῦ δέρματος, ἐν τούτῳ δʼ ἐνἡρμοσται στερεὸν ἐκ τῶν ὀστῶν· οὕτω γὰρ καὶ τὰ κέρατα ἔχοντα πρὸς ἀλκήν τε χρησιμύτατʼ εἶναι καὶ πρὸς τὸν ἄλλον βίον ἀνοχλὸτατα.

9 τίνος μὲν οὗν ἕνεκεν ἡ τῶν κεράτων φύσις, είρηται, καὶ διἀ τίνʼ αἰτίαν τὰ μὲν ἔχουσι τοιαύτα τὰ δʼ οὐκ ἔχουσιν·  πῶς δὲ τῆς ἀναγκαίας φύσεως ἐχούσης τοῖς ὑπάρχουσιν ἐξ ἀνάγκης ἡ κατὰ τὸν λόγον φύσις ἕνεκά του κατακέχρηται, λέγωμεν. πρῶτον μὲν σὗν τὸ σωμιατὧδες καὶ γεῶδες πλεῖον ὑπάρχει τοῖς μείζοσι τῶν ζῴων, κερατοφόρον δὲ μικρὸν πάμπαν οὐδὲν ἴσμεν· ἐλάχιστον γάρ ἐστι τῶν γνωριζομένων δορκάς.