Meteorologica

Aristotle

Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919

27

12 δεῖ δὲ λαβεῖν ἅμα καὶ τὰ συμβαίνοντα περὶ τὴν γένεσιν αὐτῆς, τά τε μὴ πλανῶντα καὶ τὰ δοκοῦντʼ εἶναι παράλσγα. ἔστι μὲν γὰρ ἡ χάλαζα κρύσταλλος, πήγνυται δὲ τὸ ὕδωρ τοῦ χειμῶνος· αἱ δὲ χάλαζαι γίγνονται ἔαρος μὲν [*](348a) καὶ μετοπώρου μάλιστα, εἶτα δὲ καὶ τῆς ὀπώρας, χειμῶνος δʼ ὀλιγάκις, καὶ ὅταν ἧττον ᾖ ψῦχος. καὶ ὅλως δὲ γίγνονται χάλαζαι μὲν ἐν τοῖς εὐδιεινοτέροις τόποις, αἱ δὲ χιόνες ἐν τοῖς ψυχροτέροις. ἄτοπον δὲ καὶ τὸ πήγνυσθαι ὕδωρ ἐν τῷ ἄνω τόπῳ· οὔτε γὰρ παγῆναι δυνατὸν πρὶν γενέσθαι ὕδωρ, οὔτε τὸ ὕδωρ οὐδένα χρόνον οἷόν τε μένειν μετέωρον ὄν. ἀλλὰ μὴν οὐδʼ ὥσπερ αἱ ψακάδες ἄνω μὲν ὀχοῦνται διὰ μικρότητα, ἐνδιατρίψασαι δʼ ἐπὶ τοῦ ἀέρος, ὥσπερ καὶ ἐπὶ τοῦ ὕδατος γῇ καὶ χρυσὸς διὰ μικρομέρειαν πολλάκις ἐπιπλέουσιν, οὕτως ἐπὶ τοῦ ἀέρος τὸ ὕδωρ, συνελθόντων δὲ πολλῶν μικρῶν μεγάλαι καταφέρονται ψακάδες· τοῦτο γὰρ οὐκ ἐνδέχεται γενέσθαι ἐπὶ τῆς χαλάζης· οὐ γὰρ συμφύεται τὰ πεπηγότα ὥσπερ τὰ ὑγρά. δῆλον οὖν ὅτι ἄνω τοσοῦτον ὕδωρ ἔμεινεν· οὐ γὰρ ἄν ἐπάγη τοσοῦτον. τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι τούτου καὶ τῆς γενέσεως, ὅταν ἀπωσθῇ τὸ νέφος εἰς τὸν ἄνω τόπον μᾶλλον ὄντα ψυχρὸν διὰ τὸ λήγειν ἐκεῖ τὰς ἀπὸ τῆς γῆς τῶν ἀκτίνων ἀνακλάσεις, ἐλθὸν δʼ ἐκεῖ πήγνυσθαι τὸ ὕδωρ· διὸ καὶ θέρους μᾶλλον καὶ ἐν ταῖς ἀλεειναῖς χώραις γίγνεσθαι τὰς χαλάζας, ὅτι ἐπὶ πλέον τὸ θερμὸν ἀνωθεῖ ἀπὸ τῆς γῆς τὰς νεφέλας. συμβαίνει δʼ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίγνεσθαι χάλαζαν· καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γιγνομένην. ἔτι δὲ πολλάκις ὦπται νέφη [*](36 κρύσταλος Ecorr. m.1 𝔐1 H Ν 37 ἀέρος J1 Εcorr. m.1 ‖ 348 a 1 μετωπόρου J δὲ om. Ε 𝔚 2 ἦττον om. Ν1 𝔚 ‖ 3 ἐν — χιόνες marg. E1 ‖ αἱ δὲ χιόνες] χιόνες δʼ Ald. 6 οὐδένα] οὐχ ἕνα 𝔚 ‖ τε ex τε ται corr. E1 ‖ ὅν] ὢν N1: om. Ε F ‖ 7 ψεκάδες J1 Εcorr. m. 1 cet. ‖ ὀχλοῦνται 𝔐: (ὀ- in ras. E1) ‖ 8 καὶ om. Ν 9 χρυσὸς] πρυσὸς ὃ 𝔚 11 ψεκάδες J1 Εcorr. m.1 cet. ‖ γάρ] δὲ Εm.1 in ras. 𝔚 ‖ 12 συμφύσεται 𝔚 ‖ 13 ὅτι]  ὅς F ‖ 14 ἔμεινεν ex γέγονεν corr. Ν ὑπάγει 𝔄1 ‖ τοῦ] τοῦτο τοῦ Ald. 15 τοῦτο Ε 𝔚 ‖ ἀπωσθῇ ex ἀποσθῆ (ut videtur) corr. 𝔐1: ex ἀπωθῆ (ut videtur) corr. 𝔄1: ἀποστῇ Ν 17 ἐλθὼν 𝔄1 ‖ 20 συμβαίνει] συμβαι E1 ‖ 21 + 23 ὑψιλοῖς J ‖ 21 χαλάζας Ε 𝔚 ‖ 22 καὶ om. Ε)

28
φερόμενα σὺν ψόφῳ πολλῷ παῤ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσιν καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος. ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίγνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίγνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς πήξεως γενομένης τῆς γῆς, ἀλλʼ οὐχ ὥσπερ ἐκεῖνοί φασιν. ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστʼ αἰτίου τῆς πήξεως μεγάλας γίγνεσθαι χαλάζας· κρύσταλλος γὰρ ἡ χάλαζα, καὶ τοῦτο παντὶ δῆλον. μεγάλαι δʼ εἰσὶν αἱ τοῖς σχήμασιν μὴ στρσγγύλαι. τοῦτο δʼ ἐστὶ σημεῖον τοῦ παγῆναι πλησίον τῆς γῆς· αἱ γὰρ φερόμεναι πόρρωθεν· διὰ τὸ φέρεσθαι μακρὰν περιθραυόμεναι γνονται τό τε σχῆμα περιφερεῖς καὶ τὸ μέγεθος ἐλάττους. ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον τὸν ψυχρὸν ἡ πῆξις [*](348b) συμβαίνει, δῆλον· ἀλλʼ ἐπειδὴ ὁρῶμεν ὅτι γίγνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ ψυχρῷ ἀλλήλοις (διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις), τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίγνεσθαι τόπῳ, ὥστʼ ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους  ποιεῖ·  διὸ  καὶ αἱ ψακάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίγνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ λέγεται ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως. (τοῦτο δὲ γίγνεται αὐτὸ τοὐναντίον ἢ ὡς Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπαν [*](29 αὐτοῖς Ν ‖ γινομένης 𝔐 Ν ‖ 31 μεγάλας ApΙ PIM: μεγίστας J F 𝔄 H Ν ApWA PIV 32 κρύσταλος 𝔐1 𝔄corr. H Ν ‖ 33 αἱ] καὶ Frec. μὴ] οὐ Ν ‖ δʼ ἐστὶ] δὲ Ε 𝔚 ‖ 35 μακρὸν H Ν ‖ 36 περιφερὴς Ν ‖ 348 b 1 oὐ τῷ] (-ω ex corr. E1): οὕτω J1 ‖ ἀνωθεῖσθαι Ald. ‖ τὸν (post τόπον)] τὸ J F H Ν 3 ψυχρῷ] τῷ ψυχρῷ 𝔐 𝔄 F N P1 ‖ 4 τὰ] καὶ τὰ F ‖ 5 ἄνω ex ἄνω ἄνω corr. Ε1 ‖ 6 χὼραις (supra add.) E ἀντιπεριστάμεναν Ν 7 κύκλῳ om. N ‖ παχὺ 𝔚: γὰρ ταχὺ 𝔄1 ‖ 8 νέφους] PIV: τοῦ νέφους 𝔚 PIM ‖ ποιεῖ] PIV: ποιεῖ ὁτὲ δὲ χάλαζα Νrec.: ποιεῖ ὁτὲ δὲ χάλαζαν Pc PIM ‖ αἱ supra add. F1 ‖ ψεκάδες Εcorr. m.1 𝔚 𝔐 F Ν ‖ 9 γίνεσθαι Ν ‖ 10 λαβρότερα (1)] λαμπρότερα Ε: λαβρότατα Εvar. ‖ λαβρότερα (2)] λαβρότατα 𝔐 ‖ λέγεται] γίνεται 𝔐 𝔄 Fvar. H Ν ‖ 11 πάχος 𝔚 ‖ 12 αὐτὸ supra add. Εrec. ‖ 13 εἰς] ἐκ J1)
29
έλθῃ φησὶ τοῦτο πάσχειν, ἡμεῖς δʼ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα.) ὅταν δʼ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξεν καὶ γίγνεται χάλαζα. συμβαίνει δὲ τοῦτο ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι ἔπηξεν, οὐδὲν κωλύει μετέωρον παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίγνηται χρόνῳ τῆς κάτω φορᾶς. καὶ ὅσῳ δʼ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίγνεται καὶ αἱ ψακάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον. καὶ οὐ πυκναὶ αἱ ψακάδες αἱ μεγάλαι πίπτουσιν διὰ τὴν αὐτὴν αἰτίαν. ἧττον δὲ τοῦ θέρους γίγνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλ\ν μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους· ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται. γίγνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν. συμβάλλεται δʼ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον, καὶ οἱ περὶ τὸν Πόντον ὅταν ἐπὶ τοῦ κρυστάλλου σκηνοποιῶνται πρὸς τὰς τῶν ἰχθύων θήρας (θηρεύουσι γὰρ διακόπτοντες τὸν κρύσταλλον), ὕδωρ θερμὸν περιχέουσι [*](349a) τοῖς καλάμοις διὰ τὸ θᾶττον πήγνυσθαι· χρῶνται γὰρ τῷ κρυστάλλῳ ὥσπερ τῷ μολύβδῳ, ἵνʼ ἠρεμῶσιν οἱ [*](15 κατέλθῃ] ἐμπέση Fcorr. ‖ μάλιστα ὅταν altera] OlV PlV: om. Ecorr. m.1 𝔚 OlG PlM: μᾶλλον ἀντιπεριστῇ ὅταν Nrec. ‖ 16 ψυχρὸν] (-ν in ras. 2 litt E1): ψυχρὸν ἐντὸς τὸ ψυκρὸν Ν1 ‖ ὕδωρ] ὕδωρ δὲ J F1 ‖ 18 θᾶττον] Ol Pl: θάττων H: ἐλάττων E1 𝔚 ‖  πῆξις ex πῆξις ἡ πῆξις corr. E1 ‖ 19 τοσωδὶ Ecorr. m.1 𝔚 ‖ 20 μετέωρον μετέωρον ὄν E 𝔚 Pl 21 ἡ post χρόνῳ coll. E1: del. Ecorr. m.1 ‖ γίγνεται E 𝔄1 H1 Ν 22 ἀθροώτερον Jcorr. m. 1 F 𝔚 ‖ 23 πῆξις ex πῖξις corr. E1 ‖ ψεκάδες Ecorr. 1 𝔚  𝔐 𝔄 F H N ‖ 25 ψεκάδες E𝔚 𝔐 F H N ‖ 26 ἔαρος] (εα-in ras. E1) ‖ 28 ἔαρι ἀέρι J1 F1 𝔄1 E ‖ 29 ποτε om. J 30 χαλάζαι corr. E1; χάλαξαι F ‖ 31 πτώσεως 𝔚 ‖ 32 προτεθερμαίνεσθαι Ald. ‖ ψύγεται 𝔐 𝔄1 ‖ 33 τὸ ὕδωρ corr. F: τὸ θερμὸν F1 cet. PlV: om. PlM Ald. ‖ 34 πόντον (ποντ- in ras. E1)|| κρυστάλου Ecorr. m. 1 𝔄corr. H ‖ 36 κρύσταλον N ‖ περιχέωσι F ‖ 349 a κρυστάλῳ H ‖ μολιβω E1: μολίβδῳ Erec. 𝔚 𝔐 𝔄 F H N ‖ ἴν᾿  in ras. E)
30
κάλαμοι. θερμὸν δὲ γίγνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἔν τε ταῖς χώραις καὶ ταῖς ὥραις ταῖς ἀλεειναῖς. γίγνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν τοῦ θέρους τὰ ὕδατα καὶ οὐ τοῦ χειμῶνος, καὶ ταῦτα ῥαγδαῖα, καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις, διὰ τὴν αὐτὴν αἰτίαν· ταχὺ γὰρ ψύχεται τῇ ἀντιπεριστάσει, ἢ γίγνεται διὰ τὸ ἀλεεινὴν εἶναι τὴν χώραν ἰσχυρῶς. περὶ μὲν οὖν ὑετοῦ καὶ δρόσου καὶ νιφετοῦ καὶ πάχνης καὶ χαλάζης, διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίς ἡ φύσις αὐτῶν ἐστιν, εἰρήσθω τοσαῦτα.

13 περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων, ἔτι δὲ ποταμῶν καὶ θαλάττης λέγωμεν, πρῶτον καὶ περὶ τούτων διαπορήσαντες πρὸς ἡμᾶς αὐτούς· ὥσπερ γὰρ καὶ περὶ ἄλλων, οὕτως καὶ περὶ τούτων οὐδὲν παρειλήφαμεν λεγόμενον τοιοῦτον ὃ μὴ κἄν ὁ τυχὼν εἴπειεν. εἰσὶ δέ τινες οἵ φασι τὸν καλούμενον ἀέρα κινούμενον μὲν καὶ ῥέοντα ἄνεμον εἶναι, συνιστάμενον δὲ τὸν αὐτὸν τοῦτον πάλιν νέφος καὶ ὕδωρ, ὡς τῆς αὐτῆς φύσεως οὔσης ὕδατος καὶ πνεύματος, καὶ τὸν ἄνεμον εἶναι κίνησιν ἀέρος. διὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν ἄνεμον εἶναι πάντας τοὺς ἀνέμους, ὅτι συμπέπτωκε καὶ τὸν ἀέρα τὸν κινούμενον ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα, δοκεῖν δὲ διαφέρειν οὐδὲν δια- φέροντα διὰ τοὺς τόπους ὅθεν ἄν τυγχάνῃ ῥέων ἑκάστοτε, παραπλησίως λέγοντες ὥσπερ ἄν εἵ τις οἴοιτο καὶ τοὺς ποταμμοὺς πάντας ἕνα ποταμὸν εἶναι. διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως οὕτω λεγόντων· εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες [*](4 ὥραις καὶ ταῖς χώραις 𝔐 𝔄 F H Ν Al Ol ‖ καὶ (post δὲ) om. Ε1 ‖ 5 ἀρραβίαν 𝔐 F Ν 𝔚 ‖ τὴν (post καὶ) om. E 𝔚 ‖ 7 ψύγεται 𝔐 𝔄 ‖ 11 ἔστω om. F H Ν 12 πνευμάτων πάντων N: πάντων τῶν πνευμάτων J F ‖ 13 θαλάσσης N ‖ προαπορήσαντες Ε 𝔚 14 γὰρ om. 14—15 ἄλλων οὕτως] ἄλλου τινος Ε 𝔚 ‖ 15—16 τοιοῦτον λεγόμενον H Ν ‖ 16 εἴποιεν Εcorr. m.1 H Ν: εἴποιεν ἄν 𝔚: εἴποι corr. 𝔄1 ‖ 20 εἶναι] Fvar,: ὄντα J F 𝔐 𝔄 H Em. m.1 in ras. ‖ σοφῶς] Fvar.: σαφῶς F ‖ 21 ἄνεμον om. 𝔐 H Ν 22 τὸν (post ἀέρα) om. Ε F ‖ 23 δοκεῖν] δοκεῖν δοκεῖ Ald. 24 τυγχάνει Ν ῥέον Cas.|| 26 εἶναι ποταμὸν ἕνα πάντας N: πάντας ἕνα εἶναι ποταμὸν Ald. ‖ 29 τῶν αὐτῶν 1 λέγοιεν ἄν τι] Ol: ἄν τι λέγοιεν F: ἂν λέγοιεν ἄν τι 𝔚: λέγοιεν ἄν τι τι E1)

31
οὕτως· εἰ δʼ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τὸ κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεὶ τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τʼ ἐστὶν ὁ ἄνεμος, καὶ γίγνεται πῶς, καὶ τὶ τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ἄρʼ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῤέοντα τὸν ἄνεμον, καὶ μέχρι τούτου ῥεῖν ἕως ἄν κενωθῇ τὸ ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, [*](349b) ἢ καθάπερ καὶ οἱ γραφεῖς γράφουσιν, ἐξ αὐτῶν τὴν ἀρχὴν ἀφιέντας. ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου ὕδωρ πάλιν ὑόμενον ἀθροισθὲν ὑπὸ γῆν ῥεῖν ἐκ κοιλίας μεγάλης, ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης· καὶ οὐ γίγνεσθαι ὕδωρ οὐδέν, ἀλλὰ τὸ συλλεχθὲν ἐκ τοῦ χειμῶνος εἰς τὰς τοιαύτας ὑποδοχάς, τοῦτο γίγνεσθαι τὸ πλῆθος τὸ τῶν ποταμῶν. διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους, καὶ τοὺς μὲν ἀενάους εἶναι τοὺς δʼ οὐκ ἀενάους· ὅσων μὲν γὰρ διὰ τὸ μέγεθος τῆς κοιλίας πολὺ τὸ συλλεγόμενον ὕδωρ ἐστίν, ὥστε διαρκεῖν καὶ μὴ προαναλίσκεσθαι πρὶν ἐπελθεῖν τὸ ὄμβριον ἐν τῷ χειμῶνι πάλιν, τούτους μὲν ἀενάους εἶναι διὰ τέλους, ὅσοις δὲ ἐλάττους αἱ ὑποδοχαί, τούτους δὲ διʼ ὀλιγότητα τοῦ ὕδατος φθάνειν ξηραινομένους πρὶν ἐπελθεῖν τὸ ἐκ τοῦ οὐρανοῦ, κενουμένου τοῦ ἀγγείου. καίτοι φανερόν, εἴ τις βούλεται ποιήσας οἷον ὑποδοχὴν πρὸ ὀμμάτων τῷ καθʼ ἡμέραν ὕδατι ῥέοντι συνεχῶς νοῆσαι τὸ πλῆθος· ὑπερβάλλοι γὰρ ἄν τῷ μεγέθει τὸν τῆς γῆς ὄγκον ἢ οὐ πολὺ ἂν ἐλλείποι τὸ δεχόμενον πᾶν τὸ ῥέον ὕδωρ εἰς τὸν ἐνιαυτόν. ἀλλὰ δῆλον ὅτι συμβαίνει μὲν καὶ πολλὰ τοιαῦτα πολλαχοῦ τῆς γῆς, [*](31 εἴη ἂν HΝ ‖ 32 κοινοῦν 𝔄1: (-ι- in ras. E1) ‖ 33 αὐτῶν πόθεν Ald. πρῶτον ἄρʼ J: πρότερον ἄρʼ E1: πότερον F ‖ 35 οἷον om. E ‖ ἀφιέμενον] ApI: ἀφιεμένων E1 ApWΑ 349 b 2 ἀφίενται E: ἀφιέντα 𝔚 ‖ 4 ῥεῖν] ῥεῖν οἷον E 𝔚 ‖ 5 μιᾶς] Ap: κ μιᾶς Ε 𝔚 Frec. Nrec. ‖ 6 συναχθὲν 𝔚 ‖ ἐκ] ὑὸ N ‖ 7 ὑποδοχάς] ἀρχάς Ald. ‖ τὸ τῶν] τούτων E: τούτων τῶν 𝔚: τῶν 𝔐 F H Ν ‖ 8 ἀεὶ om. 9 ἀενάους (1)] E1: ἀεννάους cet. ‖ ἀενάους (2) ἀεννάους E1 𝔚 𝔐 𝔄 F H N‖ διὰ om. E ‖ 11 παραναλίσκεσθαι Ν1 ‖ ἐπελθῶν Ν τὸν ὄμβρον H N ‖ 12 ἐν om. E 𝔚 ‖ ἀεννάους Ecorr. 𝔚 𝔐 𝔄 F H N ‖ 13 ὅσους E 𝔄: ὅσων 𝔚 ‖ δὲ (post τούτους) om. Ecorr. m.1 𝔐 H N: δὴ Ald. ‖ 14 φθίνειν \ Ν ‖ 17 ὑπερβάλοι 𝔐 𝔚 ‖ 18 ἐλλείπει F: ἐλλέποι Ν ‖ ἐνδεχόμενον 𝔐1 𝔄 F1 ‖ 20 ὅτι συμβαίνει μὲν καὶ] ὅτι συμβαίνει καὶ E1; ὅτι καὶ συμβαίνει Erec. 𝔚: μὲν ὅτι συμβαίνει καὶ Ν πολλαχῇ E 𝔚)
32
οὐ μὴν ἀλλʼ ἄτοπον εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίγνεσθαι διʼ ἥνπερ ὑπὲρ γῆς καὶ ἐν τῇ γῇ. ὥστʼ εἴπερ κἀκεῖ διὰ ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ, καὶ ὑπὸ τῆς ἐν τῇ γῇ ψυχρότητος τὸ αὐτὸ τοῦτο δεῖ νομίζειν συμβαίνειν, καὶ γίγνεσθαι μὴ μόνον τὸ ἀποκεκριμένον ὕδωρ ἐν αὐτῇ, καὶ τοῦτο ῥεῖν, ἀλλὰ καὶ γίγνεσθαι συνεχῶς. ἔτι δὲ τοῦ μὴ γιγνομένου ἀλλʼ ὑπάρχοντος ὕδατος καθʼ ἡμέραν μὴ τοιαύτην εἶναι τὴν ἀρχὴν τῶν ποταμῶν, οἷον ὑπὸ γῆν λίμνας τινὰς ἀποκεκριμένας, καθάπερ ἔνιοι λέγουσιν, ἀλλʼ ὁμοίως ὥσπερ καὶ ἐν τῷ ὑπὲρ γῆς τόπῳ μικραὶ συνιστάμεναι ῥανίδες, καὶ πάλιν αὗται ἑτέραις, τέλος μετὰ πλήθους καταβαίνει τὸ ὑόμενον ὕδωρ, οὕτω καὶ ἐν τῇ γῇ ἐκ μικρῶν συλλείβεσθαι τὸ πρῶτον καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς τὰς ἀρχὰς τῶν ποταμῶν. δηλοῖ δʼ αὐτὸ τὸ ἔργον· οἱ γὰρ τὰς ὑδραγωγίας ποιοῦντες ὑπονόμοις καὶ διώρυξι συνάγουσιν, ὥσπερ ἄν ἰδιούσης [*](350a) τῆς γῆς ἀπὸ τῶν ὑψηλῶν. διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὁρῶν φαίνεται ῤέοντα, καὶ πλεῖστοι καὶ μέγιστοι ποταμοὶ ῥέουσιν ἐκ τῶν μεγίστων ὁρῶν. ὁμοίως δὲ καὶ αἱ κρῆναι αἱ πλεῖσται ὄρεσιν καὶ τόποις ὑψηλοῖς γειτνιῶσιν· ἐν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγαι γίγνονται πάμπαν. οἱ γὰρ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι, οἷον σπόγγος πυκνὸς ἐπικρεμάμενοι, κατὰ μικρὰ μὲν πολλαχῇ δὲ διαπιδῶσι καὶ συλλείβουσι τὸ ὕδωρ· δέχονταί τε γὰρ τοῦ κατιόντος ὕδατος πολὺ πλῆθος (τὶ γὰρ διαφέρει κοίλην καὶ ὑπτίαν ἢ πρηνῆ τὴν περιφέρειαν εἶναι καὶ κυρτήν; ἀμφοτέρως γὰρ τὸν ἴσον ὄγκον περιλήψεται σώματος) καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι καὶ συγκρίνουσι πάλιν εἰς ὕδωρ· [*](21 οὐ μὴν marg. Erec. ‖ νομίζει] Ol: νομίη J 𝔄corr. ‖ 22 post ὑπὲρ in J ras. 3 litt. 24 ψυχρόντητος E1 ‖ 26 ὕδωρ τὸ ἀποκεκριμένον F ‖ 27 καὶ om. J F ‖ ἔτι] ὅτι Ν1 ‖ τὸ Ecorr. ‖ ὑπέχοντος H ‖ 29 γῆν] τὴν γῆν 𝔐 ‖ 30 λέγουσιν] λέγου E1 ‖ 31 γῆς] Ap: τῆς γῆς F H Ν 32 ἑτέραι E1 ‖ ὑόμενον ex οἰόμενον corr. J1: ex ὑώμενον corr. E1 ‖ 34 πηδώσης Ε 𝔚 𝔐 F1, H Ν Ol ‖ 350 a 1 εδιούσσης E1: ἰδούσης H1: ἱδρούσης Fcorr. (ut videtur) Hcorr. m.1 : ἰδρούσης Nrec. ‖ 3 ὁρέων JF 𝔐 𝔄 H ‖ φαίνονται 𝔐 ‖ 8 ἐπικρεμάμενοςς 𝔐 𝔄1, F1 ‖ πολλαχοῦ corr. E1 ‖ διαπειδῶσιν E1; διαπηδωσι Ecorr. m.1 cet. ‖ 9 τε γὰρ] τε Ecorr. ?? 1 𝔄 H Ν1: γὰρ J N rec. 11 πρινῆ Ν ‖ 12 ὄγκον ὄγκον διὰ πυκνότητα Ald.)
33
διό, καθάπερ εἴπομεν, οἱ μέγιστοι τῶν ποταμῶν ἐκ τῶν μεγίστων φαίνονται ῤέοντες ὁρῶν. δῆλον δʼ ἐστὶ τοῦτο θεωμένοις τὰς τῆς γῆς περιόδους· ταύτας γὰρ ἐκ τοῦ πυνθάνεσθαι παρʼ ἑκάστων οὕτως ἀνέγραψαν, ὅσων μὴ συμβέβηκεν αὐτόπτας γενέσθαι τοὺς λέγοντας. ἐν μὲν οὖν τῇ Ἀσίᾳ πλεῖστοι μὲν ἐκ τοῦ Παρνασσοῦ καλουμένου φαίνονται ῤέοντες ὄρους καὶ μέγιστοι ποταμοί, τοῦτο δʼ ὁμολογεῖται πάντων εἶναι μέγιστον τὸ ὄρος τῶν πρὸς τὴν ἔω τὴν χειμερινήν· ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν. ἐκ μὲν οὖν τούτου ῥέουσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Βάκτρος καὶ ὁ Χοάσπης καὶ ὁ Ἀράξης· τούτου δʼ ὁ Τάναϊς ἀποσχίζεται μέρος ὢν εἰς τὴν Μαιῶτιν λίμνην. ῥεῖ δὲ καὶ ὁ Ἰνδὸς ἐξ αὐτοῦ, πάντων τῶν ποταμῶν ῥεῦμα πλεῖστον. ἐκ δὲ τοῦ Καυκάσου ἄλλοι τε ῥέουσι πολλοὶ καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος ὑπερβάλλοντες, καὶ ὁ Φᾶσις· ὁ δὲ Καύκασος μέγιστον ὄρος τῶν πρὸς τὴν ἕω τὴν θερινὴν ἐστιν καὶ πλήθει καὶ ὕψει. σημεῖα δὲ τοῦ μὲν ὕψους ὅτι ὁρᾶται καὶ ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων, ἔτι δʼ ἡλιοῦται τῆς νυκτὸς αὐτοῦ τὰ ἄκρα μέχρι τοῦ τρίτου μέρους ἀπό τε τῆς ἕω καὶ πάλιν ἀπὸ τῆς ἐσπέρας· τοῦ δὲ πλήθους ὅτι πολλὰς ἔχον ἔδρας, ἐν αἷς ἔθνη τε κατοικεῖ πολλὰ καὶ λίμνας εἶναί φασι μεγάλας, ἀλλʼ ὅμως πάσας τὰς ἕδρας εἶναί φασι φανερὰς μέχρι τῆς ἐσχάτης κορυφῆς. ἐκ δὲ [*](350b) τῆς Πυρήνης (τοῦτο δʼ ἐστὶν ὅρος πρὸς δυσμὴν ἰσημερινὴν ἐν τῇ [*](14 διὸ] διόπερ Ε 𝔚 ‖ πλεῖστοι F1 ‖ 15 ὀρέων Ε 𝔚 ‖ 17 ἀνεγράψαμεν F1: ἀνέγραψαν H: ἀνέγραψ Ν ‖ ὅσην N1: ὅσον Ncorr. 18 μὲν (post πλεῖστοι) μὲν οὖν E1: τε Par. 2032 Par. suppl. 642 Ald. ‖ 19 παρνασοῦ F Ν ‖ καὶ om. F1 2Ο μέγιστον τὸ ὅρος μέγιστον ὅρος E 𝔚: τὸ ὄρος μέγιστον F ‖ 21 πρὸς ex ος corr. J1 ‖ 22 ἡ om. E post ἔξω in J ras. 3 litt. ‖ θάλασσα Ν 23 ὁ] ὁ ἀσωπὸς καὶ ὁ 𝔚 ‖ 25 μὲτεώτην J1: μὲώτην corr. J; μιῶτιν E1 ‖ λίμνην] λίμνην· λίμνην E1  ‖ ὁ om. E 𝔚 ‖ 27 ἄλλοι τε om. E: post ρέουσιν coll. 𝔚 ‖ πολλοὶ om. E ‖ πλῆθος καὶ κατὰ om. E ‖ 30 σημεῖα] Ap: σημεῖον E 𝔚 Fvar. Ol ‖ τοῦ]  τῷ F1 ‖ μὲν om. E 𝔚 καὶ ἀπὸ] Ap: καὶ ὑπὲρ E 𝔚: ἀσὸ Ol ‖ 31 ἡλιοῦνται J ‖ 33 αὐτοῦ] αὐτοῦ τε F1 ‖ μέρους] μέρους αὐτοῦ τὰ ἄκρ E1; μέρους αὐτοῦ 𝔚 ‖ 33 δὲ om. E1 ‖ 34 ἔχον ApW: ἔχων 𝔄corr. H N 𝔚var. ApA: ἔχει F ApI ‖ οἶς E ‖ τε om. H Ν ‖ 36 εἶναί om. F1 ‖ 350b 1 πυρίνη E1: πυρίνης Erec . H (ut videtur) πρὸς δυσμὴν ἰσημερινὴν fortasse post στηλῶν (3) collocanda censet Heidel)
34
Κελτικῇ) ῥέουσιν ὅ τε Ἴστρος καὶ ὁ Ταρτησσός. οὗτος μὲν οὖν ἕξω στηλῶν, ὁ δʼ Ἴστρος διʼ ὅλης τῆς Εὐρώπης εἰς τὸν Εὔξεινον πόντον. τῶν δʼ ἄλλων ποταμῶν οἱ πλεῖστοι πρὸς ἄρκτον ἐκ τῶν ὁρῶν τῶν Ἀρκυνίων· ταῦτα δὲ καὶ ὕψει καὶ πλήθει μέγιστα περὶ τὸν τόπον τοῦτόν ἐστιν. ὑπʼ αὐτὴν δὲ τὴν ἄρκτον ὑπὲρ τῆς ἐσχάτης Σκυθίας αἱ καλούμεναι Ῥῖπαι, περὶ ὧν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι λόγοι μυθώδεις· ῤέουσι δʼ οὖν οἱ πλεῖστοι καὶ μέγιστοι μετὰ τὸν Ἴστρον τῶν ἄλλων ποταμῶν ἐντεῦθεν, ὥς φασιν. ὁμοίως δὲ καὶ περὶ τὴν Λιβύην οἱ μὲν ἐκ τῶν Αἰθιοπικῶν ὁρῶν, ὅ τε Αἰγὼν καὶ ὁ Νύσης, οἱ δὲ μέγιστοι τῶν διωνομασμένων, ὅ τε Χρεμέτης καλούμενος, ὃς εἰς τὴν ἔξω ῥεῖ θάλατταν, καὶ τοῦ Νείλου τὸ ῥεῦμα τὸ πρῶτον, ἐκ τοῦ Ἀργυροῦ καλουμένου ὄρους. τῶν δὲ περὶ τὸν Ἑλληνικὸν τόπον ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου, καὶ ὁ Ἴναχος ἐντεῦθεν, ὁ δὲ Στρυμὼν καὶ Νέσσος καὶ ὁ Ἕβρος ἅπαντες τρεῖς ὄντες ἐκ τοῦ Σκόμβρου· πολλὰ δὲ ῥεύματα καὶ ἐκ τῆς Ῥοδόπης ἐστίν. ὁμοίως δὲ καὶ τοὺς ἄλλους ποταμοὺς εὕροι τις ἄν ῥέοντας· ἀλλὰ μαρτυρίου χάριν τούτους εἴπομεν· ἐπεὶ καὶ ὅσοι αὐτῶν ῥέουσιν ἐξ ἐλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει πάντα σχεδὸν ἢ τόπους ὑψηλοὺς ἐκ προσαγωγῆς. ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίγνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν ὡς ἐξ ἀφωρισμένων κοιλιῶν, φανερόν· οὔτε γὰρ ἄν ὁ τόπος ἱκανὸς ἦν ὁ τῆς γῆς ὡς εἰπεῖν, ὥσπερ οὐδʼ ὁ τῶν νεφῶν, εἰ τὸ ὂν ἔδει ῥεῖν μόνον, ἀλλὰ μὴ τὸ μὲν ἀπῄει τὸ δʼ ἐγίγνετο, ἀλλʼ αἰεὶ [*](2 ἰκελτικῆ Ε ταρτησός 𝔐 𝔄 Ν (deest H) ‖ 3 εὐρόπης J ‖ εὔξινων E1 ‖ 4 πόντον] τόπον E1 ‖ 5 ὁρέων E 𝔚 ‖ ἀρκυνίων] (- ρκυνι- in ras. E): ὁρκυνίων 𝔚 καὶ (post ὕφει) supra add. F1 ‖ 6 πλάτει E ‖ 7 ὑπὸ F1 (ut videtur) ‖ ῥῖπαι ex ῥῆπαι corr. F1 ‖ 8 εἰσὶν] εἰπεῖν J F, ‖ 9 ῥέουσι δʼ] ῥέουσιν 𝔚 ‖ μετὰ] περὶ H Ν ‖ 11 οἱ] E ‖ ὁρέων E 𝔚 ‖ 12 ὁ νύσης] ὀνύσης Ald.: νύσις DuV. ‖ δὲ om. Ε 𝔚 ‖  13 θάλασσαν F ‖ 14 ἀργυροῦ ex ἀγροῦ corr. E1 ‖ ὄρου E1 ‖ 15 πίνδου ex πίδου corr. E1 ‖ 16 ἴναχος ἰοναχος J ‖ στρῦμμὼν 𝔚 ‖ νέστος (ut videtur) E1: νέσος Ecorr. 𝔐 H Ν: νέστρος 𝔚 ‖ 17 εὖρος 𝔄corr. F H Ν 𝔚  ‖ ὄντες om. Id. ‖ 18 δὲ]  δὴ 𝔐 𝔄 H Ν ‖ 19 μαρτυρίας F ‖ 22 προαγωγῆς H1 Ν a voc. ὅτι incipit fragmentum Escorialense ‖ οὖν om. fragm. Escor. ‖ 23 ἀφορισμένων F Ν ‖ 24 ἦν] 𝔄1 ‖ 25 εἰ] εἴπερ Ε 𝔚 ‖ 26 αἰεὶ] ἀεὶ δὴ E1: ἀεὶ 𝔚 F H)
35
ἀπὸ ὄντος ἐταμιεύετο· τὸ τε ὑπὸ τοῖς ὄρεσιν ἔχειν τὰς πηγὰς μαρτυρεῖ διότι τῷ συρρεῖν εἰς ὀλίγον καὶ κατὰ μικρὸν ἐκ πολλῶν νοτίδων διαδίδωσιν ὁ τόπος καὶ γίγνονται οὕτως αἱ πηγαὶ τῶν ποταμῶν. οὐ μὴν ἀλλὰ καὶ τοιούτους εἶναι τόπους ἔχοντας πλῆθος ὕδατος, οἷον λίμνας, οὐδὲν ἄτοππον, πλὴν οὔτι τηλικαύτας ὥστε τοῦτο συμβαίνειν, οὐδὲν μᾶλλον ἢ εἴ τις οἴοιτο τὰς φανερὰς εἶναι πηγὰς τῶν ποταμῶν· σχεδὸν γὰρ ἐκ κρηνῶν οἱ πλεῖστοι ῥέουσιν. ὅμοιον οὖν τὸ ἐκείνας καὶ τὸ ταύτας νομίζειν εἶναι τὸ σῶμα τὸ τοῦ ὕδατος πᾶν. ὅτι δʼ εἰσὶν τοιαῦται φάραγγες καὶ διαστάσεις τῆς γῆς, [*](351a) δηλοῦσιν οἱ καταπινόμενοι τῶν ποταμῶν. συμβαίνει δὲ τοῦτο πολλαχοῦ τῆς γῆς, οἷον τῆς μὲν Πελοποννήσου πλεῖστα τοιαῦτα περὶ τὴν Ἀρκαδίαν ἐστίν. αἴτιον δὲ διὰ τὸ ὀρεινὴν οὖσαν μὴ ἔχειν ἐκροὰς ἐκ τῶν κοίλων εἰς θάλατταν· πληροὺμενοι γὰρ οἱ τόποι καὶ οὐκ ἔχοντες ἔκρυσιν αὑτοῖς εὑρίσκονται τὴν δίοδον εἰς βάθος, ἀποβιαζομένου τοῦ ἄνωθεν ἐπιόντος ὕδατος. περὶ μὲν οὖν τὴν Ἑλλάδα μικρὰ τοιαῦτα παντελῶς ἐστιν γιγνόμενα· ἀλλʼ ἥ γε ὑπὸ τὸν Καύκασον λίμνη, ἣν καλοῦσιν οἱ ἐκεῖ θάλατταν· αὔτη γὰρ ποταμῶν πολλῶν καὶ μεγάλων εἰσβαλλόντων οὐκ ἔχουσα ἔκρουν φανερὸν ἐκδίδωσιν ὑπὸ γῆν κατὰ Κοραξούς, περὶ τὰ καλούμενα βαθέα τοῦ Πόντου· ταῦτα δʼ ἐστὶν ἄπειρόν τι τῆς θαλάττης βάθος· οὐδεὶς γοῦν πώποτε καθεὶς ἐδυνήθη πέρας εὑρεῖν. ταύτῇ δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια πότιμον [*](27 ἐταμεύετο E1: ἔτι ἐταμιεύετο Erec. 𝔚 28 τῷ var. N: τὸ fragm. Escor. Ν1 𝔚 ‖ εἰς] ἐπ᾿ E Fcorr.: κατʼ Ap ‖ κατὰ] κα E1 ‖ 29 οτίδων E1 ‖ διαδίδωσιν ex διάδωσιν corr. E1 ‖ 30 οὕτως ex corr. E1 ‖ 31 ὑδάτων F ‖ 32 οὔτι] οὐ Ε 𝔚 Fcorr. m.1 ‖ συμβαίνει J fragm. Escor. F1 ( ut videtur) 33 τὰς postea add. F1 ‖ 34 ῥηνῶν N1 ‖ κείνας E1 ‖ 35 εἶναι νομίζειν H Ν ‖ 351 a 1 καταπινόμενοι] (-απι- in ras. 7 vel 8 litt. Erec.) ‖ 2 πολλαχοῖ E1 𝔚: πολλαχῆ corr. E1 ‖ πελοπονήσου H: πελλοποννήσου F: πελοπονήσουου E1 κοιλιῶν E 𝔚 ‖ θάλασσαν F ‖ 5 ἑαυτοῖς Ecorr. m.1: αὐτοὶ Ε1 𝔚: (αὑτῷ Op) ‖ 6 τὴν om fragm. Escor. Op ‖ 8 ἀλλʼ ἥ] ἄλλη J ‖ λίμνη om. 𝔚 9 θάλατταν] θάλατταν φανερά Srec. Cam.: θάλατταν μεγάλη ci. Th. ‖ 9—10 πολλῶν ποταμῶν 𝔐 𝔄 H 10 εἰσβαλόντων H Ν ‖ 11 κόραξ E1: κορεξοὺς Ν περὶ] παρὰ fragm. Escor.: ἐπὶ 𝔄 12 βαρέα 𝔚 ταῦτα] τοῦτο Ecorr. 𝔚 fragm. Escor. ‖ 13 καθιεὶς E1 (ι prior in ras. m. 1) 𝔚 ‖ ἠδυνήθη H N ‖ 14 δὲ] Ol: δὴ E 𝔚 ‖ ποταμὸν 𝔚: (post ι in E ras. 1 litt.))
36
ἀναδίδωσιν ὕδωρ ἐπὶ πολὺν τόπον, οὐ συνεχῆ δέ, ἀλλὰ τρισσαχῇ. καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεταί τις ποταμός, καὶ πάλιν ἀναδίδωσιν κατ᾿ ἄλλον τόπον· ὁ δὲ Ῥοδανὸς ποταμὸς ναυσιπέρατός ἐστιν.

14 οὐκ αἰεὶ δ᾿ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτ᾿ ἔνυγροί εἰσιν οὔτε ξηροί, ἀλλὰ μεταβάλλουσιν κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ τὰς ἀπολείψεις· διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν, καὶ οὐκ αἰεὶ τὰ μὲν γῆ τὰ δὲ θάλαττα διατελεῖ πάντα τὸν χρόνον, ἀλλὰ γίγνεται θάλαττα μὲν ὅπου χέρσος, ἔνθα δὲ νῦν θάλαττα, πάλιν ἐνταῦθα γῆ. κατὰ μέντοι τινὰ τάξιν νομίζειν χρὴ ταῦτα γίγνεσθαι καὶ περίοδον. ἀρχὴ δὲ τούτων καὶ αἴτιον ὅτι καὶ τῆς γῆς τὰ ἐντός, ὥσπερ τὰ σώματα τῶν φυτῶν καὶ ζῴων, ἀκμὴν ἔχει καὶ γῆρας. πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος ταῦτα συμβαίνει πάσχειν, ἀλλ᾿ ἅμα πᾶν ἀκμάζειν καὶ φθίνειν ἀναγκαῖον· τῇ δὲ γῇ τοῦτο γίγνεται κατὰ μέρος διὰ ψύξιν καὶ θερμότητα. ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει διὰ τὸν ἥλιον καὶ τὴν περιφοράν, διὰ δὲ ταῦτα καὶ τὴν δύναμιν τὰ μέρη τῆς γῆς λαμβάνει διαφέρουσαν, ὥστε μέχρι τινὸς ἔνυδρα δύναται διαμένειν, εἶτα ξηραίνεται καὶ γηράσκει πάλιν· ἕτεροι δὲ τόποι βιώσκονται καὶ ἔνυδροι γίγνονται κατὰ μέρος. ἀνάγκη δὲ τῶν μὲν τόπων γιγνομένων ξηροτέρων τὰς πηγὰς ἀφανίζεσθαι, τούτων δὲ συμβαινόντων [*](351b) τοὺς ποταμοὺς πρῶτον μὲν ἐκ μεγάλων μικρούς, εἶτα τέλος γίγνεσθαι ξηρούς, τῶν δὲ ποταμῶν μεθισταμένων καὶ ἔνθεν μὲν ἀφανιζομένων ἐν ἄλλοις δ᾿ ἀνάλογον γιγνομένων μεταβάλλειν τὴν θάλατταν· ὅπου μὲν γὰρ ἐξωθουμένη ὑπὸ τῶν [*](15 συνεχῶς Ald. ‖ τρισαχῇ J F 𝔐 𝔄 H: τρισσαχοῖ E1(ut videtur) 𝔚 ‖ 16 καὶ supra add. E1 ‖ ῥοδανοῦ] Ocl: ἠριδανοῦ Evar. fragm.Escor. 𝔄(-ι- in ras. 2 litt. m. 1): ῥηδανοῦ N ‖ 18 ἠριδανὸς fragm.Escor. 𝔐 𝔄 (-ι- in ras. 2 litt. m. 1): ῥηδανὸς N ‖ 20 ὅτε E1 ‖ τῶν om. 𝔚 ‖ 21 ἤπειρον] λουσιν F1 ‖ μεταβάλλειν E1 ‖ 22 ἀεὶ E 𝔚 fragm.Escor. 𝔐 𝔄 F H N ‖ 23 παντ H | 24 θάλασσα . . . θάλασσα N ‖ 26 καὶ περίοδον om. N ‖ 27 ὥσπερ] ὥσπερ καὶ F ‖ σώματα] σώματα τὰ 𝔚 ‖ 30 φθίνειν — ταῦτα μὲν αὔξει τε (sic enim) καὶ (31) marg. Frec. 31 αὔξεται] Ap Ol: αὔξει τε Ecorr. 𝔚 F (quid habuerit E1, parum liquet) φθίνειν E1 ‖ 32 δὲ om. J1 (ut videtur) F1 ‖ 34 μένειν N ‖ 35 τόποι] τόποι πάλιν Ald. ‖ βιόσκονται J 𝔄1 ‖ 36 ξηρῶν 𝔐 𝔄 H N ‖ 351 b 4 μεταβάλλει 𝔄)

37
ποταμῶν ἐπλεόναζεν, ἀπιοῦσαν ξηρὰν ποιεῖν ἀναγκαῖον, ὅπου δὲ τοῖς ῥεύμασιν πληθύουσα ἐξηραίνετο προσχουμένη, πάλιν ἐνταῦθα λιμνάζειν. ἀλλὰ διὰ τὸ γίγνεσθαι πᾶσαν τὴν φυσικὴν περὶ τὴν γῆν γένεσιν ἐκ προσαγωγῆς καὶ ἐν χρόνοις παμμήκεσι πρὸς τὴν ἡμετέραν ζωήν, λανθάνει ταῦτα γιγνόμενα, καὶ πρότερον ὅλων τῶν ἐθνῶν ἀπώλειαι γίγνονται καὶ φθοραὶ πρὶν μνημονευθῆναι τὴν τούτων μεταβολὴν ἐξ ἀρχῆς εἰς τέλος. μέγισται μὲν οὖν φθοραὶ γίγνονται καὶ τάχισται ἐν τοῖς πολέμοις, ἄλλαι δὲ νόσοις, αἱ δὲ ἀφορίαις, καὶ ταύταις αἱ μὲν μεγάλαι αἱ δὲ κατὰ μικρόν, ὥστε λανθάνουσι τῶν γε τοιούτων ἐθνῶν καὶ αἱ μεταναστάσεις διὰ τὸ τοὺς μὲν λείπειν τὰς χώρας, τοὺς δὲ ὑπομένειν μέχρι τούτου μέχριπερ ἂν μηκέτι δύνηται τρέφειν ἡ χώρα πλῆθος μηδέν. ἀπὸ τῆς πρώτης οὖν ἀπολείψεως εἰς τὴν ὑστέραν εἰκὸς γίγνεσθαι μακροὺς χρόνους, ὥστε μηδένα μνημονεύειν, ἀλλὰ σῳζομένων ἔτι τῶν ὑπομενόντων ἐπιλελῆσθαι διὰ χρόνου πλῆθος. τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν πότε πρῶτον ἐγένοντο τοῖς ἔθνεσιν ἑκάστοις εἰς τὰ μεταβάλλοντα καὶ γιγνόμενα ξηρὰ ἐξ ἑλωδῶν καὶ ἐνύδρων· καὶ γὰρ ἐνταῦθα κατὰ μικρὸν ἐν πολλῷ γίγνεται χρόνῳ ἡ ἐπίδοσις, ὥστε μὴ μνημονεύειν τίνες πρῶτοι καὶ πότε καὶ πῶς ἐχόντων ἦλθον τῶν τόπων, οἷον συμβέβηκεν καὶ τὰ περὶ Αἴγυπτον· καὶ γὰρ οὗτος ἀεὶ ξηρότερος ὁ τόπος [*](6 ἐπλεόνασεν Ecorr. m. 1 𝔚 H N ‖ ἀπιοῦσ E1: ἀπιοῦσα 𝔚 Ald.: ἀπιοῦσαι (an ἀπιοῦσαν ?) J1 ‖ 7 πληθύνουσα ηὐξάνετο προσχουμένη 𝔐 𝔄: πληθύουσα ἐξηραίνετο προχουμένη N1: πληθύνουσα ἐξηραίνετο προσχουμένη Nrec.: ἐξηραίνετο (in ras.) πληθύουσα (in ras.) προσχουμένη (-σ- fortasse postea add.) E1: ηὐξάνετο ὀχουμένη 𝔚: πλήθουσα ἐξηραίνετο προσχουμένη Ald. ‖ 8 λιμνάζει F ‖ φυσικὴν om. Ald. ‖ 9 τὴν περὶ γῆν E1: om. Ecorr. m. 1 𝔚: τὴν περὶ τὴν γῆν Fcorr. ‖ προαγωγῆς H1 N ‖ καὶ om. E ‖ 12 φθοραὶ ex φοραὶ corr. E1 ‖ 13 οὖν om. N ‖ 14 δὲ (1)] δ᾿ ἐν fragm.Escor.: om. 𝔚 ‖ 16 τῶν om. E ‖ 19 ὑπολείψεως Id. ‖ ἐσχάτην 𝔚: (ἕως τῶν ἐσχάτων Ap) ‖ εἰκότως Erec. 𝔚 ‖ 20 μακροὺς χρόνους] Ap: χρόνους μακρούς E 𝔚 ‖ 22 πλῆθος] πλῆθος ταῖς μεταναστάσεσι H N ‖ αὐτὸν supra add. N1 ‖ τρόπον om. N ‖ 23 ἐγένετο fragm.Escor. 24 γιγνόμενα] Ap: τὰ γιγνόμενα E 𝔚 ‖ 25 ἐνύδρων] Ap WA: ἐνύγρων E 𝔚: ἀνύδρων ApI ‖ in voc. πολλῷ cadit fragm.Escor. ‖ 26 μὴ om. F1 ‖ τίνος N ‖ πρῶτον Ald. ‖ 27 τὸν τόπον Nvar. ‖ 28 καὶ τὰ περὶ] καὶ περὶ τὴν Ecorr. 𝔚 Op: οἷον καὶ περὶ τὴν E1 ‖ οὕτως J1 E1 ‖ αἰεὶ H N)
38
φαίνεται γιγνόμενος καὶ πᾶσα ἡ χώρα τοῦ ποταμοῦ πρόσχωσις οὖσα τοῦ Νείλου, διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν τοὺς πλησίον εἰσοικίζεσθαι τὸ τοῦ χρόνου μῆκος ἀφῄρηται τὴν ἀρχήν. φαίνεται οὖν καὶ τὰ στόματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ, χειροποίητα καὶ οὐ τοῦ ποταμοῦ ὄντα, καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι. δηλοῖ δὲ καὶ Ὁμηρος, οὕτως πρόσφατος ὢν ὡς εἰπεῖν πρὸς τὰς τοιαύτας μεταβολάς· ἐκείνου γὰρ τοῦ τόπου ποιεῖται μνείαν ὡς οὔπω Μέμφιος οὔσης ἢ ὅλως ἢ οὐ τηλικαύτης. [*](352a) τοῦτο δ᾿ εἰκὸς οὕτω συμβαίνειν· οἱ γὰρ κάτωθεν τόποι τῶν ἄνωθεν ὕστερον ᾠκίσθησαν· ἑλώδεις γὰρ ἐπὶ πλείω χρόνον ἀναγκαῖον εἶναι τοὺς ἐγγύτερον τῆς προσχώσεως διὰ τὸ λιμνάζειν ἐν τοῖς ἐσχάτοις ἀεὶ μᾶλλον. μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθενεῖ· ξηραινόμενοι γὰρ οἱ τόποι ἔρχονται εἰς τὸ καλῶς ἔχειν, οἱ δὲ πρότερον εὐκραεῖς ὑπερξηραινόμενοί ποτε γίγνονται χείρους. ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καὶ περὶ τὴν Ἀργείων καὶ Μυκηναίων χώραν· ἐπὶ μὲν γὰρ τῶν Τρωικῶν ἡ μὲν Ἀργεία διὰ τὸ ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δὲ Μυκηναία καλῶς εἶχεν (διὸ ἐντιμοτέρα ἦν), νῦν δὲ τοὐναντίον διὰ τὴν προειρημένην αἰτίαν· ἡ μὲν γὰρ ἀργὴ γέγονεν καὶ ξηρὰ πάμπαν, τῆς δὲ τὰ τότε διὰ τὸ λιμνάζειν ἀργὰ νῦν χρήσιμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντος μικροῦ, ταὐτὸ δεῖ νομίζειν τοῦτο συμβαίνειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας [*](30 πρόχωσις E1(ut videtur) 𝔚 N1 ‖ δὲ] δέδο J1 ‖ 31 εἰσοικίζεσθαι] εἰσοικίζεσθαι τόπους Nrec. 32 φαίνονται ex φαίνενται corr. E1 ‖ οὖν] δ᾿ οὖν E 𝔚 Ol ‖ 33 πάντα om. F1 ‖ 34 θῆβαι ex θῆκαι corr. N1 ‖ 35 καὶ om. F ‖ οὕτω E 𝔚 352 a 1 μέμφιος ApWA: μέμφιδος Ecorr. 𝔐 Nrec. ApI ‖ 2 οὕτως E ‖ κάτω . . . ἄνω (3) J F 𝔐 𝔄 H N Olp ‖ 3 πλεῖον E 𝔚 N: πλείονα Ald. ‖ 4 προχώσεως J F E1(ut videtur) 𝔚 ‖ 6 εὐθενεῖ] E1(ut videtur) ApWA: εὐσθενεῖ 𝔚: εὐθηνεῖ Ecorr. m. 1 cet.: εὐθυνεῖ ApI: εὐθύνει Op ‖ ρχωνται N ‖ 7 ὑπερξηραι- νόμεναι typothetae errore Bk. ‖ 8 τότε E 𝔚 Fvar.: πάλιν Ap ‖ χείρους γίνονται N ‖ 8—9 τῇ Ἑλλάδι Par. 2032 et 2035 Par. suppl. 642 Ald. ‖ 9 μυκηναίων] (-υ- ex corr. 𝔄1): μηκυναίων: H: μυκειναίων N ‖ ἐπὶ] (-ι in ras. E1) ‖ 10 τῶν om. H N ἑλώδης ex ἑλώδη corr. J1 ‖ 11 ὀλίγα H N1 ||| ἠδύνατο H N 𝔚 ‖ μυπηναία] (-υ- ex corr. 𝔄1): μηκυναία H ‖ διότι 𝔐 ‖ 12 εἰρημένην E 𝔚 ‖ 13 πάμπαν] πάντων J ‖ 15 ἐπὶ τούτου] ἐπ᾿ ἐκείνου Ald. ‖ 16 συκβαίνειν ex συμβαίνει corr. E1 ‖ μεγάλου E1)
39
ὅλας. οἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἰτίαν οἴονται τῶν τοιούτων εἶναι παθημάτων τὴν τοῦ ὅλου μεταβολὴν ὡς γιγνομένου τοῦ οὐρανοῦ· διὸ καὶ τὴν θάλατταν ἐλάττω γίγνεσθαί φασιν ὡς ξηραινομένην, ὅτι πλείους φαίνονται τόποι τοῦτο πεπονθότες νῦν ἢ πρότερον. ἔστιν δὲ τούτων τὸ μὲν ἀληθὲς τὸ δ᾿ οὐκ ἀληθές· πλείους μὲν γάρ εἰσιν οἱ πρότερον ἔνυδροι νῦν δὲ χερσεύοντες, οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον· πολλαχῇ γὰρ σκοποῦντες εὑρήσουσιν ἐπεληλυθυῖαν τὴν θάλατταν. ἀλλὰ τούτου τὴν σἰτίαν οὐ τὴν τοῦ κόσμου γένεσιν οἴεσθαι χρή· γελοῖον γὰρ διὰ μικρὰς καὶ ἀκαριαίας μεταβολὰς κινεῖν τὸ πᾶν, ὁ δὲ τῆς γῆς ὄγκος καὶ τὸ μέγεθος οὐδέν ἐστι δή που πρὸς τὸν ὅλον οὐρανόν· ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ᾿ ἐνιαυτὸν ὥραις χειμών, οὕτως περιόδου τινὸς μεγάλης μέγας χειμὼν καὶ ὑπερβολὴ ὄμβρων. αὕτη δὲ οὐκ ἀεὶ κατὰ τοὺς αὐτοὺς τόπους, ἀλλ᾿ ὥσπερ ὁ καλούμενος ἐπὶ Δευκαλίωνος κατακλυσμός· καὶ γὰρ οὗτος περὶ τὸν Ἑλληνικὸν ἐγένετο τόπον μάλιστα, καὶ τούτου περὶ τὴν Ἑλλάδα τὴν ἀρχαίαν. αὕτη δ᾿ ἐστὶν ἡ περὶ Δωδώνην καὶ τὸν Ἀχελῷον· [*](352b) οὗτος γὰρ πολλαχοῦ τὸ ῥεῦμα μεταβέβληκεν· ᾤκουν γὰρ οἱ Σελλοὶ ἐνταῦθα καὶ οἱ καλούμενοι τότε μὲν Γραικοὶ νῦν δ᾿ Ἕλληνες. ὅταν οὖν γένηται τοιαύτη ὑπερβολὴ ὄμβρων, νομίζειν χρὴ ἐπὶ πολὺν χρόνον διαρκεῖν, καὶ ὥσπερ νῦν τοῦ ἀενάους εἶναί τινας τῶν ποταμῶν τοὺς δὲ μὴ οἱ μέν φασιν [*](18 τοιούτων παθημάτων τὴν τοῦ ὅλου εἶναι H: παθημάτων τῶν τοιούτων τὴν τοῦ (τῶ m. rec.) εἶναι N: τοιούτων παθημάτων εἶναι τὴν τοῦ ὅλου Ald. ‖ 23 μὴν ex μὴν καὶ corr. E1 ‖ πολλαχοῖ E1 𝔚 ‖ 24 εὑρήσομεν J F 𝔐 𝔄 H N ‖ ἐπεληλυθεῖαν N ‖ θάλασσαν 𝔚 ‖ 26 γὰρ] Ol: δὲ E 𝔚 ‖ μεταβολὰς] OIV: μεταβολῆς Jcorr. m. 1 F OlG ‖ 27 οὐθὲν ex ὅθεν corr. J1 ‖ 30 ὥραις ex ὥρας corr. J1 ‖ οὕτω E 𝔚 ‖ μεγάλης τινὸς N ‖ 34 μάλιστα τόπον E 𝔚 ‖ 35 δωδώνην] Ap: τὴν δωδώνην J F 𝔐 𝔄 N: δώνην E1 ‖ 352 b 1 πολλαχοὶ (ut videtur) J1 ‖ 2 σελοὶ 𝔚 ‖ 3 οὖν] Ap: οὖν δὴ E 𝔚: δὴ οὖν Ald. ‖ 4 χρόνον πολὺν 𝔚 ‖ 45 νῦν τοῦ ἀενάους εἶναί τινας] νῦν τοῦ ἀεννάους εἶναί τινας 𝔐 𝔄 F1 H: οὖν τοῦ ἀεννάους εἶναι τινὰς N: νῦν τοῦ τοὺς μὲν ἀεννάους εἷναι τινὰς Fcorr.: νῦν τούτους (τοῦ τοὺς corr. m. 1) μὲν ἀενάους (ἀεννάους corr. m. 1) εἶναι E: νῦν τούτους μὲν ἀεννάους εἶναί τινας 𝔚: νῦν τοῦ (τῷ G) τοὺς μὲν ἀενάους εἶναι Ol ‖ 5 τοὺς] τούτους E1 𝔚)
40
αἴτιον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆς χασμάτων, ἡμεῖς δὲ τὸ μέγεθος τῶν ὑψηλῶν τόπων καὶ τὴν πυκνότητα καὶ ψυχρότητα αὐτῶν (οὗτοι γὰρ πλεῖστον καὶ δέχονται ὕδωρ καὶ στέγουσιν καὶ ποιοῦσιν· ὅσοις δὲ μικραὶ αἱ ἐπικρεμάμεναναι τῶν ὁρῶν συστάσεις ἢ σομφαὶ καὶ λιθώδεις καὶ ἀργιλώδεις, τούτους δὲ προαπολείπειν), οὕτως οἴεσθαι δεῖν τότε, ἐν οἶς ἄν γένηται ἡ τοιαύτη τοῦ ὑγροῦ φορά, οἷον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν τόπων μᾶλλον. τῷ χρόνῳ δὲ ταῦτα ηραίνεται γιγνόμενα μᾶλλον, θάτερα δʼ ἐλάττω τὰ ἔφυὅρα, ἕως ἂν ἔλθῃ πάλιν ἡ καταβολὴ τῆς περιόδου τῆς αὐτῆς. ἐπεὶ δʼ ἀνάγκη τοῦ ὅλου γίγνεσθαι μέν τινα μεταβολήν, μμἡ μέντοι γένεσιν καὶ φθοράν, εἴπερ μένει τὸ πᾶν, ἀνάγκη, καθάπερ ἡμεῖς λέγομεν, μἡ τούς αὐτούς ἀεὶ τόπους ὑγρούς τʼ εἶναι θαλάττῃ καὶ ποταμοῖς καὶ ξηρούς. δηλοῖ δὲ τὸ γιγνόμενον· οὖς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους, τούτων ἡ χώρα πᾶσα γεγονυῖα φαίνεται καὶ οὖσα τοῦ ποταμοῦ ἔργον. καὶ τοῦτο κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλὸν ἐστιν, καὶ τὰ περὶ τὴν ἐρυθρὰν θάλατταν τεκμήριον ἱκανὸν· ταύτην γὰρ τῶν βασιλέων τις ἐπειράθη διορύττειν (οὐ γὰρ μικρὰς εἶχεν ἂν αὐτοῖς ὡφελείας πλωτὸς πᾶς ὁ τόπος γενόμενος· λέγεται δὲ πρῶτος Σέσωστρις ἐγχειρῆσαι τῶν παλαιῶν), ἀλλʼ εὖρεν ὑψηλοτέραν οὖσαν τὴν [*](6 ὁπὸ — τῶν (7) om. Ν1 typothetae errore Id. ‖ γῆς πασμμάτωσ] γῆν xασμμάτωωω 𝔚 𝔄  H Οlp; τὴν γῆν πασμμάτωων Nrec. : γῆς ἄντρων -ντ- in ras. m. 1) E: γῆν ἄντρω 𝔅  ‖  8 ψυχρότητα] τὴν ψνπρbτητα Ν ‖ interclusionem usque ad προαπολεέπειν (11) produxit Id., ad ποιοῦσιν (9) modo Bon.  ‖9 αἱ om. Par 2035 Vindobon. 75 Ald. 10 συστάσεις τῶν ὀρέων C 𝔚 ‖ 11 δὲ ὁἡ Cam.: δεἄ Eras  IIII δεῖν] δέ 𝔚 12 ἐὰν E 𝔚 ἀενάους corr. E1: ἀφνάους E1; ἀεννάους cet.‖ 13 τὸπωσ μᾶλλον] ποταμῶν Par. 2032 Ol: τόπων Bon. ‖ 14 ξηρααίνπται] ξηρὰ φαίννεται Ald. ‖ γιγν6μeνα et τὰ ἔφυδρα sect. Id. ‖ ἔφυγρα 𝔚 ‖ 15 πάλιω om. Ν ‖ ἡ om. E ‖ 16 τοῦ om. H Ν 17 εἴπε —λὑγομεν (18) supra add. F1 ‖ 19 θαλάττῃ] τῆ θαλάττῃ 𝔚 𝔄  F H Ν ξηρούς] διαξήρους E 𝔚 ‖ 220 ἀρκανοτὰφους H Ν τῶν] τῶν τῶν Ν ‖ 22 τε] γε F ‖ αὐτῶν Id. ‖ 23 θάλασσαν 𝔚 H 𝔄  H Ν 24 τῶν βασιλέων τις] τις (antecedunt 2 litt. dee- tae) τῶν βασιλῦωων Ν ‖ 25 πλωτὸς 𝔄rec. in spatio 6 litt. a m. 1 relicto ‖ 26 ἄπακ E 𝔚 ] γιγνόμενος H(?) δ ‖ πρῶτον ex πρῶτο corr. F1 ‖ 27 ὑγπερῆσαι] Ap: ἑγπηρίσαι J1: ἑγπειρίσααι Jcorr. m. l 𝔐 𝔄 Ν: ἐπιπερσαι Ε 𝔚 εὑρεθεν (ut videtur) E1 ‖ ὑφηλλστραν] (-o- in ras. Ε))
41
θάλατταν τῆς γῆς· διὸ ἐκεῖνός τε πρότερον καὶ Δαρεῖος ὕστερον ἐπαύσατο διορύττων, ὅπως μὴ διαφθαρῇ τὸ ῥεῦμα τοῦ ποταμοῦ συμμιγείσης τῆς θαλάττης. φανερὸν οὖν ὅτι θάλαττα πάντα μία ταύτῃ συνεχὴς ἦν. διὸ καὶ τὰ περὶ τὴν Λιβύην τὴν Ἀμμμωνίαν χώραν ταπεινότερα φαίνεται καὶ κοιλότερα παρὰ λόγον τῆς κάτωθεν χώρας· δῆλον γὰρ ὡς ἐγχώσεως μὲν γενομένης ἐγένοντο λίμναι καὶ χέρσος, χρόνου δὲ γενομένου τὸ ἐναπολειφθὲν καὶ λιμνάσαν ὕδωρ ξηρανθέν [*](353a) ἐστιν ἤδη φροῦδον. ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν λίμνην ἐπιδέδωκε τῇ προσχώσει τῶν ποταμῶν τοσοῦτον, ὥστε πολλῷ ἐλάττω μεγέθει πλοῖα νῦν εἰσπλεῖν πρὸς τὴν ἐργασίαν ἢ ἔτος ἑξηκοστὸν· ὥστε ἐκ τούτου ῥᾴδιον ἀναλογίσασθαι ὅτι καὶ τὸ πρῶτον, ὥσπερ αἱ πολλαὶ τῶν λιμνῶν, καὶ αὕτη ἔργον ἐστὶ τῶν ποταμῶν, καὶ τὸ τελευταῖον πᾶσαν ἀνάγκη γενέσθαι ξηράν. ἔτι δὲ ὁ Βόσπορος ἀεὶ μὲν ῥεῖ διὰ τὸ προσχοῦσθαι, καὶ ἔστιν ἔτι ταῦτα καὶ τοῖς ὄμμασιν ἰδεῖν ὅν τινα συμβαίνει τρόπον· ὅτε γὰρ ἀπὸ τῆς Ἀσίας ᾐόνα ποιήσειεν ὁ ῥοῦς, τὸ ὄπισθεν λίμνη ἐγίγνετο μικρὰ τὸ πρῶτον, εἶτʼ ἐξηράνθη ἄν, μετὰ δὲ τοῦτο ἄλλη ἡ ἀπὸ ταύτης ῆών, καὶ λίμνη ἀπὸ ταύτης· καὶ τοῦτο ἀεὶ οὕτως συνέβαινεν ὁμοίως· τούτου δὲ γιγνομένου πολλάκις ἀνάγκη χρόνου προϊντος ὥσπερ ποταμὸν γενέσθαι, τέλος δὲ καὶ τοῦτον ξηρόν. φανερὸν τοίνυν, ἐπεὶ ὅ τε χρόνος οὐχ ὑπολείψει καὶ τὸ ὅλον ἀἱδιον, [*](28 τῆς γῆς om. E1, | 29 διορύσσων 𝔐 μὴ om. E φθαρῇ F 30 θαλάσσης Ν 31 πάντα post ταῦτα coll. Ald. ταὐτη ταῦτα E Ald.: om. 𝔚 ‖ 32 τὴν καὶ περὶ τὴν ci. d. 33 παράλογον J 𝔐 𝔄, H N1: κατάλογον Nrec. : παρὰ τὸ κατὰ λόγον E 𝔚 F: παρὰ λσγως καὶ ἀνα αναλογίας F,yar. κάτω J F𝔐 H N: κάτω θέσεως 𝔚 34 γινομένης Ν  ‖ ἐγένοντο var. E: ἐὑγένετο E1 Frec. ἑγὲνεντο F1: ἐγίνοντο Ν λίμναι in ras. Erec. | καὶ om. Ε1 (?) 35 γινομένου Ν ἀπολειφθὲν J F 𝔐 𝔄 corr. m. l H N: ἀποληφθὲν 𝔄1 | 353 a 2 προχάὼσει E1 ( ut videtur) 𝔚 N ‖ 3 μεγέθει τῷ μεγέθει Fcorr m.l Ald. εἰσπλεὰ Ε 𝔚 4 ἔτος πρὸ ἔτους F: ἕτερον N ‖ ἑξηκοστοῦ F | 7 μὲν] ἄλλη var. E ‖ 8 προχοῦσθαι E1 𝔚 N: προκεκῶσθαι corr. E1 ‖ καὶ (post ταῦτα) om. E 𝔚 9 συνέβαινεν Ε 𝔚 10 ὁ om 𝔚 ‖ ἐγένετο 𝔐 𝔄 F H Ν ‖ 11 ἐξηράνθη ἂν ἐξηραίνεται E1: ἐξηραὶνε᾿  ἂν Ecorr. : εξʼ ἡραίνετʼ ἂν 𝔚: ἐξηραίνετο Ald. ἄλλη ἡ ἀλλʼ ἢ Ε Νrec.: ἄλλη 𝔚: ἀλλʼ Ν1 ‖ 12 ἀπʼ αὐτης Ε 𝔚 ‖ οὕτω  E 𝔚 𝔐  ‖ 13 χρόνου προῖ'όντος] Ol: τοῦ χρόνου προϊόντος Ap; προῖδντος τοῦ χρόνου E 𝔚 ‖ 15 ὅ τε χρόνος οὐχ] οὔτε ὁ χρόνος Ol: οὔτε χρόνος Ald. ὑπολίπει E1; ὁπολείπει 𝔚)
42
ὅτι οὔτε ὁ Τάναϊς οὔτε ὁ Νεῖλος ἀεὶ ἔρρει, ἀλλʼ ἦν ποτε ξηρὸς ὁ τόπος ὅθεν ῥέουσιν· τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας, ὁ δὲ χρόνος οὐκ ἔχει. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁρμόδσει ποταμῶν λέγειν. ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γίγνονται καὶ φθείρονται καὶ μὴ ἀεὶ οἱ αὐτοὶ τόποι τῆς γῆς ἕνυδροι, καὶ τὴν θάλατταν ἀνάγκη μεταβάλλειν ὁμοίως. τῆς δὲ θαλάττης τὰ μὲν ἀπολειπούσης τὰ δʼ ἐπιούσης ἀεὶ φανερὸν ὅτι τῆς πάσης γῆς οὐκ ἀεὶ τὰ αὐτὰ τὰ μέν ἐστιν θάλαττα τὰ δʼ ἢπειρος, ἀλλὰ μεταβάλλει τῷ χρόνῳ πάντα. διότι μὲν οὖν οὐκ ἀεὶ ταὐτὰ οὔτε χερσείύει τῆς γῆς οὔτε πλωτὰ ἐστιν, καὶ διὰ τίνʼ αἰτίαν ταῦτα συμβαίνει, εἴρηται· ὁμοίως δὲ καὶ διὰ τὶ οἱ μὲν ἀέναοι οἱ δʼ οὔ τῶν ποταμῶν εἰσιν.

1 Περὶ δὲ θαλὰττης, καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνʼ αἰτίαν ἁλμυρὸν τοσοῦτὸν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ τῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν. οἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνʼ αὐτοῖς ὥσιν ἀρχαὶ καὶ ῥίζαι γῆς καὶ θαλάττης· τραγικῶτερον [*](353b) [*](16 τάναϊς] OI: τάναις ποταμὸς E 𝔚 Ap  ‖ ἔρρει ex ἔρει corr. J1: ῥεῖν in ras E1: ῥεῖ 𝔚 Ol ‖ 17 αὐτῶ E1 ‖ 19 ποταμῶν ἁρμόσει J 𝔐 𝔄 Ν: ποταμῶν ἁρμόσειε F μὸν μὴν καὶ Ν (deest codex H) καὶ] Ol: om. Ε 𝔚 20 οἱ om. E ‖ 22 θαλάσσης N‖ ἀπολιπούσης 𝔚 τὰ δʼ ἐπιούσης marg. Erec. 23 μὲν] μεν αὐτά J ‖ 25 χερσεύει] Ac: χερσεύεται E 𝔚 27 διὰ τί] διότι Ε 𝔚 ἀένναοι Ecorr. 𝔚 𝔐 𝔄 F Ν 28 εἰσίν om. F: (in voc. ποταμῶν cadit Ol) ‖ ‘περὶ δε θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς. καὶ δια τίνα αἰτίαν ἀλμμυρόν’ J; περὶ δὲ θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς καὶ διὰ τνʼ (-ι- in ras. m.1 ) αἰτίαν ἁλμυρόν] ἀριστοτὲλους μετεωρολσγικῶν; ᾱ; Ε.) [*](Adhibiti codices J F 𝔐 𝔄 (in quo desiderantur versus 369 b 11 — 370 a 32) H N E 𝔚.) [*](Inscriptio: ἀρισστοτέλοτ, μετεωρολσγικων β J; μετεωρολστιμκῶν, β F; Ἀρι- στοτε μετεωρολογικῶν, β 𝔐; ἀριστοτελους μετεωρολσγικῶν β 𝔄; μετεώρων β H; αριστοτέλους μετεώρων; β N; δεύτερον E (in marg. add. m. rec. ἀριστοτὲλουυς μετεωρολσγικῶν β); Ἀριστοτὲλους μετεωρολσγικῶν, δευτερον 𝔚 ‖ p. 3 353 a, v. 33 ἀλμνρὸν om. 𝔚 ‖ 34 τῆς ex τὸν corr. E1 ‖ 35 πηγάς πηγὰς διὰ τὸ 𝔐 ‖ 353 b 1 αὐτοῖς Ap: αὑτῶν Ν: αὐτῆς 𝔚: αὖται Ol γῆς] αὐτῆς Ol)

43
γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον ἴσως εἶναι τὸ λεγόμενον, ὡς μέγα τι τοῦ παντὸς τοῦτο μόριον ὄν· καὶ τὸν λοιπὸν οὐρανὸν ὅλον πεοὶ τοῦτον συνεστάναι τὸν τόπον καὶ τούτου χάριν ὡς ὄντα τιμμιῶτατον καὶ ἀρχήν. οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν αὐτῆς γένεσιν· εἶναι γὰρ τὸ πρῶτον ὑγρὸν ἅπαντα τὸν περὶ τὴν γῆν τόπον, ὑπὸ δὲ τοῦ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίγνεσθαι ξηραινομένην οἴονται, καὶ τέλος ἔσεσθαὶ ποτε πᾶσαν ξηράν. ἔνιοι δʼ αὐτῶν θερμαινομένης φασὶν ὑπὸ τοῦ ἡλίου τῆς γῆς οἶον ἱδρῶτα γίγνεσθαι· διὸ καὶ ἁλμυρὰν εἶναι· καὶ γὰρ ὁ ἱδρὼς ἁλμυρός. οἱ δὲ τῆς ἀλμιυρδτητος αἰτίαν τὴν γῆν εἶναὶ φασιν· καθάπερ γὰρ τὸ διὰ τῆς τέφρας ἠθούμενον ἀλμμυρὸν γίγνεται, τὸν αὐτὸν τρόπον καὶ ταύτην ἁλμυρὰν εἶναι μειχθείσης αὐτῇ τοιαύτης γῆς. ὅτι μὲν οὖν πηγὰς τῆς θαλάττης ἀδύνατον εἶναι, διὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δεῖ. τῶν γὰρ περὶ τὴν γῆν ὑδάτων τὰ μὲν ῥυτὰ τυγχάνει ὄντα τὰ δὲ στάσιμα. τὰ μὲν οὖν ῥυτὰ πάντα πηγαῖα· περὶ δὲ τῶν πηγῶν εἰρήκαμεν πρότερον ὅτι δεῖ νοεῖν οὐχ ὥσπερ ἐξ ἀγγείου ταμιευόμενον τὴν ἀρχὴν εἶναι πηγήν, ἀλλʼ εἰς ἓν ἀεὶ γιγνόμενον καὶ συρρέον ἀπαντᾶν πρώτην. τῶν δὲ στασίμων τὰ μὲν συλλογιμμαῖα καὶ ὑποστάσεις, οἶον τὰ τελματιαῖα καὶ ὅσα λιμνώδη, πλήθει καὶ ὀλιγότητι διαφέροντα, τὰ δὲ πηγαῖα. ταῦτα δὲ πάντα χειρόκμητα, λέγω δʼ οἷον τὰ φρεατιαῖα καλούμενα· πάντων γὰρ ἀνωτέρω δεῖ τὴν πηγὴν εἶναι τῆς ῥύσεως. διὸ τὰ μὲν αὐτόματα δεῖ τὰ κρηναῖα καὶ ποτάμια, ταῦτα δὲ τέοὅτως [*](2 𝔐 𝔄 H Ν: οὗτοι Ald. περὶ om. E1: περὶ τὴν γῆν 𝔐 ‖ συστῆναι E 𝔚 7 τὴν om. 𝔐 8 διατμίσαν ἀτμίσαν 𝔐 ‖ 9 καὶ σελήνης om. 𝔐 θάλασσαν 𝔐 10 οἴνται] (-αι ex corr. E1) 13 ἱδρὸς J 14 εἶναι φασὶ, τὴν γῆν F 15 ἰθούμενον N ἁλμμυρὸν — τρόπον] (Ap): om. Ε1 𝔚: ὕδωρ ἁλμμυρὸν γίνεται marg. E1: (ὕδωρ habet Ol) 16 αὐτῆ] αὐτῆ τῆς H Ν: αὐτῆς Ald. ‖ γῆς ex γῆν (ut videtur) corr. J1 17 τῆς] Alp Ol: om. E 𝔚 18 ῆδη ex ἠ corr. Ε1 γὰρ om. E ‖ 21 ταμιeυσομὲνων (ut videtur) E1; ταμμιεινομμὲνων Ecorr, 𝔚 22 ἔν ἢν E1 𝔐 Νcorr.m.l ἀπαντᾶ Ε1 𝔚 𝔐 Ν ‖  23 πρῶτον F ‖ 24 πλήη Ν 25 ταῦτα δὲ] ταῦτα γὰρ 𝔐 πάντα om. E1 ‖ 28 αὐτόματα ex ἀτμα corr. 21 κρηνιαῖα 𝔐 𝔄 H Ν ποταμιαι E1: ποταμιαῖα Erec. 𝔚 𝔐)
44
χνης προσδεῖται τῆς ἐργασομένης. αἱ μὲν οὖν διαφοραὶ τοσαῦται καὶ τοιαῦται τῶν ὑδάτων εἰσίν· τούτων δʼ οὕτω διωρισμένων ἁδύνατον πηγὰς εἶναι τῆς θαλάττης· ἐν οὐδετέρῳ γὰρ τούτων οἶον τʼ εἶναι τῶν γενῶν αὐτήν· οὔτε γὰρ ἀπόρρυτός ἐστιν οὔτε χειροποίητος, τὰ δὲ πηγαῖα πάντα τούτων θάτερον πέπονθεν· αὐτόματον δὲ στάσιμον τοσοῦτον πλῆθος οὐδὲν ὁρῶμεν πηγαῖον γιγνόμενον. ἔτι δʼ ἐπεὶ πλείους εἰσὶ θάλατται πρὸς ἀλλήλας οὐ συμμμμειγνύουσαι κατʼ οὐδένα τόπον, ὧν ἡ [*](354a) μὲν ἐρυθρὰ φαίνεται κατὰ μικρὸν κοινωνοῦσα πρὸς τὴν ἔξω στηλῶν θάλατταν, ἡ δʼ Ὑρκανία καὶ Κασπία κεχωρισμέναι τε ταύτης καὶ περιοικοῦμμεναι κύκλῳ, ὥστʼ οὐκ ἂν ἐλάνθανον αἱ πηγαί, εἰ κατά τινα τόπον αὐτῶν ἠσαν. ῥέουσα δʼ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας, εἴ που διὰ τὴν περιέχουσαν γῆν εἰς μικρὸν ἐκ μεγάλου συνάγεται πελάγους, διὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις. τοῦτο δʼ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον· ᾗ δὲ διὰ τὴν στενότητα τῆς γῆς ὀλίγον ἐπέχει τόπον, ἀναγκαῖον τὴν ἐν τῷ πελάγει μικρὰν ταλάντωσιν ἐκεῖ φαίνεσθαι μεγάλην. ἡ δʼ ἐντὸς Ἡρακλείων στηλῶν ἄποσα κατὰ τὴν τῆς γῆς κοιλότητα ῥεῖ, καὶ τῶν ποταμῶν τὸ πλῆθος· ἡ μὲν γὰρ Μαιῶτις εἰς τὸν ὸντον ῥεῖ, οὗτος δʼ εἰς τὸν Aἰγαῖον. τὰ δʼ ἤδη τούτων ἔξω πελάγη ᾖττον ποιεῖ τοῦτʼ ἐπιδήλως. ἐκείνοις δὲ διά τε τὸ τῶν ποταμῶν πλῆθος συμβαίνει τοῦτο (πλείους γὰρ εἰς τὸν Eὔξεινον ῥέουσιν ποταμοὶ καὶ τὴν Μαιῶτιν ἢ τὴν πολλαπλασίαν χώραν αὐτῆς) καὶ διὰ τὴν βραχύτητα τοῦ βάθους· [*](29—2Ο τοσαῦται (ut videtur) καὶ τοσαῦται E1; τοιαῦται καὶ τοσαῦται Ecorr. 𝔚: τοσαῦται καὶ τοιαῦτα Ν ‖ 30 τῶν om. 𝔐 𝔄 H Ν ‖ 3l θαλάσσης Ν  ‖ 33 θ᾿  άτερον J; θάτερα Ν ‖34 πεπόνθασιν N ‖ τοσοῦτο F1 35 ὑκεὶ] ὑκι E1 ‖ ἐστὶ F1 θάλασσαι H Ν 354 a 1 ἀλλήλας ex ἀλλήλαις (ut videtur) corr. F1 ‖ κατʼ οὐ κατ· 𝔚 τρὸπον 𝔐 H1 ‖ 3 θάλασαν Ν 𝔚 ἡ corr. E: οἱ Ν1 ‖ 4 τε] τῆς N1: del. Nrec, 5 εἰ supra add. E1‖ θαλασσα Ν 6 τε τὰς] Ol: τι F1: τὸς Fcorr. m.l E 𝔚 H Ν εἴ που] ὅπου H Ν ‖ 8 κάκεῖσε] Ap Ol: κἀκεῖ E 𝔚 ‖ 9 θαλάσσης Ν ‖ 10 πελάγει] 𝔐var. ApI: πλάτει J F1 𝔐 𝔄  H Ν 𝔚: πλατεῖ Ap WΑ‖ 12 τῆς supra add. N1 ‖ γῆς om. E1 13 καὶ —ῥεἄ (14) supra add. F1 καὶ — πλῆθος del. Th. τῶν om. Ν1 14 π6ντον] πὁντοντο E1; τόπον Ν1 τὰ δʼ ἤδη] F1 (Ap): πάντα δʼ ἤδη τὰ Erec. 𝔚 𝔐 Fcorr.: πάντα δʼ ήτα Ε1 15 τοῶτο ex τοὐτοαω corr. Ε1 16 τοῦτο συμβαίνει Ν 17 μαιῶτιν] (μ- in ras.2 litt. E1) ‖ 18 αὐτῆς χώραν F ‖ βραδντῆτα E)
45
ἀεὶ γὰρ ἔτι βαθυτέρα φαίνεται οὖσα ἡ θάλαττα, καὶ τῆς μὲν Μαιώτιδος ὁ Πόντος, τούτου δʼ ὁ Αἰγαῖος, τοῦ δʼ Αἰγαίου ὁ Σικελικός· ὁ δὲ Σαρδονικὸς καὶ Τυρρηνικὸς βαθύτατοι πάντων. τὰ δʼ ἔξω στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν, ἄπνοα δʼ ἐστὶν ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης. ὥσπερ οὖν καὶ κατὰ μέρος ἐκ τῶν ὑψηλῶν οἱ ποταμοὶ φαίνονται ῥέοντες, οὕτω καὶ τῆς ὅλης γῆς ἐκ τῶν ὑψηλοτέρων τῶν πρὸς ἄρκτον τὸ ῥεῦμα γίγνεται τὸ πλεῖστον· ὥστε τὰ μὲν διὰ τὴν ἔκχυσιν οὐ βαθέα, τὰ δʼ ἕξω πελάγη βαθέα μᾶλλον. περὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑψηλὰ σημεῖόν τι καὶ τὸ πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἥλιον μὴ φέρεσθαι ὑπὸ γῆν ἀλλὰ περὶ τὴν γῆν καὶ τὸν τόπον τοῦτον, ἀφανίζεσθαι δὲ καὶ ποιεῖν νύκτα διὰ τὸ ὑψηλὴν εἶναι πρὸς ἄρκτον τὴν γῆν. ὅτι μὲν οὖν οὔτε πηγὰς οἷόν τʼ εἶναι τῆς θαλάττης, καὶ διὰ τίνʼ αἰτίαν οὕτως φαίνεται ῥέουσα, τοιαῦτα καὶ τοσαῦθʼ ἡμῖν εἰρήσθω.

[*](354b)

2 περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ, τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ πικρότητος, λεκτέον. ἡ μὲν οὖν αἰτία ἡ ποιήσασα τοὺς πρότερον οἴεσθαι τὴν θάλατταν ἀρχὴν εἶναι καὶ σῶμα τοῦ παντὸς ὕδατος ἥδ᾿  ἐστίν· δόξειε γὰρ ἄν εὔλογον εἶναι, καθάπερ καὶ τῶν ἄλλων στοιχείων ἐστὶν ἠθροισμένος ὄγκος καὶ ἀρχὴ διὰ τὸ πλῆθος, ὅθεν μεταβάλλει τε μεριζόμενον καὶ μείγνυται τοῖς ἄλλοις οἷον πυρὸς [*](19 ἔτι] ἐκεῖ J F1: ἐκεῖθεν Fcorr. ‖ ἡ om. 𝔚 ‖ θάλασσα 𝔐 ‖ 20 μαιώτιδος ex μιώτιδος corr. Ε1 πόντος ex πόντο corr. E1‖ αἰγαῖος] αἰγαῖο (-αῖ- ex corr.) E1 ‖ 21 σαρδωνικὸς Ecorr. 𝔄corr.: σαρδοικὸς 𝔐 ‖ τυρρηνικὸς] τυρηνικὸς F: τυρηννικὸς 𝔄: τυραννικὸς καὶ τυρρηνικὸς N1: τυρρηνικὸς καὶ τυρρηνικὸς Ncorr. m.1: ὁ τυρρηνικὸς J Ε 𝔚  Ap ‖ 22 βραχέα Fvar.: βαθέα F1 ‖ τὸν πηλὸν ex τῶν πηλῶ corr. Ν1 ‖ ἄπνοα Ap 0lV: ex ἄπνα corr. J1: ἄποια E1: ἁπλᾶ OlG (Op) 23 κοίλῳ ex κόλῳ corr. Ε1 ‖ 25 τὸ] (τ- in ras. E1) ‖ 27 βαθέα μᾶλλον πελάγη F ‖ περὶ δὲ τοῦ] τοῦ δὲ ci. Th. ‖ 29 πειθῆναι E1 ‖ μεταιωρολόγων N ‖ 30 γῆν (1)] Ap Op: τὴν γῆν J F 𝔐 𝔄 H N ‖ 32 οὖν supra add. J1 ‖ οὔτε] οὐ (ut videtur) F1 ‖ 33 τίν᾿ ] (τι- in ras. 4 litt. E1) ‖ οὕτω J F 𝔐 𝔄 H Ν ‖ 34 τοαῦθ᾿ 1 ἡμῖν] (-ι- in ras. E1) ‖ 354 b 1 αὐτῆς supra add. Ν1 ‖ εἰ ex corr. Ν1 ‖ 2 ἡ (post τίς) om. E1 ‖ καὶ πικρότητος om. E1 ‖ ἡ (post λεκτέον) postea add. Ν1 ‖ 3 θάλασσαν 𝔐 𝔄 F ‖ 4—6 δόξειε γάρ (-ε- γὰρ in ras. E1): δόξη γὰρ Ol ‖ 5 εὔλογον ἂν Ν ‖ 7 τε μεριζόμενον] μετεοριζόμενον E1: μετεωριζόμενον Ecorr. m.1:  τε διαμεριζόμενον Nrec. ‖ interp. Bon. ‖ πῦρ E 𝔚 Fcorr.)

46
μὲν ἐν τοῖς ἄνω τόποις, ἀέρος δὲ πλῆθος τὸ μετὰ τὸν τοῦ πυρὸς τόπον, γῆς δὲ σῶμα περὶ ὃ ταῦτα πάντα κεῖται φανερῶς· ὥστε δῆλον ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ περὶ ὕδατος ἀνάγκη ζητεῖν. τοιοῦτον δʼ οὐδὲν ἄλλο φαίνεται σῶμα κείμενον ἀθρόον, ὥσπερ καὶ τῶν ἄλλων στοιχείων, πλὴν τὸ τῆς θαλάττης μέγεθος· τὸ γὰρ τῶν ποταμῶν οὔτʼ ἀθρόον οὔτε στάσιμον, ἀλλʼ ὡς γιγνόμενον ἀεὶ φαίνεται καθʼ ἡμέραν. ἐκ ταύτης δὴ τῆς ἀπορίας καὶ ἀρχὴ τῶν ὑγρῶν ἔδοξεν εἶναι καὶ τοῦ παντὸς ὕδατος ἡ θάλαττα. διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην ἀλλὰ καὶ ἐκ ταύτης φασί τινες ῥεῖν· διηθούμενον γὰρ γίγνεσθαι τὸ ἁλμυρὸν πότιμον. ἀντίκειται δὲ ἑτέρα πρὸς ταύτην τὴν δόξαν ἀπορία, τί δή ποτʼ οὐκ ἔστιν τὸ συνεστὸς ὕδωρ τοῦτο πότιμον, εἴπερ ἀρχὴ τοῦ παντὸς ὕδατος, ἀλλʼ ἁλμυρόν. τὸ δʼ αἴτιον ἅμα ταύτης τε τῆς ἀπορίας λύσις ἔσται, καὶ περὶ θαλάττης τὴν πρώτην λαβεῖν ὑπόληψιν ἀναγκαῖον ὀρθῶς. τοῦ γὰρ ὕδατος περὶ τὴν γῆν περιτεταμένου, καθάπερ περὶ τοῦτο ἡ τοῦ ἀέρος σφαῖρα καὶ περὶ ταύτην ἡ λεγομένη πυρός (τοῦτο γάρ ἐστι πάντων ἔσχατον, εἶθʼ ὡς οἱ πλεῖστοι λέγουσιν εἴθ᾿  ὡς ἡμεῖς), φερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον, καὶ διὰ ταῦτα τῆς μεταβολῆς καὶ γενέσεώς τε καὶ φθορᾶς οὔσης, τὸ μὲν λεπτότατον καὶ γλυκύτατον ἀνάγεται καθʼ ἑκάστην ἡμέραν καὶ φέρεται διακρινόμενον καὶ ἀτμίζον εἰς τὸν ἄνω τόπον, ἐκεῖ δὲ πάλιν [*](8 μὲν om. F1 ‖ τὸ] τὸν F ‖ 9 τοῦ om. E πάντα ταῦτα J ‖ 11 ζητεῖν] ζει E1 ‖ ἄλλο σῶμα φαίνεται J; φαίνεται ἄλλο σῶμα F‖ 12 καὶ om. N ‖ τὸ] τοῦ Nrec. 13 θαλάσσης F ‖ τῶν supra add. Ν1 ‖ 14 ἄλλως 𝔚 ‖ φαίνεται Fvar,: φέφεται F1 ‖ 15 δὲ 𝔄 H Ν ‖ ἀπορείας 𝔄; Ν ‖ καὶ om. J F 𝔐 𝔄 H Ν1 ‖ 16 σάλασσα N 17 εἰς]  (-ς in ras. E) ‖ φησὶν J1‖ τινες supra add. F1 ‖ 18 ἁλμυροῦν J 𝔄 ‖ 19 ἑτέρα] ἄλλη 𝔐 ‖ πρὸς ex προ corr. E1 ‖ 20 συνεστὼς J rec. Fcorr. (ut videtur) 𝔐 𝔄corr. m.1 H Ncorr. (ut videtur) E1 𝔚 ‖ τοῦτο πότιμον]  πότιμον F OlV: τοῦ ποτίμου OlG παντὸς Ol: παντός ἐστιν Ε 𝔚 ‖ 22 ἀπορείας 𝔄1 ‖ καὶ] καὶ τοῦ F1 θαλάσσης F τὴν πρώτην] Ac: om. E1 23 ὑπόληψιν] post η in E ras. unius litt.) 24 περιτεταμένου] (περι- marg. N1) ‖ 25 πάντων] τούτων J F 𝔄 Ν Ac: τὸ Ol ‖ 26 οἱ]  Acp: om. H Ν Ol ‖ πλεῖστοι Acp: πλεῖστοι τοῦτο 𝔐 𝔄 H Ν: πολλοὶ Ol ‖ δὲ] Ol: om. E 𝔚 ‖ 27 μεταβολῆς ex corr. Ν1 ‖ 22 τε om, F λεπτότατον] Ap; λεπτότατόν τε 𝔚 ‖ 29 καὶ γλυκύτατον om. N ‖ φέρεται] Ap): φαίνεται E 𝔚 ‖ 30 πάλι H)
47
συστὰν διὰ τὴν ψύξιν καταφέρεται πάλιν πρὸς τὴν γῆν. καὶ τοῦτʼ ἀεὶ βούλεται ποιεῖν ἡ φύσις οὕτως, καθάπερ εἴρηται πρότερον. διὸ καὶ γελοῖοι πάντες ὅσοι τῶν πρότερον ὑπέλαβον τὸν ἥλιον τρέφεσθαι τῷ ὑγρῷ· καὶ διὰ τοῦτʼ ἔνιοί γέ [*](355a) φασιν καὶ ποιεῖσθαι τὰς τροπὰς αὐτόν· οὐ γὰρ αἰεὶ τοὺς αὐτοὺς δύνασθαι τόπους παρασκευάζειν αὐτῷ τὴν τροφήν· ἀναγκαῖον δʼ εἶναι τοῦτο συμβαίνειν περὶ αὐτὸν ἢ φθείρεσθαι· καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν, τὸ δʼ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι μόνον, — ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τὴν ἄνοδον τοιαύτην οὖσαν οἵανπερ τῇ γιγνομένῃ φλογί, διʼ ἧς τὸ εἰκὸς λαβόντες οὕτω καὶ περὶ τοῦ ἡλίου ὑπέλαβον. τὸ δʼ οὐκ ἔστιν ὅμοιον· ἡ μὲν γὰρ φλὸξ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόντων γίγνεται καὶ οὐ τρέφεται (οὐ γὰρ ἡ αὐτὴ οὖσα διαμένει οὐδένα χρόνον ὡς εἰπεῖν), περὶ δὲ τὸν ἥλιον ἀδύνατον τοῦτο συμβαίνειν, ἐπεὶ τρεφομένου γε τὸν αὐτὸν τρόπον, ὥσπερ ἐκεῖνοί φασιν, δῆλον ὅτι καὶ ὁ ἥλιος οὐ μόνον καθάπερ Ἡράκλειτός φησιν, νέος ἐφʼ ἡμέρῃ ἐστίν, ἀλλʼ ἀεὶ νέος συνεχῶς. ἔτι δʼ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ἐστὶν ὕδασιν ὑπὸ πυρός· εἰ οὖν μηδὲ τὸ ὑποκαόμενον τρέφεται πῦρ, οὐδὲ τὸν ἥλιον εἰκὸς ἦν ὑπολαβεῖν, οὐδʼ εἰ πᾶν θερμαίνων ἐξατμίσειεν τὸ ὕδωρ. ἄτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δʼ ἄλλων ἄστρων [*](31 καταφέρεται] Ap; φέρεται F: κάτω φέρεται Cam. πρὸς] εἰς F ‖ 32 ἀεὶ] (-ει in ras. E1) ποιεῖν βούλεται ἀεὶ F ‖ οὕτω J F 𝔄 H ‖ 33—34 τὸν ἥλιον τρέφεσθαι ὑπέλαβον Ν ‖ 34 καὶ — μόνον (355 a 5) interclusionem distinguit Th. ‖ γʼ ἔνιοι F: ἔνιοι 𝔚 ‖ 355 a 1 καὶ φασὶ 𝔚 αὐτόν] αὐτῶν 𝔄 corr. m.1 ἀεὶ E 𝔚 𝔐 𝔄 F H Ν αὐτοὺς ex corr. F1 ‖ 2 τὴν om. E 𝔚 ‖ 3 συμβαίνειν om. F ‖ 5 ἀφικνούμενον] ἀφικνούμενον ἄνω 𝔐 ‖ 6 μέχρι] (post ε in E ras. duarum triumve litt.) ‖ τὸ] τὸν N1 ‖ ἢ om. E ‖ 7 οἵανπερ] οἵαν περὶ (ι altera in ras. m.1) Ε ‖ 9 γὰρ om. E1 ‖ post ὑγροῦ in E ras. unius litt. ‖ 10 οὐ (ante τρέφεται) om. Ecorr. 𝔚 ‖ 14 ἡράκλειτός] Ap Ol: ὁ ἡράκλειτος E 𝔚 ‖ φασὶ 𝔄1: om. F ‖ἐφ᾿  ἡμέρα 𝔄 ‖ ἀεὶ] ει E1: αἰεὶ F ‖ 15 ἔτι in ras. 4 litt. F1 ‖ ἡ] ὁ F1 ‖ 16 θερμαινομένοις (-οι- in ras. J1) ὕδασίν ἐστιν E 𝔚 Ol: ὕδασιν F ‖ 17 τὸ ὑποκαιόμενον Bcorr. m.1 𝔚 𝔐 F: τῷ ὐποκαομένῳ ci. Th. ‖ 18 πᾶν] πᾶν ὁ ἥλιος 𝔐 𝔄 H Ν ‖ ἐξατμίσειεν] (-ει- in ras. E1) 19—20 ἄστρων αὐτοὺς παριδεῖν] (inter παρ- et -ιδεῖν intercedit in J ras. 2 litt.): ἄστρων αὐτοῖς παριδεῖν N1: παριδεῖν αὐτοὺς ἄστρων F; ἄστρων παριδεῖν αὐτοὺς E(ι prior in ras.)
48
αὐτοὺς παριδεῖν τὴν σωτηρίαν, τοσούτων καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος ὄντων. τὸ δʼ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον καὶ τοῖς φάσκουσι τὸ πρῶτον ὑγρᾶς οὔσης καὶ τῆς γῆς, καὶ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὑπὸ τοῦ ἡλίου θερμαινομένου, ἀέρα γενέσθαι καὶ τὸν ὅλον οὐρανὸν αὐξηθῆναι, καὶ τοῦτον πνεύματά τε παρέχεσθαι καὶ τὰς τροπὰς αὐτοῦ ποιεῖν· φανερῶς γὰρ ἀεὶ τὸ ἀναχθὲν ὁρῶμεν καταβαῖνον πάλιν ὕδωρ· κἂν μὴ κατʼ ἐνιαυτὸν ἀποδιδῷ καὶ καθʼ ἑκάστην ὁμοίως χώραν, ἀλλʼ ἔν γέ τισιν τεταγμένοις χρόνοις ἀποδίδωσι πᾶν τὸ ληφθέν, ὡς οὔτε τρεφομένων τῶν ἄνωθεν, οὔτε τοῦ μὲν μένοντος ἀέρος ἤδη μετὰ τὴν γένεσιν, τοῦ δὲ γιγνομένου καὶ φθειρομένου πάλιν εἰς ὕδωρ, ἀλλʼ ὁμοίως ἅπαντος διαλυομένου καὶ συνισταμένου πάλιν εἰς ὕδωρ. τὸ μὲν οὖν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν ἀνάγεται, τὸ δʼ ἁλμυρὸν ὑπομένει διὰ βάρος οὐκ ἐν τῷ αὐτοῦ οἰκείῳ τόπῳ· τοῦτο γὰρ οἰητέον ἀπορηθῆναί τε προσηκόντως (ἄλογον γὰρ εἰ μή τίς ἐστιν τόπος ὕδατος ὥσπερ καὶ τῶν ἄλλων στοιχείων) καὶ ταύτην [*](355b) εἶναι λύσιν· ὃν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλατταν, οὗτος οὐκ ἔστιν θαλάττης ἀλλὰ μᾶλλον ὕδατος. φαίνεται δὲ θαλάττης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος, τὸ δὲ γλυκὺ καὶ πότιμον ἀνάγεται διὰ τὴν κουφότητα, καθάπερ ἐν τοῖς τῶν ζῴων σώμασιν. καὶ γὰρ ἐν τούτοις τῆς τροφῆς εἰσελθούσης γλυκείας ἡ τῆς ὑγρᾶς τροφῆς ὑπόστασις καὶ τὸ περίττωμα φαίνεται πικρὸν ὂν καὶ ἁλμυρόν· τὸ γὰρ γλυκὺ καὶ πότιμον ὑπὸ τῆς ἐμφύτου [*](m.1) 𝔚: ἀστέρων παριδεῖν Ol ‖ 20 τοσοῦτον J 𝔄 ‖ 22 ὑγρᾶς οὔσης τὸ πρῶτον F ‖ 23 κόσμου] κώνου H1 Ν1 ‖ τὴν om. F ‖ θερμαινομένου] 𝔄1( ut videtur) Fvar.: θερμενον E1; θερμαινομένην Hvar. θερμαινόμενον cet. ‖ 24 γενέσθαι ex γίνεσθαι corr. Η1 ‖ καὶ om. E ‖ αὐξηθῇν 𝔐: αὐξηθῆ N 25 τε om. Ε ‖ 27 ἀποδμδῷ] ἀποδιδῶσι F ‖ καὶ om. F1 𝔚 ‖ ὥραν F Ν ‖ 29 ὡς] ὥστε F1 ‖ 30 γιγνομένου ex γιγνομένου καὶ τρεφομένου corr. F1 ‖ 31 παντὸς Ecorr. m. 1 ‖ 32 εἰς ὕδωρ om. E1 𝔚 23 ‖ πόσιμον H1( ut videtur) Ν 33 καὶ om. F1 ‖ 34 ἀπομένει Ν ‖ αὐτοῦ] αὐτῶ F1 𝔚 ‖ 35 γάρ ex γὰρ εἰκὸς corr. F1 ‖ ἀπορηθῆναι οἰητέον F γε προσηκόντως E: om. F ‖ 355 b 1 καὶ (ante τῶν) om. E 𝔚 ‖ 2 κατέχουσα E1 ‖ θάλασσαν 𝔐 𝔄 F H ‖ 3 θαλάσσης F ‖ μᾶλλον ex μόνον corr. F1 ‖ 4 θαλάσσης F post ἁλμνρὸν in E ras. unius litt. ‖ 5 πότιμον] τὸ πότιμον H Ν ‖ τὴν om. F 6 ἐν ex οὐδὲν (ut videtur) corr. F1 ‖ 7 τῆς (ante τροφῆς) om. F)
49
θερμότητος ἑλκυσθὲν εἰς τὰς σάρκας καὶ τὴν ἄλλην σύνταξιν ἦλθεν τῶν μερῶν, ὡς ἕκαστον πέφυκεν. ὥσπερ οὖν κἀκεῖ ἄτοπον εἶ τις τῆς ποτίμου τροφῆς μὴ νομίζοι τόπον εἶναι τὴν κοιλίαν, ὅτι ταχέως ἀφανίζεται, ἀλλὰ τοῦ περιττώματος, ὅτι τοῦθʼ ὁρᾷ ὑπομένον, οὐκ ἂν ὑπολαμβάνοι καλῶς. ὁμοίως δὲ καὶ ἐν τούτοις· ἔστιν γάρ, ὥσπερ λέγομεν, οὗτος ὁ τόπος ὕδατος· διὸ καὶ οἱ ποταμοὶ ῥέουσιν εἰς αὐτὸν ἅπαντες καὶ πᾶν τὸ γιγνόμενον ὕδωρ· εἴς τε γὰρ τὸ κοιλότατον ἡ ῥύσις. καὶ ἡ θάλαττα τὸν τοιοῦτον ἐπέχει τῆς γῆς τόπον· ἀλλὰ τὸ μὲν ἀναφέρεται ταχὺ διὰ τὸν ἥλιον ἅπαν, τὸ δʼ ὑπολείπεται διὰ τὴν εἰρημένην αἰτίαν. τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τὶ τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται (καθʼ ἑκάστην γὰρ ἡμέραν ποταμῶν ῥεόντων ἀναρίθμων καὶ τὸ μέγεθος ἀπλέτων οὐδὲν ἡ θάλαττα γίγνεται πλείων), τοῦτο οὐδὲν μὲν ἄτοπον ἀπορῆσαί τινας, οὐ μὴν ἐπιβλέψαντά γε χαλεπὸν ἰδεῖν. τὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος τε διαταθὲν καὶ ἀθρόον οὐκ ἐν ἴσῳ χρόνῳ ἀναξηραίνεται, ἀλλὰ διαφέρει τοσοῦτον ὥστε τὸ μὲν διαμεῖναι ἂν ὅλην τὴν ἡμέραν, τὸ δʼ ὥσπερ εἴ τις ἐπὶ τράπεζαν μεγάλην περιτείνειεν ὕδατος κύαθον, ἅμα διανοουμένοις ἄν ἀφανισθείη πᾶν. ὃ δὴ καὶ περὶ τοὺς ποταμοὺς συμβαίνει· συνεχῶς γὰρ ῥεόντων ἀθρόων ἀεὶ τὸ ἀφικνούμενον εἰς ἀχανῇ καὶ πλατὺν τόπον ἀναξηραίνεται ταχὺ καὶ ἀδήλως. τὸ δʼ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀδύνατόν ἐστιν. λέγεται γὰρ ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται [*](1Ο σύνπηξιν Nrec. ‖ 11 εἰσῆλθε F κἀκεῖ om. F1 ‖ 12 ἄτοπον om. Ν ‖ τῆς ex τοῦ corr. F1 ‖ 13 κοίλην H Ν1 14 ὑπολαμβάνοι] Nvar.: ὑπολαμβάνει N1: ὑπολαμβάνῃ F 15 δὴ ci. Th. ‖ γάρ] μὲν γὰρ J 𝔚 16 ποταμοὶ] παμυ E1 ῥέουσιν (post ε in E ras. unius litt.) ‖ 17 εἴς τε] εἴ τε J1 ‖ τὸ κοιλότατον ex κοιλότατον corr. F1: τὴν κοιλότητα 18 θάλασσα 𝔐 𝔄 Η 21 ἀπορείαν J1: (-αν ex corr. Ν1) 22 ἀναριθμήτων E 𝔚 𝔐 F Hcorr. ‖ 23 θάλασσα H ‖ πλέον F1 ‖ 24 μὲν οὐθὲν F ‖ ἐπιβλέψαντί 𝔚 Ap: ἔτι βλέψανι E ‖ 26 τε διατεθὲν 𝔐 𝔄: διατεθέν Ol 27 διαφθείρει Ν1 ‖ ἂν διαμεῖναι F ‖ 28 εἴ τις supra add. F1 προτείνειεν N ‖ 30 δὴ om. F ‖ καὶ om. 𝔚 ‖ ποταμοὺς supra add. N1: ποταμοὺς δὴ F συμαι΄ F 31 ἀθρόον J F1 𝔐  𝔄1(ut videtur) Ecorr. m.1 𝔚: ἀθρόως Ap 32 κἂν H1 Ν1 ‖ 33 θαλάσσης 𝔐 𝔄 𝔚 ‖ 34 συντετήρηται N rec.: οὖν τέτρηται 𝔚)
50
ὑπὸ γῆν, ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τῶν ὑδάτων ὁ καλούμενος Τάρταρος, περὶ τὸ μέσον ὕδατός τι πλῆθος, [*](356a) ἐξ οὗ καὶ τὰ ῥἐοντα καὶ τὰ μὴ ῥέοντα ἀναδίδωσιν πάντα· τὴν δʼ ἐπίρρυσιν ποιεῖν ἐφʼ ἕκαστα τῶν ῥευμάτων διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν· οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλʼ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι· κινούμενον δʼ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν. τὰ δὲ πολλαχοῦ μὲν λιμνάζειν, οἷον καὶ τὴν παρʼ ἡμῖν εἶναι θάλατταν, πάντα δὲ πάλιν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἤρξαντο ῥεῖν, πολλὰ μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καὶ καταντικρὺ τῇ θέσει τῆς ἐκροῆς, οἶον εἰ ῥεῖν ἤρξαντο κάτωθεν, ἄνωθεν εἰσβάλλειν. εἶναι δὲ μέχρι τοῦ μέσου τὴν κάθεσιν· τὸ γὰρ λοιπὸν πρὸς ἄναντες ἤδη πᾶσιν εἶναι τὴν φοράν. τοὺς δὲ χυμοὺς καὶ τὰς χρόας ἴσχειν τὸ ὕδωρ διʼ οἵας ἄν τύχωσι ῥέοντα γῆς. συμβαίνει δὲ τοὺς ποταμοὺς ῥεῖν οὐκ ἐπὶ ταὐτὸν ἀεὶ κατὰ τὸν λόγον τοῦτον· ἐπεὶ γὰρ εἰς τὸ μέσον εἰσρέουσιν ἀφʼ οὗπερ ἐκρέουσιν, οὐδὲν μᾶλλον ῥευσοῦνται κάτωθεν ἢ ἄνωθεν, ἀλλʼ ἐφʼ ὁπότερ’ ἄν ῥέψη κυμαίνων ὁ Τάρταρος. καίτοι τούτου συμβαίνοντος γένοιτʼ ἂν τὸ λεγόμενον ἄνω ποταμῶν· ὅπερ ἀδύνατον. ἔτι τὸ γιγνόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν ἔσται; τοῦτο γὰρ ἐξαίρειν [*](35 δὲ om. Ν ‖ 356 a 2 καὶ τὰ μὴ ῥέοντα om. 𝔚 ‖ ἀναδίδωσιν] (δ altera in ras. Erec.) ‖ 3 δʼ ἐπίρρυσιν 𝔚rec. var. Ol (Ap): δὲ περίρρυσιν J 𝔐 𝔄rec.: ἐπίρρυσιν F1: δὲ ἐπιπερίρρυσιν 𝔄1 ‖ ἑκάστω 𝔚 0lG: ἀκάστου OlV ‖ ῥευμάτων] ὑδάτων. ὁ καλούμενος τάρταρος περὶ τὸ μέσον ἐξ αὗ καὶ τὰ ῥέοντα καὶ τὰ μὴ ῥέοντα ἀναδίδωσι πάντα F1: ὑδάτων corr. F1 ‖ 4 ἔχειν] 0lV: ἔχει Ν OlG 5 εἱλεῖσθαι] Evar. Ap: εἰλεῖσθαι 𝔐 𝔄 Ol: ἕλκεσθαι Ε1 𝔚 ‖ ἄνω] ἀεὶ ἄνω F 6 ἐπίχυσιν var. E: ἔκχυσιν E1: ἐπʼ έκχυσιν 𝔚 ‖ 7 μὲν om. 𝔚 ‖ ὄαν E 𝔚 ‖ θάλασσαν E 𝔚 ‖ 8 εἰς om. 𝔄 ‖ ὅθεν] ὅθεν καὶ 𝔐 ‖ ἤρξατο J 𝔐 𝔄 H Ν 𝔚 Ap Ol ‖ 9 μὲν Ap Ol: μὲν καὶ E 𝔚 Fcorr. ‖ 10 καὶ]  Ap: om. 𝔐 Ol ‖ post τῆς in E ras. unius litt. ‖ ἤρξατο J F 𝔐 𝔄 H Ν 𝔚 Ap Ol ‖ 11 εἰσβάλειν Ν ‖ κατάθεσιν Erec. 𝔚 Nvar.: εἴσρυσιν Nrec. ‖ 12 ἄναντες τὸ ἄναντες F πάλω H1( ut videtur) Ν Ac ‖ 13 τάς] (Ap): om. E 𝔚 Ol ‖ οἵας] ρι-ex corr. F1): οἵαν Ν ‖ 14 ἄν om. F Ν ‖ ῥέοντες F1 𝔚 ‖ δὴ 𝔄 ‖ ποταμου E1 ‖ εἰσρεῖν F: ἀεὶ ῥεῖν Ν ‖ 15 ταὐτὸ 𝔐 corr. ‖ ἀεὶ] ἀεὶ καὶ E: om. H Ν ‖ εἰς supra add. E1: ἐπὶ 𝔚 Ap ‖ τὸ supra add. F1 ‖ 16 ῥέουσιν F ‖ οὗ περι J; οὗπερ ἂν F ‖ ἐκρέωσιν corr. F1 ‖ ῥεύσονται J; ῥευσουται E1 ‖ 17 ὁκότερʼ ex οτερ corr. E1; ὅσερ 𝔄 Ν ῥεύσῃ 𝔄 F N: ῥέψει Ecorr. m.1 ‖ 18 καίτοι τοῦτο J F: καὶ τοῦ τοιούτου 𝔄 H N ‖ 20 τὸ] 0lV: om. F 0lG ‖ 20—21 ἔξ ὡρεῖν ὅλον 𝔚: ὅλον ἐξαίρειν)
51
ὅλον ἀναγκαῖον, εἴπερ ἀεὶ σῴζεται τὸ ἴσον· ὅσον γὰρ ἔξω ῥεῖ, πάλιν ῥεῖ πρὸς τὴν ἀρχήν. καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλατταν, ὅσοι μὴ εἰς ἀλλήλους· εἰς δὲ γῆν οὐδείς, ἀλλὰ κἂν ἀφανισθῇ, πάλιν ἀναδύνουσιν. μεγάλοι δὲ γίγνονται τῶν ποταμῶν οἱ μακρὰν ῥέοντες διὰ κοίλης· πολλῶν γὰρ δέχονται ῥεύματα ποταμῶν, ὑποτεμνόμενοι τῷ τόπῳ καὶ τῷ μήκει τὰς ὁδοὺς· διόπερ ὅ τʼ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοι τῶν ποταμῶν εἰσιν τῶν εἰς τήνδε τὴν θάλατταν ἐξιόντων. καὶ περὶ τῶν πηγῶν ἄλλοι λέγουσιν ἑκάστου τῶν ποταμῶν ἄλλας αἰτίας διὰ τὸ πολλοὺς εἰς τὸν αὐτὸν ἐμβάλλειν. ταῦτα δὴ πάντα φανερὸν ὡς ἀδύνατόν ἐστι συμβαίνειν ἄλλως τε καὶ τῆς θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης. ὅτι μὲν οὖν ὕδατός τε ὁ τόπος ἐστὶν οὗτος καὶ οὐ θαλάττης, καὶ διὰ τίνʼ αἰτίαν τὸ μὲν πότιμον ἄδηλον πλὴν ῥέον, τὸ δʼ ὑπομένον, καὶ διότι τελευτὴ [*](356b) μᾶλλον ὕδατος ἢ ἀρχή ἐστιν ἡ θάλαττα, καθάπερ τὸ ἐν τοῖς σώμασιν περίττωμα τῆς τροφῆς πάσης, καὶ μάλιστα τὸ τῆς ὑγρᾶς, εἰρήσθω τοσαῦθʼ ἡμῖν.

3 περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον αἰεί ἐστιν ἡ αὐτή, ἢ οὔτʼ ἦν οὔτʼ ἔσται ἀλλʼ ὑπολείψει· καὶ γὰρ οὕτως οἴονταί τινες. τοῦτο μὲν οὖν ἐοίκασι πάντες ὁμολογεῖν, ὅτι γέγονεν, εἴπερ καὶ πᾶς ὁ κόσμος· ἅμα γὰρ αὐτῆς ποιοῦσι τὴν γένεσιν. ὥστε δῆλον ὡς εἴπερ ἀίδιον τὸ πᾶν, καὶ περὶ τῆς θαλάττης οὕτως ὑποληπτέον. τὸ δὲ νομίζειν ἐλάττω τε γίγνεσθαι τὸ πλῆθος, ὥσπερ φησὶ Δημόκριτος, καὶ τέλος ὑπολείψειν, τῶν Αἰσώπου μύθων οὐδὲν [*](J F 𝔐 𝔄 H N: ὅλον ἐξαιρεῖ ApI: ἐξαιρεῖ ApWA ‖ 21–22 ἔξω ῥεῖ Evar.: ἐξεχώρει E1 𝔚 ‖ 23 θάλασσαν F ‖ 24 εἰς ex εἰ corr. E1 ‖ γῆν] τὴν γῆν E 𝔚 Ap ‖ 25 τῶν om. F ‖ μακρ F ‖ 27 μήκει καὶ τῶ τόπω H N ‖ 29 θάλασσαν 𝔐 𝔄 F ‖ 30 ἄλλοι ἄλλοι δὲ E1 ‖ ἑκάστου supra add. F1 ‖ αἰτίας αἰτίας ἔκάστον F1: del. Th. ‖ 31 ἐμβάλειν Ν ‖ ταῦτα —συμβαίνειν (32) marg. F ‖ 32 ἐστι] ἔτι Ε ‖ 33 τὴν ἀρχὴν ἐκεῖθεν Ν ‖ 34 οὗτος ἐστὶ F ‖ θαλάσσης F: θαλάσης N ‖ διὰ] οὐ διὰ J1 ‖ 35 ὑπομένει E‖  𝔚 ‖ 356 b 1 θάλασσα F ‖ 2 τροφῆς τροφῆ καὶ J ‖ 3 τὸ supra add. F1 ‖ 4 πρότερον E1 ‖ 5 ἀεὶ E ‖ 𝔚 𝔄 H N ‖ ἡ supra add. J1 ‖ ἀλλʼ ὑπολείψει om. F1 ‖ 6 οὖν om. F ‖ 7 ὅτι] εἰ 𝔚 ‖ 8 αὐτῶ Nrec. ‖ ὡς ὤσπερ E1; om. Ecorr.m.l 𝔚 ‖ 9 θαλάττης ex θαλάττης θαλάττης corr. E1 ‖ οὕτως om. J ‖ 11 ἀπολείψειν 𝔐)

52
διαφέρειν ἔοικεν ὁ πεπεισμένος οὕτως· καὶ γὰρ ἐκεῖνος ἐμυθολόγησεν ὡς δὶς μὲν ἡ Χάρυβδις ἀναρροφήσασα τὸ μὲν πρῶτον τὰ ὅρη ἐποίησεν φανερά, τὸ δὲ δεύτερον τὰς νήσους, τὸ δὲ τελευταῖον ῥοφήσασα ξηρὰν ποιήσει πάμπαν. ἐκείνῳ μὲν οὖν ἥρμοττεν ὀργιζομένῳ πρὸς τὸν πορθμέα τοιοῦτον εἰπεῖν μῦθον, τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧττον· διʼ ἣν γὰρ αἰτίαν ἔμεινε τὸ πρῶτον, εἴτε διὰ βάρος, ὥσπερ τινὲς καὶ τούτων φασίν (ἐν προχείρῳ γὰρ τούτου τὴν αἰτίαν ἰδεῖν), εἴτε καὶ διʼ ἄλλο τι, δῆλον ὅτι διὰ τοῦτο διαμένειν ἀναγκαῖον καὶ τὸν λοιπὸν χρόνον αὐτήν. ἢ γὰρ λεκτέον αὐτοῖς ὅτι οὐδὲ τὸ ἀναχθὲν ὕδωρ ὑπὸ τοῦ ἡλίου ἥξει πάλιν, ἢ εἴπερ τοῦτʼ ἔσται, ἀναγκαῖον ἤτοι ἀεὶ ἢ μέχρι οὗπερ ἄν ᾖ τοῦτο ὑπολείπεσθαι τὴν θάλατταν, καὶ πάλιν ἀναχθῆναι ἐκεῖνο πρότερον δεήσει τὸ πότιμον. ὥστε οὐδέποτε ξηρανεῖται· πάλιν γὰρ ἐκεῖνο φθήσεται καταβὰν εἰς τὴν αὐτὴν τὸ προανελθὸν· διαφέφει γὰρ οὐδὲν ἅπαξ τοῦτʼ εἰπεῖν ἢ πολλάκις. εἰ μὲν οὖν τὸν ἥλιον παύσει τις τῆς φορᾶς, τὶ ἔσται τὸ ξηραῖνον; εἰ δʼ ἐάσει εἶναι τὴν περιφοράν, ἀεὶ πλησιάζων τὸ πότιμον, καθάπερ εἴπομεν, ἀνάξει, ἀφήσει δὲ πάλιν ἀναχωρῶν. ἔλαβον δὲ ταύτην τὴν διάνοιαν κατὰ τῆς θαλάττης ἐκ τοῦ πολλοὺς τόπους φαίνεσθαι ξηροτέρους νῦν ἢ πρότερον· περὶ οὗ τὴν αἰτίαν εἴπομεν, ὅτι τῶν κατά τινα χρόνον ὑπερβολῶν γιγνομένων ὕδατος τοῦτʼ ἐστὶν τὸ πάθος, ἀλλʼ οὐ διὰ τὴν τοῦ παντὸς γένεσιν καὶ τῶν μορίων· καὶ πάλιν γʼ ἔσται τοὐναντίον· καὶ [*](15 ξηρ F ‖ πάμπαν Fvar.: πάντα F ‖ ἐκεῖνο J1 ‖ 16 οὖν supra add. F1 ‖ ἥρμοζεν N ‖ πορθμέα] (-ε- in ras. E1) 18 τοῦτο J rec.: τούτους E ‖ 19 γὰρ τούτου] (γάρ in ras. F1): τούτου γὰρ J ‖ 22 ἢ om. E H1: ἢ ὡς F1 ‖ 23 ἐστὶν 𝔐 ‖ μέκρις J rec. Fcorr Nrec. Ecorr: μέχριτ E1 ‖ λείπεσθαι Ε 24 θάλασσαν F ‖ ἀναχθῆναι ex ἀναχθεῖναι corr. 𝔄1 ‖ 25 οὐδέποτε in ras. E ‖ ξηραίνεται Ecorr. 𝔚: ξηρανθόσεται F ‖ 26 φθίσεται 𝔐1: ὁφθήσεται 𝔚 ‖ τὸ] καὶ Ε: καὶ 𝔚 ‖ προανελθόν] (προαν- in ras. F): πρότερον ἀνελθὸν Nrec. ‖ φέρει E1 28 παύσι E1: ex corr. F1 ‖ τί]  τότε 𝔚 ‖ 29 πλησιάζον 𝔚1 30 ἀνάξι E1 ‖ ἀφήσει (-η- in ras. 2 litt. J1) ἀποχωρῶν E 𝔚 Ap ‖ 31 κατὰ ex κατὰ τὰ corr. F1 ‖ θαλάσσης F ‖ 32 post φαίνεσθαι in 𝔐 spatium 4 vel 5 litt. ‖ 33 εἴπωμεν corr. J1 ‖ χρόνον] 𝔄var.: χρόνων 𝔄1 Fcorr. m. 1: τόπον Ν γενομένων F ‖ 35 πάλιν γ᾿] (-ν γ- in ras. F1): πάλιν γάρ 𝔐 𝔄 H Ν: πάλιν E: πάλιν δʼ 𝔚)
53
[*](357a) ὅταν γένηται, ξηρανεῖται πάλιν· καὶ τοῦθʼ οὕτως κατὰ κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· μᾶλλον γὰρ οὕτως εὔλογον ὑπολαβεῖν ἢ διὰ ταῦτα τὸν οὐρανὸν ὅλον μεταβάλλειν. ἀλλὰ περὶ μὲν τούτων πλείω τῆς ἀξίας ἐνδιατέτριφεν ὁ λόγος· περὶ δὲ τῆς ἁλμυρότητος, τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατόν ἐστιν ἁλμμυρὰν ποιεῖν. εἰ γὰρ παντὸς τοῦ ὑγροῦ τοῦ περὶ τὴν γῆν ὄντος καὶ ἀναχθέντος ὑπὸ τοῦ ἡλίου τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα, εἴτʼ ἐνυπῆρχε τοσοῦτος χυμὸς ἐν τῷ πολλῷ ὕδατι καὶ γλυκεῖ διὰ τὸ συμμμειχθῆναί τινα γῆν τοιαύτην, οὐδὲν ἧττον ἐλθόντος πάλιν τοῦ διατμίσαντος ὕδατος ἀνάγκη, ἴσου γʼ ὄντος τοῦ πλήθους, καὶ τὸ πρῶτον· ἢ εἰ μηδὲ τὸ πρῶτον, μηδʼ ὕστερον ἁλμυρὰν αὐτὴν εἶναι. εἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν, λεκτέον τίς ἡ αἰτία, καὶ ἅμα διὰ τὶ οὐκ εἰ καὶ τότε ἀνήχθη καὶ νῦν πάσχει ταὐτὸ. ἀλλὰ μὴν καὶ ὅσοι τὴν γῆν αἰτιῶνται τῆς ἁλμυρότητος ἐμμειγνυμένην (ἔχειν γάρ φασι πολλοὺς χυμοὺς αὐτήν, ὥσθʼ ὑπὸ τῶν ποταμῶν συγκαταφερομένην διὰ τὴν μεῖξιν ποιεῖν ἁλμυράν), ἄτοπον τὸ μὴ καὶ τοὺς ποταμοὺς ἁλμυροὺς εἶναι· πῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος ἐπίδηλον οὕτως ποιεῖν τὴν μεῖξιν τῆς τοιαύτης γῆς, ἐν ἑκάστῳ δὲ μή; δῆλον γὰρ ὅτι ἡ θάλαττά ἐστιν ἅπαν τὸ ποτάμιον ὕδωρ· οὐδενὶ γὰρ διέφερεν ἀλλʼ ἢ τῷ ἁλμυρὰ εἶναι [*](357 a 1 κατὰ F1 ( ut videtur) 𝔄 var.: καὶ cet. ‖ 3 ταῦτα marg. E ‖ ὅλον μεταβαλειν] μεταβαλεῖν H Ν ‖ 4 μὲν] μὲν οὖν N ‖ πλέον F ‖ ἐνδιέτριψεν N rec. 5 γεννήσας (ut videtur) J 1: γενήσασι E1 ‖ 6 ἁλμυρὸν E ‖ εἰ] Ol: εἴτε E corr. m.1 𝔚 rec. 𝔐 H N Ap ‖ 7 παντὸς Ap Ol: ἅπαντος E 𝔚 ‖ 8 ἐγένετο Ap Ol: γέγονε E(antecedit rasura unius litt.) 𝔚 ‖ θάλασσα 𝔚: τὴν θάλαττα (an τὴν θάλαττας ?) Ν1 ‖ 1O συμμιγῆναί 𝔐 ‖ 11 διατμίζοντος E: διατμισθέντος N rec. Ol ‖ ὄντος ὄντος καὶ J 𝔄 ‖ 12 τὸ (post καὶ) supra add. Ν1 ‖ ἢ om. E1 𝔚1 ‖ μηδὲ]  μὴ δὲ καὶ Ν: μήτε Ol ‖ μηδʼ — εἷναι (13) om. N1 ‖ μηδʼ] μὴ δὲ Nrec.: μήθʼ F: μήτε Ol ‖ ἁλμυρὰν (post λ in E ras. 2 vel 3 litt.) 13 ἧν] in E ras. 2 litt., in qua tamen, ut videtur, neque η stetit neque ν 16 ἐμμεμιγμένην 𝔄 N: μεμιγνυμένην 𝔐: ἐμμιγνυμὲνης OlV: ἐγγινομένης OlG ‖ ἔχει γάρ E1: ἔχειν E rec.: γὰρ ἔχειν 𝔚 ‖ φησι 𝔐1 𝔄 ‖ 18 ἁλμυράν] τοιαύτην τὴν ἁλμυράν ci. Th. ‖ τὸ μὴ καὶ τὸ J1: καὶ τὸ μὴ τοὺς F ‖ 20 οὕτω Ε 𝔚 F Nrec: ὅπως N1 ‖ 21 ὅτι] ὅτι εὶ 𝔐 𝔄 H(7): εἰ N ‖ 22 πότιμον E 𝔚 ‖ οὐδενὶ γάρ οὐθὲν γάρ E 𝔚: ἐν οὐθενὶ 𝔐: ἐν οὐδ[εν 𝔄1: ἐν οὐδενὶ 𝔄corr. Hq N:H1 N: ἐν οὐδενὶ γάρ F Hcorr. m.1 ‖ διαφέρειν Ecorr. 𝔚: διαφέρει (-αφέρει in ras. m. 1) F ‖ ἦι J rec. ‖ ἁλμυρὰν E)
54
τῶν ποταμῶν· τοῦτο δ᾿ ἐν ἐκείνοις ἔρχεται εἰς τὸν τόπον εἰς ὃν ἀθρόοι ῥέουσιν. ὁμοίως δὲ γελοῖον κἂν εἴ τις εἰπὼν ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν οἴεταί τι σαφὲς εἰρηκέναι, καθάπερ Ἐμπεδοκλῆς· πρὸς ποίησιν μὲν γὰρ οὕτως εἰπὼν ἴσως εἴρηκεν ἱκανῶς (ἡ γὰρ μεταφορὰ ποιητικόν), πρὸς δὲ τὸ γνῶναι τὴν φύσιν οὐχ ἱκανῶς· οὐδὲ γὰρ ἐνταῦθα δῆλον πῶς ἐκ γλυκέος τοῦ πόματος ἁλμυρὸς γίγνεται ὁ ἱδρώς, πότερον ἀπελθόντος τινὸς μόνον οἷον τοῦ γλυκυτάτου, ἢ συμμειχθέντος τινός, καθάπερ ἐν τοῖς διὰ τῆς τέφρας ἠθουμένοις ὕδασιν. φαίνεται δὲ τὸ αἴτιον ταὐτὸ καὶ περὶ τὸ εἰς τὴν κύστιν περίττωμα συλλεγόμενον· καὶ γὰρ ἐκεῖνο πικρὸν καὶ ἁλμυρὸν γίγνεται τοῦ πινομένου καὶ τοῦ ἐν τῇ τροφῇ ὑγροῦ γλυκέος ὄντος. εἰ δὴ ὥσπερ τὸ διὰ τῆς κονίας ἠθούμενον ὕδωρ [*](357b) γίγνεται πικρόν, καὶ ταῦτα, τῷ μὲν οὔρῳ συγκαταφερομένης τοιαύτης τινὸς δυνάμεως οἵα καὶ φαίνεται ὑφισταμένη ἐν τοῖς ἀγγείοις ἁλμυρίς, τῷ δ᾿ ἱδρῶτι συνεκκρινομένης ἐκ τῶν σαρκῶν, οἷον καταπλύνοντος τὸ τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος ὑγροῦ, δῆλον ὅτι κἀν τῇ θαλάττῃ τὸ ἐκ τῆς γῆς συγκαταμισγόμενον τῷ ὑγρῷ αἴτιον τῆς ἁλμυρότητος. ἐν μὲν οὖν τῷ σώματι γίγνεται τὸ τοιοῦτον ἡ τῆς τροφῆς ὑπόστασις διὰ τὴν ἀπεψίαν· ἐν δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον. ὅλως δὲ πῶς οἷόν τε τοσοῦτον ὕδατος πλῆθος ξηραινομένης καὶ θερμαινομένης ἐκκριθῆναι; πολλοστὸν γὰρ δεῖ [*](24 ῥέουσιν] (post ε in E ras. unius litt.) ὁμοίως δὲ] ὁμοίως γὰρ 𝔐 1 γὰρ 𝔄corr. ‖ κἂν] Ol: καὶ F 𝔚 ‖ 26 οὗτος Hcorr. (?) N ‖ 27 ἵσως] ὅσος N1 ‖ 28 ἐντεῦθεν F1 ‖ 29 δῆλον] (δη— in ras. F1) ‖ γλυκέος (γ- supra add. J1) ‖ τοῦ ex τὸ corr. N1 ‖ σώματος 𝔚 ‖ γίνεσθαι 𝔄1 ‖ ὁ om. F ‖ 30 τινὸς μόν E1: μόνον τινὸς 𝔐 𝔄: τινὸς F ‖ τοῦ γλυκυτάτου] γλυκυτάτου μόνον F ‖ συμμιγέντος F ‖ 31 τῆς om. Ν ‖ ἠθουμένοις (post θ in 𝔄 ras. unius litt.): διηθουμένοις Nrec. ‖ 32 καὶ] καὶ τὸ E 𝔚 ‖ 33 κύστην J ‖ 34 πινομένου ex πιννομένου corr. E1 ‖ τῇ om. F ὑγροῦ supra add. F1 ‖ 357 b 1 γλυκέως Ν ‖ εἰ δὴ om. E1 ‖ ὕδωρ om. 𝔚 ‖ 2 πυκρὸν N ‖ ταύτῃ H: ταύτην (ut videtur) Ν1 ‖ 3 τοιαύτης om. F ‖ 4 ἀγγείοις ex ἀγγίοις corr. E1 ‖ 5 τοῦ (post σώματος)] Ap Ol: om. JF 𝔐 𝔄: οῦ Hcorr. 6 ὑγροῦ ἐξιόντος F: διεξιόντος ὑγροῦ Nrec. ‖ καὶ F1 ‖ 7 καταμιγνύμενον E 𝔚: συγκαταμιγόμενον Jcorr. F: συγκατασμιγδμενον N: συγκαταμεμιγμένον Ap ‖ τὸ ὑγρὸν N: ὑγρὸν F1: τῶ τῆς θαλάσσης ὑγρῶ corr. F1 ‖ ἔν in ras. E ‖ 8 τὸ om. J F ‖ 10 δὲ om. F ‖ οἶόν τε] οἴονται E ‖ 11 πολοστὸν 𝔐 𝔄 ‖ δεῖ supra add. F1)
55
μέρος αὐτὸ τοῦ λειφθέντος εἶναι ἐν τῇ γῇ. ἔτι διὰ τί οὐ καὶ νῦν ὅταν ξηραινομένη τύχῃ γῆ, εἴτε πλείων εἴτε ἐλάττων, ἰδίει; (ἡ γὰρ ὑγρότης καὶ ὁ ἱδρὼς γίγνεται πικρός.) εἴπερ γὰρ καὶ τότε, καὶ νῦν ἐχρῆν. οὐ φαίνεται δὲ τοῦτο συμβαῖνον, ἀλλὰ ξηρὰ μὲν οὖσα ὑγραίνεται, ὑγρὰ δ᾿ οὖσα οὐδὲν πάσχει τοιοῦτον. πῶς οὖν οἷόν τε περὶ τὴν πρώτην γένεσιν, ὑγρᾶς οὔσης τῆς γῆς, ἰδίειν ξηραινομένην; ἀλλὰ μᾶλλον εἰκός, ὥσπερ φασί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ μετεωρισθέντος τοῦ ὑγροῦ διὰ τὸν ἥλιον, τὸ λειφθὲν εἶναι θάλατταν· ὑγρὰν δ᾿ οὖσαν ἰδίειν ἀδύνατον. τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τὸν λόγον· ἡμεῖς δὲ λέγωμεν ἀρχὴν λαβόντες τὴν αὐτὴν ἣν καὶ πρότερον· ἐπειδὴ γὰρ κεῖται διπλῆν εἶναι τὴν ἀναθυμίασιν, τὴν μὲν ὑγρὰν τὴν δὲ ξηράν, δῆλον ὅτι ταύτην οἰητέον ἀρχὴν εἶναι τῶν τοιούτων. καὶ δὴ καὶ περὶ οὗ ἀπορῆσαι πρότερον ἀναγκαῖον, πότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα μορίων ἀριθμῷ ἢ τῷ εἴδει καὶ τῷ ποσῷ μεταβαλλόντων ἀεὶ τῶν μερῶν, καθάπερ ἀὴρ καὶ τὸ πότιμον ὕδωρ καὶ πῦρ (ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο γίγνεται τούτων ἕκαστον, τὸ δ᾿ εἶδος τοῦ πλήθους ἑκάστου τούτων μένει, καθάπερ [*](12 αὐτοῦ E ‖ ληφθέντος E 𝔄1 ‖ εἶναι om. F1 ‖ ἔτι] Ol: ἔτι δὲ Ε 𝔚 Nrec. ‖ 13 τύχη supra add. F1: τύχοι N ‖ γῆ] ἡ γῆ F H N Ap Ol ‖ πλεῖον J1 F1: πλείων οὖσα Ap 14 ἐλάττων] ἐλάττων οὖσα 𝔐 𝔄 H N ‖ ἰδίει] (ι prima et altera ex corr. Ε): ἱδρίει Fvar. H ‖ ἡ γὰρ ὑγρότης om. H1 N1 Th. ‖ ἡ γὰρ] εἰ γὰρ (ut videtur) E1: εἰ γὰρ ἡ 𝔚: εἰ 𝔐 ‖ ὑγρότης δρότης Nrec. ‖ interrogationis signum non post ἰδίει sed post πικρός coll. Th. ‖ 15 γὰρ καὶ] Ap: om. E1: γὰρ corr. E1: καὶ 𝔚 ‖ 16 ξηρᾶς E1 𝔚: ὑγρὰ Jrec. οὖσα (ante ὑγραίνεται) οὔσης E1 𝔚 ‖ ξηραίνεται Jrec. ‖ ὑγρὰ] (in ras. E): ξηρα J 𝔚 17 πάσχει τοιοῦτον ex πασχει τοοῦτον corr. J1: τοιοῦτον πάσχει N ‖ οὖν Ap: δ᾿ οὖν E 𝔚 ‖ τε περὶ ex τὰ corr. E1 ‖ 18 ἰδίειν] (ι prima et altera ex corr. E) ‖ ξηραινομένη Ecorr. 𝔚corr. (ut videtur) 20 τοῦ supra add. F1 ‖ 21 ἱδίειν (ι prima in ras.) E ἀδύνατον (ante δ in E ras. unius litt.) 22 αἴτια in ras. 𝔚rec. ‖ φαίνονται N 23 λέγομεν E1 N ἣν καὶ] ἣν E1: ἤνπερ καὶ N 24 ἐπεὶ Ecorr. 𝔚: ἐπὶ E1 ‖ 25 ταύτην ex τοιαύτην corr. F1 25—26 εἶναι ἀρκὴν F: ἀρχὴν εἷναι περὶ 𝔚 26 δὴ] (-η in ras. 𝔚) οὗ] τούτων Nrec. προαπορῆσαι E 𝔚 ‖ 27 πότερον ex πρότερον corr. E1 ‖ θάλασσα F ‖ ἀεὶ] (-ε- ex corr. 𝔚rec.) 27—28 τὸν αὐτὸν N1 ‖ 29 μερῶν] (Op): μορίων J F 𝔐 𝔄 H N (Ap) ‖ ἀὴρ] ἂν 𝔐 F1 ‖ τὸ supra add. F1 ‖ 30—32 interp. Bon. ‖ 31 τοῦ πλήθους] καὶ τὸ πλῆθος ci. Bon. ‖ τούτων ante τοῦ coll. F)
56
τὸ τῶν ῥεόντων ὑδάτων καὶ τὸ τῆς φλογὸς ῥεῦμα)· φανερὸν δὴ καὶ τοῦτο καὶ πιθανόν, ὡς ἀδύνατον μὴ τὸν αὐτὸν εἶναι περὶ πάντων τούτων λόγον, καὶ διαφέρειν ταχυτῆτι καὶ βραδυτῆτι τῆς μεταβολῆς, ἐπὶ πάντων τε φθορὰν εἶναι καὶ [*](358a) γένεσιν, ταύτην μέντοι τεταγμένως συμβαίνειν πᾶσιν αὐτοῖς. τούτων δ᾿ οὕτως ἐχόντων, πειρατέον ἀποδοῦναι τὴν αἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος. φανερὸν δὴ διὰ πολλῶν σημείων ὅτι γίγνεται τοιοῦτος ὁ χυμὸς διὰ σύμμειξίν τινος. ἔν τε γὰρ τοῖς σώμασι τὸ ἀπεπτότατον ἁλμυρὸν καὶ πικρόν, ὥσπερ καὶ πρότερον εἴπομεν· ἀπεπτότατον γὰρ τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς· τοιαύτη δὲ πᾶσα μὲν ἡ ὑπόστασις, μάλιστα δὲ ἡ εἰς τὴν κύστιν (σημεῖον δ᾿ ὅτι λεπτοτάτη ἐστίν· τὰ δὲ πεττόμενα πάντα συνίστασθαι πέφυκεν)· ἔπειτα ἱδρώς ἀεί· ἐν οἷς τὸ αὐτὸ σῶμα συνεκκρίνεται, ὃ ποιεῖ τὸν χυμὸν τοῦτον. ὁμοίως δὲ καὶ ἐν τοῖς καομένοις· οὗ γὰρ ἂν μὴ κρατήσῃ τὸ θερμόν, ἐν μὲν τοῖς σώμασι γίγνεται περίττωσις, ἐν δὲ τοῖς καομένοις τέφρα. διὸ καὶ τὴν θάλαττάν τινες ἐκ κατακεκαυμένης φασὶ γενέσθαι γῆς. ὃ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ μέντοι ἐκ τοιαύτης ἀληθές· ὥσπερ γὰρ καὶ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ ἔκ τε τῶν φυομένων καὶ γιγνομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν, ὥσπερ ἐκ πεπυρωμένων τὸ λειπόμενον τοιαύτην εἶναι γῆν, καὶ δὴ καὶ τὴν ἐν τῇ ξηρᾷ ἀναθυμίασιν πᾶσαν· αὕτη γὰρ καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος. μεμειγμένης δ᾿ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συνιστῆται [*](32 τὸ (ante τῶν) om. H N ‖ 33 καὶ (ante τοῦτο) om. F 𝔚 ‖ 34 διαφερει ‖ 358 a 1 τε] γε E: καὶ 𝔚: τε καὶ Bk.: δὲ καὶ ci. Bon., ut qui nesciret καὶ codicibus plerisque deesse 5 ὁ om. F1 Ol ‖ 7 γὰρ] μὲν γὰρ E1 𝔚: γὰρ μὲν γὰρ Ecorr. ‖ περίττωμα] (-τω- ex corr. N1) ‖ 8 μὲν om. J ‖ 9 εἰς] ἐπὶ (ut videtur) J1 ‖ λεπτοτάτη] (λ- ex corr. E1) ‖ 10 πεττώμενα J1 ‖ ἅπαντα 𝔐 𝔄 H N ‖ ἔπειτα] ἔπειτα δὲ 𝔐 F1: ἐπειτα δὲ ὁ Fcorr. ἀεὶ, quod exhibent J F 𝔐 Hcorr. m. 1, fortasse post αὐτὸ (11) collocandum ‖ ἐν οἷς εἰς 𝔚 ‖ 11 τοιοῦτον F ‖ 12 καιομένοις corr. F1 ‖ οὐ 𝔄1 N1 ‖ μὴ ex μι corr. E1 ‖ 14 καιομένοις F θάλαττάν] θάλασσάν φασι F ‖ ατακεκαυμένης E1 ‖ 15 φασὶ om. F ‖ ὃ] τὸ δ᾿ E 𝔚 𝔐 F Nrec. ‖ εἰτιν E1 ‖ 17 τῷ supra add. F1 ‖ 18 ὥσπερ] ὥσπερ καὶ E1 𝔄 ‖ 19 εἶναι γῆν τοιαύτην F 20 ἀναθυμιάσει ci. Th. ‖ 21 ὡς F ‖ τε supra add. F1 ‖ 22 post τῆς in E ras. unius litt. ‖ συνίστηται codd.: συστῇ Ol)
57
εἰς νέφη καὶ ὕδωρ, ἀναγκαῖον ἐμπεριλαμβάνεσθαί τι πλῆθος ἀεὶ ταύτης τῆς δυνάμεως, καὶ συγκαταφέρεσθαι πάλιν ὕοντος, καὶ τοῦτ᾿ ἀεὶ γίγνεσθαι κατά τινα τάξιν, ὡς ἐνδέχεται μετέχειν τὰ ἐνταῦθα τάξεως. ὅθεν μὲν οὖν ἡ γένεσις ἔνεστιν τοῦ ἁλμυροῦ ἐν τῷ ὕδατι, εἴρηται. καὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν· ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι ἀλεεινότατος ἄνεμός ἐστιν, καὶ πνεῖ ἀπὸ τόπων ξηρῶν καὶ θερμῶν, ὥστε μετ᾿ ὀλίγης ἀτμίδος. διὸ καὶ θερμός ἐστιν· εἰ γὰρ καὶ μὴ τοιοῦτος, ἀλλ᾿ ὅθεν ἄρχεται πνεῖν ψυχρός, οὐδὲν ἧττον προϊὼν διὰ τὸ συμπεριλαμβάνειν πολλὴν ἀναθυμίασιν ξηρὰν ἐκ τῶν σύνεγγυς τόπων θερμός ἐστιν· ὁ δὲ βορέας ἅτε ἀφ᾿ ὑγρῶν τόπων ἀτμιδώδης· διὸ ψυὑδατώδης. [*](358b) χρός· τῷ δ᾿ ἀπωθεῖν αἴθριος ἐνταῦθα, ἐν δὲ τοῖς ἐναντίοις ὑδατώδης. ὁμοίως δὲ καὶ ὁ νότος αἴθριος τοῖς περὶ τὴν Λιβύην. πολὺ οὖν ἐν τῷ καταφερομένῳ ὕδατι συμβάλλεται τοιοῦτον, καὶ τοῦ μετοπώρου πλατέα τὰ ὕδατα· ἀνάγκη γὰρ τὰ βαρύτατα πρῶτα φέρεσθαι. ὥστ᾿ ἐν ὅσοις ἔνεστι τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει τάχιστα κάτω ταῦτα. καὶ θερμή γε ἡ θάλαττα διὰ τοῦτό ἐστιν· πάντα γὰρ ὅσα πεπύρωται, ἔχει δυνάμει θερμότητα ἐν αὑτοῖς. ὁρᾶν δ᾿ ἔξεστι καὶ τὴν κονίαν καὶ τὴν τέφραν καὶ τὴν ὑπόστασιν τῶν ζῷων καὶ τὴν ξηρὰν καὶ τὴν ὑγράν· καὶ τῶν θερμοτάτων γε κατὰ τὴν κοιλίαν ζῴων συμβαίνει θερμοτάτην εἶναι τὴν [*](24 ἀεὶ ταύτης τῆς δυνάμεως] τῆς τοιαύτης ἀεὶ ἀναθυμιάσεως F1: τῆς τοιαύτης ξηρᾶς καὶ ἀπέπτου ἀεὶ δυνάμεως corr. F1 ‖ 25 ὕοντος] οἴοντος N1: ἐν ὑετίοις var. F: ἐν τοῖς ὑετοῖς E 𝔚 ‖ ταῦτα ἀεὶ Ecorr. 𝔚: ταῦτα E1: ἀεὶ ταῦτα d. ‖ 27 τοῦ ἁλμυροῦ ἔνεστιν J F 𝔄 N ‖ 30 ἐστιν om. E 𝔚 ‖ πνεῖ supra add. F1 ‖ 31 θερμῶν καὶ ξηρῶν F ‖ 33 προιὸν N ‖ συμπεριλαμβάνειν] (Ap): συμπαραλαμβάνειν E 𝔚 N ‖ 34 ἀναθυμίασιν] τὴν ἀναθυμίασιν F θερμός — τόπων (35) om. 1 ‖ 35 βορρέας 𝔐rec. ‖ ἅτε om. F1 ‖ διὸ] διὸ καὶ 𝔐 F H N Ap 358 b 1 τῷ] τὸ N | ἐναντίοις] νοτίοις Nrec. ‖ 3 πολὺ ex πολλὺ corr. 𝔄1 ‖ 4 τὸ τοιοῦτον J F: τοιοῦτο N vocabula τοιοῦτον καὶ maiore interpunctione distinguit Th. ‖ μετοπόρου (ut videtur) E1 ‖ τὰ] τὰ πρῶτα ci. Th. ‖ 5 βαρύτατα] Ap: βαρύτερα E 𝔚 ‖ πρῶτον φέρεσθαι: κάτω φέρεσθαι πρῶτα F: φέρεσθαι E1 ἔνεστι] (ἔν- supra add. F1) ‖ 7 γε] δὲ ci. Th. ‖ 8 δύναμιν θερμότητος corr. E1 ‖ 9 κοινωνίαν 𝔄1 ‖ 10 ὑγρὰν καὶ τὴν ξηρὰν F ‖ θερμωτάτων J1 ‖ 11 τὴν (2)] καὶ τὴν F)
58
ὑπόστασιν. γίγνεται μὲν οὖν ἀεί τε πλατυτέρα διὰ ταύτην τὴν αἰτίαν, ἀνάγεται δ᾿ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος (ἀλλ᾿ ἔλαττον τοσούτῳ ὅσῳ καὶ ἐν τῷ ὑομένῳ τὸ ἁλμυρὸν καὶ πλατὺ τοῦ γλυκέος ἔλαττον· διόπερ ἰσάζει ὡς ἐπίπαν εἰπεῖν). ὅτι δὲ γίγνεται ἀτμίζουσα πότιμος καὶ οὐκ εἰς θάλατταν συγκρίνεται τὸ ἀτμίζον, ὅταν συνιστῆται πάλιν, πεπειραμένοι λέγωμεν. πάσχει δὲ καὶ τἆλλα ταὐτό· καὶ γὰρ οἶνος καὶ πάντες οἱ χυμοί, ὅσοι ἂν ἀτμίσαντες πάλιν εἰς ὑγρὸν συστῶσιν, ὕδωρ γίγνονται· πάθη γὰρ τἆλλα διά τινα σύμμειξιν τοῦ ὕδατός ἐστιν, καὶ οἷον ἄν τι ᾖ τὸ συμμειχθέν, τοιοῦτον ποιεῖ τὸν χυμόν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις καιροῖς οἰκειοτέροις ποιητέον τὴν σκέψιν. νῦν δὲ τοσοῦτον λέγωμεν, ὅτι τῆς θαλάττης ὑπαρχούσης αἰεί τι ἀνάγεται καὶ γίγνεται πότιμον καὶ ἄνωθεν ἐν τῷ ὑομένῳ κατέρχεται ἄλλο γεγενημένον, οὐ τὸ ἀναχθέν· καὶ διὰ βάρος ὑφίσταται τῷ ποτίμῳ. καὶ διὰ τοῦτο οὔτ᾿ ἐπιλείπει, ὥσπερ οἱ ποταμοί, ἀλλ᾿ ἢ τοῖς τόποις (τοῦτο δ᾿ ἐπ᾿ ἀμφοτέρων ἀνάγκη συμβαίνειν ὁμοίως), οὔτε ἀεὶ τὰ αὐτὰ μέρη διαμένει, οὔτε γῆς οὔτε θαλάττης, ἀλλ᾿ ἢ μόνον ὁ πᾶς ὄγκος. καὶ γὰρ καὶ περὶ γῆς ὁμοίως δεῖ ὑπολαβεῖν· τὸ μὲν γὰρ ἀνέρχεται, τὸ δὲ πάλιν συγκαταβαίνει, καὶ τοὺς τόπους μεταβάλλει τά τ᾿ ἐπιπολάζοντα καὶ τὰ κατιόντα πάλιν. ὅτι δ᾿ ἐστὶν ἐν μείξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐάν τις ἀγγεῖον [*](12 τε om. Ecorr. 𝔚 H N ‖ πλατυτέρα] (post υ in E ras. 2 litt., — καὶ ἑ-, si recte Bk.): καὶ ἑτέρα J 𝔐 𝔄: om. H1 N ‖ 13 μιτὰ 𝔚 ‖ 14 τοσούτῳ ὅσῳ] Ap WA: τοσοῦτο ὅσῳ E1: τοσοῦτο ὅσον 𝔚: τοσοῦτον ὅσον ApI υἱομένω 𝔄1 H: οἰομένω N1 ‖ 15 γλυκέως N: γλυκέος ὕδατος F ‖ διόπερ] διόπερ τὲ F 17 συνίσταται 𝔄: συνίστηται cet. 18 λέγομεν E1 N δὲ] τὲ F 19 ἂν supra add. F1 ‖ 21 σύμμειξιν τοῦ ὕδατος ὕδατος σύμμιξιν F ‖ εἰσί F οἷον] ὁποῖον corr. F1 ‖ 22 μὲν] μὲν οὖν N 23 οἰκειοτέροις ex ὑκιοτέροις corr. E1; om. O 24 τοῦτον N1 ‖ λέγομεν J F 𝔐 𝔄 ‖ θαλάττης ex θαλάττης ἁλμυρας corr. F1 ‖ ὑπαρχου E1 ‖ ἀεὶ J F 𝔐 𝔄 H N ‖ 25 καὶ γίγνεται om. E1 ‖ οἰομένω N1 ‖ 26 γεγεννημένον E1 ‖ καὶ — ποτίμῳ (27) post πότιμον (359 a 6) coll. Th. 27 τῷ ex τι τῷ corr. F1 ‖ ὥσπερ] ὥσπερ οὐδὲ Fcorr. m. 1 H N 𝔚 ‖ 28 ἀλλ᾿ ἢ] (Ol): ἀλλὰ E 𝔚: ἀλλ᾿ ἢ μόνον Ap ‖ 29 ἀνάξιον H1(ut videtur) N1 ‖ 30 διαμένειν N ‖ ἀλλ᾿ ἢ] ἀλλὰ E 𝔚 Ap ‖ 33 μεταβάλλεν Ν1: συμμεταβάλλε Ald. ‖ κατιόντα] ὑφιστάμενα H N ‖ 35 ἀγγῖον E1)
59
[*](359a) πλάσας θῇ κήρινον εἰς τὴν θάλατταν, περιδήσας τὸ στόμα τοιούτοις ὥστε μὴ παρεγχεῖσθαι τῆς θαλάττης· τὸ γὰρ εἰσιὸν διὰ τῶν τοίχων τῶν κηρίνων γίγνεται πότιμον ὕδωρ· ὥσπερ γὰρ δι᾿ ἠθμοῦ τὸ γεῶδες ἀποκρίνεται καὶ τὸ ποιοῦν τὴν ἁλμυρότητα διὰ τὴν σύμμειξιν. τοῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους (πλέον γὰρ ἕλκει τὸ ἁλμυρὸν ἢ τὸ πότιμον) καὶ τοῦ πάχους· καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον ὥστε τὰ πλοῖα ἀπὸ τοῦ αὐτοῦ τῶν ἀγωγίμων βάρους ἐν μὲν τοῖς ποταμοῖς ὀλίγου καταδύνειν, ἐν δὲ τῇ θαλάττῃ μετρίως ἔχειν καὶ πλευστικῶς· διόπερ ἔνιοι τῶν ἐν τοῖς ποταμοῖς γεμιζόντων διὰ ταύτην τὴν ἄγνοιαν ἐζημιώθησαν. τεκμήριον δὲ τοῦ μειγνυμένου τὸ παχύτερον εἶναι τὸν ὄγκον· ἐὰν γάρ τις ὕδωρ ἁλμυρὸν ποιήσῃ σφόδρα μείξας ἅλας, ἐπιπλέουσι τὰ ᾠά, κἂν ᾖ πλήρη· σχεδὸν γὰρ ὥσπερ πηλὸς γίγνεται· τοσοῦτον ἔχει σωματῶδες πλῆθος ἡ θάλαττα. ταὐτὸ δὲ τοῦτο δρῶσι καὶ περὶ τὰς ταριχείας. εἰ δ᾿ ἔστιν ὥσπερ μυθολογοῦσί τινες ἐν Παλαιστίνῃ τοιαύτη λίμνη, εἰς ἣν ἐάν τις ἐμβάλῃ συνδήσας ἄνθρωπον ἢ ὑποζύγιον ἐπιπλεῖν καὶ οὐ καταδύεσθαι κατὰ τοῦ ὕδατος, μαρτύριον ἂν εἴη τι τοῖς εἰρημένοις· λέγουσι γὰρ πικρὰν οὕτως εἶναι τὴν λίμνην καὶ ἁλμυρὰν ὥστε μηδένα ἰχθὺν ἐγγίγνεσθαι, τὰ δὲ ἱμάτια ῥύπτειν, ἐάν τις διασείσῃ βρέξας. ἔστι δὲ καὶ τὰ τοιαῦτα σημεῖα πάντα τῶν εἰρημένων, ὅτι τὸ ἁλμυρὸν ποιεῖ σῶμά τι, καὶ γεῶδές ἐστιν τὸ ἐνυπάρχον· ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος πλατυτέρου, ἀπορρεῖ δ᾿ [*](359 a 1 θείη F ‖ τὴν om. F ‖ θάλασσαν N ‖ περιδήσας] οὒ περιδήσας Nrec ||. τὸ στόμα] (τὸ στό- ex corr. N1) ‖ 2 τῆς] τί τῆς F ‖ γὰρ εἰσιὸν] παρεισιὸν E1 (ut videtur) 𝔚 ‖ 3 τοίχων τῶν] τυχόντων E1 ‖ 4 δι᾿ ἠθμοῦ ex διθμοῦ corr. F1: διηθούμενον 𝔄corr.: δι᾿ ἰθμοῦ Ncorr. ‖ 6 βάρους corr. 𝔚 ‖ 7 γὰρ om. E1 ‖ τοῦ πάχους Nrec. ‖ 8 τῶν ἀγωγήμων J1: τῶν ἀγωγίμου 𝔄1: τοῦ ἀγωγίμου Nrec. ‖9 ὀλίγον (ut videtur) J ‖ 11 γεμιζομένων 𝔚: γεμιζόντων τῶν πλοίων E1 ‖ 12 γιγνομένου 𝔚 ‖ τὸ] E1(ut videtur): τινὸς Erec. H N: om. 𝔄 ‖ 15 ἔχει om. H1 N: in marg. post σωματῶδες add. H1 ‖ θάλασσα F ‖ 16 ποιοῦσι F ‖ ταρικείας] ταριπείας ὄντα ἐπιπλέοι 𝔄1: ταριχείας ὅταν ἐπιπλέοι corr. ‖ 17 θολογοῦσι N1 ‖ παλαιστίνοις J1 (Ol) ‖ 18 ἐμβαλεῖ J1: ἐμβάλλη H (si recte Bk.): ἐμβάλει N1 ‖ 19 κατὰ om. F ‖ 20 τι om. E 𝔄 F ‖ γὰρ] δὲ F ‖ 22 ῥύπτειν ex ῥίπτειν corr. N1 ‖ διασείσει N ‖ 22—23 καὶ τὰ] κατὰ E: τὰ F ‖ 24 γῶδες H ‖ τε om. E)
60
αὕτη εἰς ποταμὸν πλησίον γλυκὺν μέν, ἰχθῦς δ᾿ οὐκ ἔχοντα· εἵλοντο γὰρ δή, ὡς οἱ ἐκεῖ μυθολογοῦσιν, ἐξουσίας δοθείσης ὑπὸ τοῦ Ἡρακλέους, ὅτ᾿ ἦλθεν ἄγων ἐκ τῆς Ἐρυθείας τὰς βοῦς, ἅλας ἀντὶ τῶν ἰχθύων, οἳ γίγνονται αὐτοῖς ἐκ τῆς κρήνης· τούτου γὰρ τοῦ ὕδατος ἀφέψοντές τι μέρος τιθέασι, καὶ γίγνεται ψυχθέν, ὅταν ἀπατμίσῃ τὸ ὑγρὸν ἅμα τῷ θερμῷ, ἅλες, οὐ χονδροὶ ἀλλὰ χαῦνοι καὶ λεπτοὶ ὥσπερ χιών. εἰσίν τε τήν τε δύναμιν ἀσθενέστεροι τῶν ἄλλων καὶ πλείους ἡδύνουσιν ἐμβληθέντες, καὶ τὴν χροιὰν οὐχ ὁμοίως λευκοί. τοιοῦτον δ᾿ ἕτερον γίγνεται καὶ ἐν Ὀμβρικοῖς· ἔστι γάρ τις τόπος ἐν ᾧ πεφύκασι κάλαμοι καὶ σχοῖνος· [*](359b) τούτων κατακάουσι, καὶ τὴν τέφραν ἐμβάλλοντες εἰς ὕδωρ ἀφέψουσιν· ὅταν δὲ λίπωσί τι μέρος τοῦ ὕδατος, τοῦτο ψυχθὲν ἁλῶν γίγνεται πλῆθος. ὅσα δ᾿ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμά ποτε εἶναι δεῖ νομίζειν, εἶτα τὴν μὲν ἀρχὴν ἀπεσβέσθαι τοῦ πυρός, δι᾿ ἧς δὲ διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν οἷον κονίαν καὶ τέφραν. εἰσὶ δὲ πολλαχοῦ καὶ κρῆναι καὶ ῥεύματα ποταμῶν παντοδαποὺς ἔχοντα χυμούς, ὧν πάντων αἰτιατέον τὴν ἐνοῦσαν ἢ ἐγγιγνομένην δύναμιν πυρός· καομένη γὰρ ἡ γῆ τῷ μᾶλλον καὶ ἧττον παντοδαπὰς λαμβάνει μορφὰς καὶ χρόας χυμῶν· στυπτηρίας γὰρ καὶ κονίας καὶ τῶν ἄλλων τῶν τοιούτων γίγνεται πλήρης δυνάμεων, δι᾿ ὧν τὰ ἠθούμενα ὕδατα [*](26 ποταμὸν] τὸν ποταμὸν 𝔄 πλησίον om. Id. ‖ 27 εἵλοντο] (-λ- in ras. E) ‖ δὴ om. 𝔚 Ol ‖ οἱ om. E Ol ‖ 28 ἡρακλέος N ‖ ἐκ τῆς om. E1: ἐξ F ‖ ἐρυθίας E: ἐριθείας F 29 ἅλας] (-ας in ras. E) ‖ 30 τι] ἔστι 𝔚 31 ἀπατμήση 1 ἀποτμίση F ‖ 33 τε τήν τε] δὲ τήν τε F: δὲ τὴν E 𝔚 ‖ 34 πλείους ex λείους corr. N1 ‖ χρόαν Ecorr. m. 1 𝔚 𝔐 𝔄 FHN ‖ 35 καὶ ἐν ὀμβρικοις δὲ τοιοῦτόν τι ἕτερον γίνεται F ‖ 359 b 1 κάλαμοι] Evar. (Ap) Op: κάλαμος E1 𝔚 N1(?) ‖ σχοῖνοι Evar. F1: σχῖνος 𝔚 ‖ 2 τοῦτον N1: τούτους Nrec.: τούτων οὖν E 𝔚 ‖ κατακαίουσιν Ecorr. m. 1 𝔚 F ‖ ἀμβαλόντες E F ‖ ἐς corr. F1 ‖ 3 λείπωσί Ecorr. m. 1 𝔚 N ‖ τι μέρος τοῦ] τι τὸ E: τι τοῦ 𝔚: μέρος τοῦ F1 ‖ 4—5 ποταμῶν ἁλμυρὰ πνεύματα F ‖ 5 ποτὲ θερμὰ F: θερμά τε E 𝔚: θερμὰ Ol ‖ 6 ἀποσβέσθαι H1(ut videtur) N ‖ 7 δὲ διηθοῦνται] δὲ ἠθοῦνται E 𝔚: διηφοῦνται Ol ‖ κονίαν] (-ίαν ex corr. N1) ‖ 8 τὲ 𝔄 H N1 ‖ πολλαχοῖ J: πολλαχῆ F ‖ καὶ (ante κρῆναι) om. E 𝔚 Ap ‖ 9 μυχοὺς N1 ‖ 10 ἐγγενομένην J ‖ καιομένη F ‖ 12 στιπτηρίας N ‖ 13 τὰ ἠθούμενα] καὶ τὰ διηθούμενα F ‖ ὔδατα] ρδατα 1)
61
ὄντα γλυκέα μεταβάλλει, καὶ τὰ μὲν ὀξέα γίγνεται, καθάπερ ἐν τῇ Σικάνῃ τῆς Σικελίας· ἐκεῖ γὰρ ὀξάλμη γίγνεται, καὶ χρῶνται καθάπερ ὄξει πρὸς ἔνια τῶν ἐδεσμάτων αὐτῷ. ἔστι δὲ καὶ περὶ Λύγκον κρήνη τις ὕδατος ὀξέος, περὶ δὲ τὴν Σκυθικὴν πικρά· τὸ δ᾿ ἀπορρέον αὐτῆς τὸν ποταμὸν εἰς ὃν εἰσβάλλει ποιεῖ πικρὸν ὅλον. αἱ δὲ διαφοραὶ τούτων ἐκεῖθεν δῆλαι, ποῖοι χυμοὶ ἐκ ποίων γίγνονται κράσεων· εἴρηται δὲ περὶ αὐτῶν χωρὶς ἐν ἄλλοις. περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι᾿ ἃς αἰτίας αἰεί τε συνεχῶς εἰσι καὶ πῶς μεταβάλλουσι καὶ τίς ἡ φύσις αὐτῶν, ἔτι δ᾿ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει ποιεῖν ἢ πάσχειν, εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων.