De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

10 δεῖ δὲ τὴν φύσιν θεωρεῖν εἰς τὰ πολλὰ βλέποντα· ἢ γὰρ ἐν τῷ παντὶ ἢ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ φύσιν ἐστίν. τὸ δʼ ὸστῶδες ἐν τοῖς σώὸμασι τῶν ζῴων γεῶδες ὑπάρχει·

65
διὸ καὶ πλεῖστον ἐν τοῖς μεγίστοις ὡς ἐπὶ τὸ πολύ βλέψαντας εἰπεῖν.

τὴν γοῦν τοιούτου σώματος περιττωματικὴν 11 ὑπερβολὴν ἐν τοῖς μείζοσι τῶν ζῷων ὑπἀρχουσαν ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον καταχρῆται ἡ φύσις, καὶ τὴν ῥέουσαν ἐξ ἀναγκης είς τὸν ἄνω τόπον τοῖς μὲν εἰς ὀδόντας καὶ χαυλιόδοντας ἀπένειμε, τοῖς δʼ εἰς κέρατα. διὸ τῶν κερατοφόρων οὐδέν ἐστιν ἄμφωδον· ἄνω γὰρ οὐκ ἔχει τοὺς προσθίους [*](664,a) ἀδάντας· ἀφελοῦσα γὰρ ἐντεύθεν ἡ φύσις τοῖς κέρασι προσέθηκε, καὶ ἡ διδομένη τροφὴ είς τοὺς ὀδόντας τούτους είς τὴν τῶν κεράτων αὔξησιν ἀναλίσκεται.

τοῦ δὲ τὰς θηλείας ἐλάφους κέρατα μὲν μὴ ἔχειν, 12 περὶ δὲ τοὺς ὀδόντας ὁμοίως τοῖς ἄρρεσιν, αἴτιον τὸ τὴν αὐτὴν εἶναι φύσιν ἀμφοῖν καὶ κερατοφόρον. ἀφῄρηται δὲ τὰ κέρατα ταῖς θηλείαις διὰ τὸ χρὴσιμα μὲν μὴ εἶναι μηδὲ τοῖς ἄρρεσιν, βλάπτεσθαι δʼ ἧσσον διἀ τὴν ἰσχύν. τῶν δʼ ἄλλων ζῴων ὅσοις μὴ είς κέρατα ἀποκρίνεται τὸ τοιοὺτον μὸριοον τού σώματος, ἐνίοις μὲν τῶν ὀδόντων οὐτων ἐπηύξησε τὸ μέγεθος κοινῇ πάντων, ἐνίοις δὲ χαυλιόδοντας ὥσπερ κέρατα ἐκ τῶν γνάθων ἐποίησεν.

Περὶ μὲν οὖν τῶν ἐν τῇ κεφαλῇ μορίων ταύτῃ 3 διωρίσθω, ὑπὸ δὲ τὴν κεφαλὴν ὁ αὐχὴν πεφυκής ἐστι τοῖς ἔχουσιν αὐχένα τῶν ζῷόων. οὐ γὰρ πάέντα τούτο τὸ μόριον ἔχει, ἀλλὰ μόνα τὰ ἔχοντα ὡν χάριν ὁ αὐχὴν πέφυκεν· ταῦτα δʼ ἐστὶν ὅ τε φάρυγξ καὶ ὁ καλούμενος οἰσοφάγος,

ὁ μὲν σὖν φάρυγξ τοῦ 2 πνεύματος ἕνεκεν πέφυκεν· διὰ τούτου γὰρ είσάγεται τὸ πνεὺμα τὰ ζῷα καὶ ἐκπέμπει ἀναπνέοντα καὶ ἐκπνέοντα. διὸ τὰ μὴ ἔχοντα πλεύμονα οὐκ ἔχουσιν οὐδʼ αὐχένα, οἷον τὸ τῶν ἐχθύων γένος. ὁ δʼ οἰσοφάγος ἐστὶ ὄι σὗ ἡ τροφὴ πορεύεται εἰς τὴν κοιλίαν·

66
ὥσθʼ ὅσα μὴ ἔχει αὐχένα, οὐδʼ οἰσοφάγον ἐπιδήλως ἔχουσιν. οὐκ ἀναγκαῖον δʼ ἔχειν τὸν οἰσοφάγον τῆς τροφῆς ἕνεκεν· οὐθὲν γὰρ παρασκευάζει πρὸς αὑτήν.

3 ἔτι δὲ μετὰ τὴν τοῦ στόματος θέσιν ἐνδέχεται κεῖσθαι τὴν κοιλίαν εὐθέως, τὸν δὲ πλεύμονα οὑκ ἐνδέχεται. δεῖ γὰρ εἶναί τινα κοινὸν οἷον αὐλῶνα, διʼ οὐ μεριεῖται τὸ πνεὺμα κατὰ τὰς ἀρτηρίας είς τὰς σύριγγας, διμερὴς ὤν· καὶ κάλλιστʼ ἄν οὕτως ἀποτελοῖ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. τοῦ δʼ ὀργάνου τού περὶ τὴν ἀναπνοὴν ἐξ ἀνάγκης ἔχοντος μῆκος, ἀναγκαῖον τὸν οίσοφάγον εἶναι μεταξὺ τού στόματος καὶ τῆς κοιλίας. ἔστι δʼ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μιέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκύόδηςς δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ τῶν κατιόντων.

4 ἡ δὲ καλουμένη φάέρυγξ καὶ ἀρτηρία συνέστηκεν ἐκ χονδρωύδους σήματοςʼ σὐ γὰρ μόνον [*](b) ἀναπνοῆς ἓνεκέν ἐστιν ἀλλὰ καὶ ψωνῆς, δεῖ δὲ τὸ ψοφήσειν μέλλον λεῖον εἶναι καὶ στερεὸτητα ἔχειν. κεῖται δʼ ἔμπροσθεν ἡ ἀρτηρία τοῦ οἰσοφάγου, καίπερ ἐμποδίξουσα αὐτὸν περὶ τὴν ὑποδοχὴν τῆς τροφης· ἐὰν γάρ τι παρεισρυῇ ξηρὸν ἡ ὑγρὸν είς τὴν ἀρτηρίαν, πνιγμοὺς καὶ πόνους καὶ βῆχας χαλεπὰς ἐμποιεῖ. ὅ δὴ καὶ θαυμάσειεν ἄν τις τῶν λεγόντων ὡς ταύτῃ τὸ ποτὸν δέχεται τὸ ζῷον· συμβαίνει γὰρ φανερῶς τὰ λεχθέντα πᾶσιν, οἷς ἂν παραρρυῇ τι τῆς τροφῆς.