De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἡ δὲ φύσις ἅπσυνήγαγεν 9 εἰς ἕν, ποιούσα διαφορὰν αὐτού τοῦ μορίου πρὸς τὰς τῆς ἐργασίας διαφοράς. διὸ τὰ μέν ἐστι συστομώτερα, τὰ δὲ μεγαλὸστομα. ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρὸδοντα πάντα ἀνερρωγότα. οὕσης γὰρ αὐτοῖς τὴς ἀλκῆς ἐν τοῖς δήγμασι χρήσιμον τὸ μεγάλην εἶναι τὴν ἀνάπτυξιν τού στὸματος· πλείοσι γὰρ καὶ κατὰ μεῖξον δήξεται, ὅσονπερ ἄν ἐπὶ τὸ πλέον ἀνερρώγῃ τὸ στόμα. ἔχουσι δὲ καὶ τῶν ἰχθύων οἱ δηκτικοὶ καὶ σαρκοφάγοι τοιοῦτον στόμα, οἱ δὲ gὴ σαρκοφάγοι μύουρον · τοιοὺτον γὰρ αὐτοῖς χρήσιμον, ἐκεῖνο δὲ ἂχρηστον.

τοῖς δʼ 10 ὄρνισίν ἐστι τὸ καλούμενον ῥύγχος στόμα· τοῦτο γὰρ ἀντὶ χειλῶν καὶ ὀδόντων ἔχουσιν. διαφέρει δὲ τοῦτο κατὰ τὰς χρήσεις καὶ τὰς βοηθείας. τὰ μὲν γὰρ γαμψὸνυχα καλούμενα διὰ τὸ σαρκοφαγεῖν καὶ μηδενὶ τρέφεσθαι καρπῷ γαμμ ψὸν ἔχει τὸ ῥύγχος ἅπαντα· χρήσιμον γὰρ πρὸς τὸ κρατεῖν καὶ βιαστικύότερον τοιούτο πεφυκὸς.

ἥ δʼ ἀλκὴ ἐν τούτῳ τε καὶ τοῖς 11 ὄνυξι· διὸ καὶ τοὺς ὄνυχας γαμ ψοτέρους ἔχουσιν. τῶν δʼ ἄλλων ἑκάστῳ πρὸς τὸν βίον χρήσιμόν ἐστι τὸ ῥύγχος, οἷον τοῖς μὲν δρυοκόποις ίσχυρὸν καὶ σκληρόν, καὶ κὸραξι καὶ κορακύδεσι, τοῖς δὲ μικροῖς γλαφυρὸν πρὸς τὰς συλλογὰς τῶν καρπῶν καὶ τὰς λήψεις τῶν ζφδαρίων.

ὅσα δὲ ποηφάγα καὶ ὅσα παρʼ 12 ἓλη ζῇ, καθάπερ τὰ πλωτὰ καὶ στεγανὸποδα , τὰ μὲν ἄλλον τρόπον χρήσιμον ἔχει τὸ ῥύγχος, τὰ δὲ πλατύρυγχα αὐτῶν ἐστίν· τοιούτῳ γὰρ ὄντι ῥᾳδίως δύνατʼ ὀρύσσειν, ὥσπερ καὶ τῶν τετραπόδων τὸ τῆς ὑός· καὶ γὰρ αὕτη ῥιζοφάγος. ἔτι δʼ ἕχουσι καὶ τὰ ῥιζοφάγα τῶν ὀρνέων καὶ τῶν ὁμοιοβίων ἔνια τὰ ἄκρα

62
τού ῥύγχους κεχαραγμένα· ποηφάγοις γὰρ τούτοις οὺσι ποιεῖ ῥᾳδίως.

13 Περὶ μὲν σὖν τῶν ἄλλων μορίων τῶν ἐν τῇ κεφαλ ῇ σχεδὸν εἴρηται, τῶν δʼ ἀνθρύπων καλεῖται τὸ μεταξύ της κεφαλῆς καὶ τοῦ αὐχένος πρὸσωπον, ἀπὸ τῆς πράξεως αὐτῆς ὀνομασθέν, ὡὸς ἔοικεν· διὰ γὰρ τὸ μόνον ὀρθὸν εἶναι τῶν ζῴων μόνον πρόσωσθεν ὄπωπε καὶ τὴν φωνὴν είς τὸ πρόσω διαπέμπει.

2 Περὶ δὲ κεράτων λεκτέον· καὶ γὰρ ταύτα πέφυκε τοῖς ἔχουσιν ἐν τῇ κεφαλῇ. ἔχει δʼ οὐδὲν μὴ ζῳοτόκον. καθʼ ὁμιοιὸτητα δὲ καὶ μεταφορὰν λέγεται καὶ ἑτέρων τινὧν κέρατα· ἀλλ’ οὐδενὶ οὐτῶν τὸ ἔργον τοῦ κέρατος ὑπάέρχει. βοηθείας γὰρ καὶ ἀλκῆς χάέρι, ἔχουσι τὰ ζῳοτόκα, ὂ τῶν ὄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτʼ ἀμυνὸμενον οὕτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.

2 ὅσα μὲν οὖν πολυσχιδῆ τῶν ζῴων, οὐδὲν ἔχει κέρας. τούτου δʼ αἱττιον ὅτι τὸ μὲν κέρας βοηθείας σἴτίον ἐστε, τοῖς δὲ πολυσχιδέσιν ὑπάρχουσιν ἕτεραι βοήθειαι· δέδωκε γὰρ ἡ φύσις τοῖς μὲν ὄνυχας, τοῖς δʼ ὀδόντας μαχητικούς, τοῖς δʼ ἄλλο τι μόριον ίκανὸν ἀμύνειν.