Meteorologica

Aristotle

Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919

13

6 περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν, διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανήτων ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων. τῶν δʼ Ἰταλικῶν τινες καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ, παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο, πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν [*](343a) ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπʼ αὐτοῦ πρὸς τὸν ἥλιον. διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον· ὑπολείπεσθαι δʼ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον. ἐν μὲν οὖν τῷ μεταξὺ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τὸ ὕδωρ πρὸς ἑαυτὸν διὰ τὸ κεκαῦσθαι ὑπὸ τῆς τοῦ ἡλίου φορᾶς· πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν μὲν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι [*](25 λεγομένου HΝ 26 παρὰ τῶν] παρʼ 𝔐 𝔄 ΗΝ ‖ 30 τινες καλουμένων Πυθα- γορείων] τινες καὶ καλουμένων Πυθαγορείων E 𝔚: τινες καὶ τῶν καλουμένων Πυθαγορείων Ol PI: καλουμένων Πυθαγορείων τινὰς H Ν ‖ 31 εἶναι αὐτὸν 𝔚 ‖ ἀστέρων] Pl: ἄστρων E 𝔚 ‖ 34 πολλοὺς J1 ‖ ἐκλίπει post κ rasura unius litt.) J ‖ φάσεις (-σεις ex corr. J1) ‖ 35 φαίνεσθαι] Ol Pl: φαίνεται Ε 𝔚 ‖ 36 Ἱπποκράτην] Pl: τὸν Ἱπποκράτην 𝔚 Ol Pp ‖ 343 a 1 γε] τε 𝔄 ‖ 5 βραδύτατα τῷ] AlIA Pcl: βαρυτάτω E1: βαρύτατα corr. E1; βραδύτατα corr. Erec.: βραδύτητα τῷ AlW: βραδυτάτῳ Ol Pc ‖ 6 ὅταν ἐκ ταὐτοῦ φανῇ post ὅλον (7) coll. 𝔐 ‖ ὑπολελειμμένον] Al: ὑπολελειμμένος 𝔄rec. F OlPlp ‖ 9 αὑτὸν H: αὑτὸν J 𝔐 𝔄 Ν κεκαῦσθαι] διακεκαῦσθαι ‖ 1Ο τοῦ om. E ‖ δαψιλίαν J1 ‖ 11 ἔχειν ex ἔχει corr.E1 12 ὑπὲρ τῆς γῆς τμῆμα] ὑπὲρ τῆς γῆς in ras. 8 vel 4 litt., τμῆμα supra add. E1: ὑπὲρ γῆς τμῆμα 𝔐: ὑπὲρ τὴν γῆν τμῆμα Ap; ὑπὲρ γῆν τμῆμα Pl: ἄνω E1 (?) Ald.)

13
κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ τροπικῷ τόπῳ πλησιάζοντος οὔτʼ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλου· διόπερ ἐν τούτοις μὲν τοῖς τόποις οὐ γίγνεσθαι κομήτην αὐτόν· ὅταν δὲ πρὸς βορέαν ὑπολειφθεὶς τύχῃ, λαμβάνειν κόμην διὰ τὸ μεγάλην εἶναι τὴν περιφέρειαν τὴν ἄνωθεν τοῦ ὁρίζοντος, τὸ δὲ κάτω μέρος τοῦ κύκλου μικρόν· ῥᾳδίως γὰρ τὴν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρὸς τὸν ἥλιον. πᾶσιν δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ χωρίς. πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἰς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς ἄμα γεγένηνται πολλάκις. πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἴσχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολείπεται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δʼ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας· οὗτοι δὲ πολλάκις ἅμμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος. καὶ φανερῶν δὲ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων, ἀλλʼ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἧττον κομῆται φαίνονται γιγνόμενοι πολλάκις. ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὡς ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίγνεται κομήτης μόνον, ἅμα καὶ τοῦ ἡλίου [*](14 τροπικῷ τόπῳ] νότῳ E1 Hcorr.: τροπικῷ οὔτε τῷ νότῳ Erec: τροπικῷ οὔτε τῷ νότῳ 𝔚: τροσικῷ F: νότίῳ τόπῳ Pl: (νοτίου μέρους Ap) 15 θεριναῖς κειμεριναῖς ci. Th. ‖ 16 οὐ] οὐδὲ E 𝔚 ‖ 17 λαμβάνει F1 Ald. ‖ 18 τὸ] (-ο in ras. 2 vel 3 litt. E) 19 κύκλου ἡλίου F1 ‖ 21 κοινὰ 𝔚 ‖ συμπίπτει AlWΑ Ap 0lp Pl: συμπίπτειν Ecorr. m 1 N AlI τὰ (post ἀδύνατα) om. E1 ‖ δὲ] Op: δὲ καὶ E 𝔚 Alp Ol Plp ‖ 22 οὖν om. F ‖ 24 τῷ post ὑπολείπονται PlV: om. Ol PlM Id. ‖ 25 ἑωραμένοι PlV: ὠμμένοι E PlM ‖ κύκλου] (κύκλ- in ras. F1)|| 26 γεγένηνται ex γεγένηται corr. F1: (post έ in J ras. 3 litt.) 27 τὴν κόμ- in ras. J1 ‖ - ην ἔχουσι καθά- marg. J1 ‖ ἴσχουσι PlM: ἔχουσι J Fcorr. m. 1 𝔐 H N PlV Pp  ‖ 28 κόμης] τῆς κόμης Ald. ‖ 32 ὄντων αὐτῶν] Ol PlV: αὐτῶν ὄντων E 𝔚: ὄντων PlM ‖ 33 typothetae incuria om. Id. ‖ πάντων] Pl: ἀπάντων E F1 ‖ 34—35 γιγνόμενοι πολλάκις] Pl: πολλάκις γινόμενοι 𝔐 𝔄 H Ν ‖ 35 ὡς] Al: ὅτι E 𝔚 Ol Pl ‖ 36 κομήτης]  ὁ κομήτης Ecorr. 𝔚 ‖ ἄμα] AlA: ἀλλὰ 𝔚 Fcorr. m. 1 Hcorr. m.1 AlIW ApI Pl: om. ApWΑ)
14
ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος [*](343b) περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχεν, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν. ἐπὶ δʼ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασι. κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτʼ οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ, καίτοι κἀκεῖνοί φασιν, ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσιν μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγίγνετο τὸ φέγγος, παραβλέπουσι δʼ ἡρέμα τὴν ὄψιν πλέον. πρὸς δὲ τούτοις ἄπαντες οἱ καθʼ ἡμᾶς ὡμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως. ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων, ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίαις ἀφʼ ἑσπέρας, ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δʼ ὑστεραίᾳ ὤφθη· ὅσον ἐνδέχεται γὰρ ἐλάχιστον ὑπελείφθη, καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα· διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, καὶ ἐνταυθοῖ [*](343 b 3 τῶν] Ap Plp: om. E 𝔚 ‖ ἀνίσχε 𝔚 ‖ 4 ἤδη ex δὴ corr. Ν1 ‖ πολλά Ν ‖ ἐπὶ ex ἐπεὶ corr. E1 ‖ εὐκλέους Fvar. Olp Pl (-κ- in ras. E1): εὐκλεοῦς 𝔄corr. m. 1 H Ncorr. 𝔚 AcIA: εὐκλέος J: εὐκλέος F1: εὐκλεᾶς AcW 5 μόλωνος]  0lV: ex μόνωνος corr. J1; σόλωνος 𝔚 AcWA: μέλωνος παιδὸς AcI; μήλωνος OlG PlV: μήλωνος τοῦ μετὰ διότιμον PlM ‖ γαμηλιῶνος (post α im E ras. unius itt.) 7 εἶναί] Ap Plp: om. E 𝔚 ‖ 8 καὶ τοῖς supra add. E1 ‖ τὴν]  Al PI: om. E Ol ‖ 9 κομήτην 𝔄1 ‖ 11 ὄφη ἑωράκαμεν E1 ‖ 13 μὲν om.1 ἀμυδρὸς vel ἀμυδρὼς E1 ‖ τὸ om. E1 ‖ περιβλέπουσιν Ν 16 μιξὸν Ν: τὸ μικρὸν 𝔄 ‖ 17 μήτε (1)] μὴ τοῦ E ‖ 19 αἰθρίας F1 Pl ‖ ἀφ᾿] ἐφʼ Ν ‖ ἀστίου J 𝔐 H N1 E( post ι ras. unius litt.) Pl: ἀετίου 𝔚\ ἀειτίου Fvar.: ἀρισταίου F1: ἀριστοω Nrec. ‖ 2Ο προδεδηὼς N1: προδεδηκὼς Ncorr. : προβεβηκὼς Fvar. ‖ 21 ὑστερέᾳ ‖ γὰρ] καὶ γὰρ E(supra add.) 𝔚 𝔐 𝔄 H Ν Pl ‖ 22 ὑπελείφθει J ‖ ἀπέτεινε] (ε ultima in ras. Erec.) ‖ 23 ἅμμα E1 F1: ἅμα J ‖ 24 τοῦ ὠρίωνος τῆς ζώνης Ν ‖ ἐνταῦθα Ε 𝔚 Ap Pl)
15
διελύθη. καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν τῇ δόξῃ τῇ αὐτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς. τοῦτο δὲ οὐχ ὁτὲ μὲν ἔδει γίγνεσθαι ὁτὲ δὲ οὔ, ἀλλʼ ἀεί. πρὸς δὲ τούτοις καὶ οἱ Αἱγύπτιοί φασι καὶ τῶν πλανήτων καὶ πρὸς αὑτοὺς καὶ πρὸς τοὺς ἀπλανεῖς γίγνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύμοις συνελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλʼ οὐ κομήτην γενόμενον. ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλʼ ὅμως ἀδιαίρετοί γε καθʼ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἄν ἐποίησαν μέγεθος μεῖζον, οὕτως καὶ ἐπειδὴ οὐκ εἰσὶν μὲν φαίνονται δὲ [*](344a) ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους τὸ μέγεθος ὄντες. ὅτι μὲν οὖν αἱ λεγόμεναι περὶ αὐτῶν αἰτίαι ψευδεῖς οὖσαι τυγχάνουσιν, εἰ μὴ διὰ πλείονων, ἀλλὰ καὶ διὰ τούτων ἱκανῶς δῆλόν ἐστιν.

7 ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι τις ἂν ὧδε περὶ τούτων μάλιστα συμβαίνειν· ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, ὅσον ὑπὸ τὴν ἐγκύκλιὸν ἐστιν φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν· αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπʼ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς κινήπροσπεφιλονείκεικεν] [*](25 E1: προσπεφιλονίκηκεν J: προσπεφιλονεικὼς F ‖ 26 γάρ om. F ‖ τῶν om. 𝔚 ‖ ἀστέρας] καὶ ἀστέρας F1 Ald. ‖ 28 δὲ om. E οἱ om. F ‖ ‖ 30 συνόδους] (συνο- supra add. Ν) ‖ ἐαυτοὶ 𝔚 ‖ τὸν ἀστέρα τὸν τοῦ διὸς τὸν F1(ut videtur) N: τὸν τοῦ διὸς ἀστέρα τὸν Ald. 31 δυσμοῖς J ‖ συνελθόντα] Ap; ἀπελθόντα N1: ὑκελθόντα Nvar. cet. Pl ‖ τινὶ] PlV: τινὰ E1: τινὶ δὶς Ecorr. m.1 (δὶς in ras.) 𝔄: om. PlM 32 γινόμενον Ν ‖ καὶ om. 𝔚 ‖ 33 κἃν] καὶ Ν εἰ om. F καὶ] Pl: κἂν F ‖ φαίνονται] PI: φαίνωνται Ecorr. m.1 𝔚 𝔐 𝔄corr. m.1 H F H(ut videtur) ‖ 34 ἀδιαίρετοί γε] ἀδιετοι E1 ‖ 36 μεῖζον om. Id. οὕτω F 𝔐 H Ν Pl ‖ 344 a 3 εἰ] κἂν εἰ Erec. 𝔚: καὶ εἰ F‖ 6 δυνατὸν] ἀδύνατον Evar. ‖ ἀνάγωμεν H Ν 7 τε om. Ν1 ‖ φαινομένων] Ap 0lp Plp: λεγομένων E 𝔚 ‖ 8 συμβαίνειν ex συμβαίνει corr. E1 ‖ 9 τοῦ περὶ] τὸ ὑπὲρ H 𝔚 ‖ ἔσται F1 Ν 11 δὲ αὐτή τε] δὲ Fcorr. m.1:  τὲ 𝔚 τοῦ] τὸ E1 ‖ ἐπὶ] ἔτι 𝔚: τὸ in ras.F1 ‖ 12 φορᾶς A(?) Pl: σφαίρας F 𝔐 𝔄 H N)

16
σεως τῆς κύκλῳ· φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾖ ἄν τύχῃ εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται· διὸ φαμεν γίγνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς. ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθʼ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχὺ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμπίπτῃ ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίγνεται κομήτης, ὅπως ἂν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχημαατισμένον· ἐὰν μὲν γὰρ πάντη ὁμοίως, κομήτης, ἐὰν δʼ ἐπὶ μῆκος, καλεῖται πωγωνίας. ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος φορὰ δοκεῖ εἶναι, οὕτως καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι· παραπλήσιον γὰρ τὸ γιγνόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν· φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυίαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν, ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτʼ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομμἡ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν. ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθʼ ἐαυ [*](13 post φερομένη in E ras. unius litt. 14 εὔπρατος (ut videtur) Ν1 ‖ 16 τὸν post εἰς)] ApWΑ Ol Pl: om. Ε 𝔚 F A ApI τὸν post διὰ)] PIV Pp: τὴν τῶν Ε 𝔚 F N rec. PIM 17 πολλὴ] Pl: πωπολλὴ E1: πολὺ N: om. Ol ‖ 18 καὶ ex καὶ μὴ corr. F1 ‖ ἐκκάειν Ε 𝔚 ‖ 19 καὶ ἐπὶ πολύ del. Th. ‖ 20 συμπίπτει J F 𝔄1 H Ν Εcorr. m.1 Ol PIV: συμπίπτειν PIM ‖ ἀναβαίνειν εὔκρατον marg. Erec. : (ευ- in ras. F1) τοῦτο post κομήτης (21) coll. F 22 μὲν supra add. Ν1 ἐὰν (2)] ἂν 𝔚 𝔄 N: τὸν Pl ‖ 23 δὲ om. 𝔚 24 φορὰ] Ol: om. 𝔚 PI οὔτω J 𝔚 𝔄 Ν OI PI ἡ ὁμοία om. Ald.: ὁμοία Th. 25 μονὴ δοκεῖ] OIV PI: δοκεῖ μονὴ F OlG Ald.: μονῇ δοκεῖ ci. Th. 27 ἀρκὴν om. E1 ‖ ἐμβάλλοι F: ἐμβάλει N 28 ἀστέρων] Pl: ἄστρων Ε 𝔚 29 μείνειε] OIV PIM: μείνειεν J 𝔄corr. m. 1: μήνειεν 𝔄1: μὲνοιε Ν: διαμείνειε Ε 𝔚: μείνοιε PIV: μείνει εἰ OlG ‖ 31 ἀρχὴ] ἡ ἀρχὴ 𝔚 𝔄 φορᾶς] φορᾶς τοῦ κομήτου Erec. F1 τελευτὴ] τελευταία F1: τελεντὴ ἀρχὴ E1: δὲ τελευτὴ ἀρχὴ 𝔚 ‖ 32 διαδρομῆς τοιοῦτον] (-ς in ras E1): διαδρομῆς τοῦ διαΐσσοντος τοιοῦτος καὶ F1: διαδρομῆς τοιοῦτος καὶ Ald. post διαδρομὴ in E ras. unius litt. 33 αὑτῷ H: αὐτῷ 𝔚 F Ν: αυτῷ J ὄτε Ν ‖ 34 αὐτῷ] ἑαυτῷ E1 ‖ ᾖ] εἴη F)
17
τὸν φαίνεται κομήτης· ὅταν δʼ ὑπὸ τῶν ἄστρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ [*](344b) ἀναθυμίασις, τότε κομήτης γίγνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίγνεται τοῖς ἄστροις, ἀλλʼ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀὴρ ὥστε τοῦτο γίγνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἶον ἄλως ἐστίν· πλὴν ἡ μὲν γίγνεται διʼ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δʼ ἐπ᾿ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν. ὅταν μὲν οὖν κατʼ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην ἥνπερ φέρεται ὁ ἀστήρ· ὅταν δὲ συστῇ καθʼ αὐτόν, τότε ὑπολειπόμενοι φαίνονται. τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην, ὡς ἄλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γιγνομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθʼ αὑτὸν γίγνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. περὶ μὲν οὖν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν· περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γιγνόμενοι πλείους πνεύματα καὶ αὐχμοὺς· δῆλον γὰρ ὅτι γίγνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι [*](35 κομήτης ὁ κομήτης Ιd. ἄστρων] ἄστρων γιγνόμενος Erec. 𝔚 ‖ 36 πλανη τῶν ἢ τῶν ἀπλανῶν Ald. συνίσταται Ecorr. m. 1 𝔚 𝔄 H N ἡ om. Ε 344 b 2 ἄλως F 𝔚 3 φαίνεται καὶ τὴν σελήνην 𝔄1; καὶ σελήνην φαίνονται Ald. μεθισταμένων] OI PI: μεθισταμένων τῶν ἄστρων F Ald. 6 οὕτως 𝔚 ‖ 9 φαίνεσθαι] PIV: φέρεσθαι 𝔚 H N 𝔚 Ρ PIM Pp ‖ 10 ἦπερ 𝔚 𝔄 H N1 φαίνεται Ν 11 καθʼ αὑτὸν συστῇ 𝔄 𝔚 H Ν φαίνεται Η rec.. 13 ὡς ἅλω] (-λ-in ras. E1) Νrec. : ὡς ἅλῳ J: ὡς ἄλως 𝔄 Hcorr. Pl: ὡς ἄλλῳ 𝔚 εἰς ἅλω N1: ὥσπερ ἡ ἅλω marg. Nrec.: ὡς τὴν ἅλως F1: ὡς τὴν ἄλω Fcorr. m. 1: ὥσπερ τὴν ἅλω Ol ‖ 14 πρὸς] εἰς Ν1 γιτνομὲνην] Fvar. PI PIV: γινόμενον F1 𝔚 𝔄: γινομὲνη PIM 15 μὴ μὴ εἶναι Ald. ἱπποκράτη 𝔚 16 καὶ (post ὅτι) om. F ‖ κατʼ αὐτοῦ E1: κατʼ αὐτοὺς 𝔚 πολλάκις καὶ] PI: om. E: καὶ πολλάκις καὶ 𝔚 𝔄 Ν PI 19 χρὴ] κου F1 20 πλείου Ap Plp: πλείω 𝔚 οἱ πλείους Cas. ‖ 21 ἔκκρισιν ex ἔκρεισιν corr. E1; ἔκκρησιν J)
18
καὶ διαλύεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ. σαφέστερον δʼ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ περὶ πνευμάτων λέγειν ἦ καιρός. ὅταν μὲν οὖν πυκνοὶ καὶ πλείους φαίνωνται, καθάπερ λέγομεν, ξηροὶ καὶ πνειυματώδεις γίγνονται οἱ ἐνιαυτοὶ ἐπιδήλως· ὅταν δὲ σπανιώτεροι καὶ ἀμαυρότεροι τὸ μέγεθος, ὁμοίως μὲν οὐ γίγνεται τὸ τοιοῦ τον, οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίγνεταὶ τις ὑπερβολὴ πνεύματος ἢ κατὰ χρόνον ἢ κατὰ μέγεθος, ἐπεὶ καὶ ὅτε ὁ ἐν Aἰγὸς ποταμοῖς ἔπεσε λίθος ἐκ τοῦ ἀέρος, ὑπὸ πνεύματος ἀρθεὶς ἐξέπεσε μεθʼ ἡμέραν· ἔτυχε δὲ καὶ τότε κομήτης ἀστὴρ γενόμενος ἀφʼ ἐσπέρας. καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην ξηρὸς ἦν ὁ χειμὼν καὶ βόρειος, καὶ τὸ κῦμα διʼ ἐναντίωσιν ἐγένετο πνευμάτων· ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας. ἔτι δʼ ἐπʼ [*](345a) ἄρχοντος Νικομάχου ἐγένετο ὀλίγας ἡμέρας κομήτης περὶ τὸν ἰσημερινὸν κύκλον, οὐκ ἀφʼ ἐσπέρας ποιησάμενος τὴν ἀνατολήν, ἐφʼ ᾧ τὸ περὶ Κόρινθον πνεῦμα γενέσθαι συνέπεσεν. τοῦ δὲ μὴ γίγνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντός, αἴτιος ἡ τοῦ ἡλίου καὶ ἡ τῶν ἀστέρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον. μάλιστα δʼ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν.

[*](25 καὶ (post ἐροῦμεν) supra add. F1 27 φαίνονται J λέγωμεν 𝔄 Ν1 ‖ 29 ἀμαυρότεροι ex μαυρώτεροι (ut videtur) corr. E1: ἀμαυρώτεροι J οὐ] οὖν 𝔚 γίγνονται Ald. τὸ (post γίγνεται) om. F 31 μέγεθος] μέγεθος οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίνει N1 ὁ in ras. E1: supra add. F1 32 ποταμοῖς ex ποταμὸς corr. F1 πνευμάτων Ν 33 ἔκεσε E1 𝔅 ἑξὲπεσε δὲ Frec. ‖ μεθʼ] μέγαθ᾿ (ut videtur) E1 34 γιγνόμενος 𝔚 ‖ ἀστλρα ex ἀστέραν corr. E1 ‖ 35 βόριος J ‖ 36 ἐγένετο] Ap: ἐγίγνετο E 𝔚 345 a 1-2 βορέας — νικομάχου ἐγένετο marg. F1 1 νότος] (-ς in ras. 2 vel 3 litt. E1) ἔπνει ci. Th. 2 ἐγένετο νικομάχου E1: ἐγένετο νικομάχου ἀθήνησιν Εrec. 𝔚 (Ap) 6-7 αἴτιος ἡ] αἴτιος τε Ε 𝔚 Ρ P1: αἰτία ἡ J corr.. m.1 F 𝔚 𝔄 H Ν: αἰτια J1: αἰτία ἢ τε (ut videtur) Ap: γίνεται αἴτιος τε Ald. 7 ἀστέρων] Ap: ἄστρων Εcorr. m. 1 𝔚 PI ‖ θερμόν] θερ E1)
19

8 ὅπως δὲ καὶ διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τὶ ἐστι τὸ γάλα, λέγωμεν ἢδη. προδιέλθωμεν δὲ καὶ περὶ τούτου τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων, κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτῶν. ἄτοπον δὲ τὸ μὴ συννοεῖν ὅτι εἴπερ τοῦτʼ ἦν τὸ αἴτιον, ἔδει καὶ τὸν τῶν ζῳδίων κύκλον οὕτως ἔχειν, καὶ μᾶλλον ἢ τὸν τοῦ γάλακτος· ἀπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα καὶ οὐχ ὁ ἥλιος μόνος. δῆλος δʼ ἡμῖν ἅπας ὁ κύκλος· αἰεὶ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον τῆς νυκτός. ἀλλὰ πεπονθὼς οὐδὲν φαίνεται τοιοῦτον, πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ γάλακτος κύκλον. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν· τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἕνια τῶν ἄστρων. ὅσα μὲν οὖν περιορᾶται ὑπʼ αὐτοῦ, τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς (κωλύεσθαι γὰρ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων)· ὅσοις δʼ ἀντιφράττει ἡ γῇ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὸ τούτων οἰκεῖον φῶς εἶναί φασι τὸ γάλα. φανερὸν δʼ ὅτι καὶ τοῦτʼ ἀδύνατον· τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ. ἔδει οὖν μεθισταμένου τοῦ ἡλίου μεθίστα- [*](12 περὶ in παρὰ mut. 𝔚1 ‖ 13 περὶ 𝔐1 𝔄1 Ald.: ὑπὸ Ap ‖ 14 μὲν] μὲν οὖν Ε ‖ 15 ἀστέρων] Ap Ocl Plp: ἄστρων E 𝔚 ‖ 16 φθοράν] Εcorr. m. 1 Ap PI: φοράν E1 J F N: ὁδὸν Op τὸν (post τοῦτον) in eras. κύκλω 𝔚 𝔄 ‖ 17 τὸν τόπον τοῦτον] PIV: τοῦτον τὸν τόπον F 𝔄 H: τοῦτον τὸν τρόπον H N: τὸν τόπον E 𝔄: τόπον PIM ‖ 18 αὐτοῦ Εcorr. m. 1 𝔚 𝔄 F N PI ‖ 20 ζῳδίων in ζωδιακῶν mut. E1 ἢ τὸν τοῦ γάλακτος om. E1 ‖ 21 φαίνεται Ε ‖ 22 ἀεὶ Ε 𝔚 𝔐 𝔄 F Ν 23 ἡμικύκλιον τὸ ἡμικύκλιον 𝔐 Ald. πεπονθὸς J N ‖ 24 τις Ε1 αὐτοῦ om. Ν τὸν om. 𝔚1 25 καὶ] καὶ καὶ J ‖ 31 φῶς φασιν εἶναι Ε 𝔚: εἶναι φῶς PI ‖ 32 ἀεὶ] (α- supra add. Ε1) ‖ 33 μέγιστος ὢν] PI: μέγας E1 𝔚: μέγιστος Εvar. μέγιστος ὢν ὁ Oc: μέσον ὢν ὁ Ol: μέγιστος εἷναι Ald. δὲ] τε 𝔚 ‖ 34 ὁρώμανα] ὁρώμενα καὶ γὰρ τὰ ὁρώμενα 𝔚 ‖ 35 μένειν] μένειν τὸν ἥλιον 𝔄 H N)

20
σθαι καὶ τὸ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γιγνόμενον. πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν [*](345b) θεωρήμασιν, τὸ τοῦ ἡλίου μέγεθος μεῖζόν ἐστιν ἢ τὸ τῆς γύης καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ τὸ τοῦ ἡλίου, καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης, οὐκ ἂν πόρρω που τῆς γῆς ὁ κῶνος ὁ ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας, οὐδʼ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ· ἀλλʼ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν, καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν. ἔτι δʼ ἐστὶν τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσιν γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. ἀδύνατον δὲ καὶ τοῦτο εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἄπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ φαίνοιτʼ ἂν μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μὲν ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μήτε ἰσοταχῶς μηδʼ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου. τὰ δʼ ἐν τῷ τοῦ γάλακτος κύκλῳ φερδμενα ἄστρα κινεῖται καὶ ὁ ἥλιος πρὸς ὃν ἡ ἀνάκλασις, μενόντων ἡμῶν, καὶ ὁμοίως καὶ ἴσον πρὸς ἡμᾶς ἀπέχοντα, αὐτῶν δʼ οὐκ ἴσον· ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δὲ ἔωθεν, τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ. καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις. ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαί [*](345 b 1 νῦν] Ol: om. E 𝔚 Hcorr. Pl ‖ ἀστρολογίας H Ν 2 τὸ] οὔτως ἔχει καὶ τὸ τε Ε 𝔚 PI ‖ ἢ ὁ in ras. 3 itt. F1 ‖ 5 πρὸς τὴν γῆν τῇ γῇ E1 ‖ που] τοῦ 𝔚 6 τῆς] ἀπὸ τῆς Ε 𝔚 P1 ‖ συμβάλλοι Nvar.: συμβάλλει Ν1 ‖ 8 ἀλλʼ ex corr. J1: supra add. N1 περιωρᾶν E1 ‖ 13 ἄπαν om. E 14 τὸ αὐτὸ] ἐν τῷ αὐτῷ 𝔄1 16 μὲν corr. F1: μέν F1 (seq. rasura unius litt.): μένοι 𝔄 H PI PIV: μένει Nrec. Ol PIM: μέντοι 𝔐 17 μήτε] μὴ Ε 𝔚 Ac Pl ‖ μηδʼ] Ac Pl: μήτʼ J H H Ν: μήτε F αἰεὶ 𝔚 18 αὐτὴν] αὐτὴν εἶναι Ν 19 τῷ] τούτω Ε 20 καὶ om. E1 22 μέσον E 23 ἀνατέλλει F ‖ δὲ (ante μόρια) om. J1: post μόρια add. jrec. 24 μένοι 𝔐 𝔄 H ‖ 26 ἐν] (-n in ras. 2 vel 3 litt. 𝔄1) ‖ τοῖς] PIV: om. E 𝔚 Ol PIM ‖ γάλα] γὰραλα E1: γὰρ γάλα corr. 1)
21
νεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν; ὅτι μὲν οὖν οὔτε ὁδὸς τῶν πλανήτων οὐδενὸς οὔτε φῶς ἐστι τῶν μὴ ὁρωμένων ἄστρων οὔτʼ ἀνάκλασις, ἐκ τούτων φανερόν. σχεδὸν δὲ ταῦτʼ ἐστὶν μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων. ἡμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τοιαύτην σύστασιν οἴαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον δὴ δεῖ νοῆσαι γιγνόμενον ὅπερ ἐπʼ ἐκείνων, ὅταν μὴ αὐτὴ [*](346a) καθʼ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλʼ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων· τὸτε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορῇ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγκρισιν, ἀφʼ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ. ὃ δὴ καθʼ ἔνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γιγνόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν πάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν ἀέρα [*](9a) τε καὶ διακρίνειν διὰ τὸ τοῦ κύκλου μέγεθος.ἀνάγκη τοί [*](9b) νυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο [*](9c) ποιήσειν φοράν --- χρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ [*](9d) διὰ τὸ μέγεθος γιγνομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ. καὶ πρὸς τούτοις ἔτι καθʼ ὃν τόπον πυκνότατα καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων. ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν [*](27 ἀντανακλᾶσθαι Ald. ‖ 30 μόνον τὰ μόνα τὰ F1: τὰ γε Ε 𝔚 ‖ παραδιδόμενα Ν ‖ 31 λέγομεν E1 𝔚corr. ‖ 32 ἀρχὴν ἡμῖν marg. Erec. ‖ 33 λεγομένου] Ocl Plp: om. E 𝔚 Ap ‖ 34 ἀποκρίνεσθαι] Pp: ἀποκρίνασθαι : ἀποκρίνασθα τὴν Ν1: ἀποκρίνεσθαι τὴν Ap P ‖ 35 οἵους E1 ‖ δὲ 𝔚: δεῖ corr. ‖ 36 corr. 𝔄1 ‖ γιγνόμενον Ol Pl: τὸ γιγνόμενον Cam. 346 a οὖτοι] Pl: τοιοῦτοι Ε 𝔚 ‖ 6 δὲ Ald. 8 ηπερ E1 ‖  κίνησις] κίνησις ἀνάπτει Ald. 9 ἁπάντων J 𝔄 H N ποιεᾶ E ‖ τοιοῦτο J 𝔐1 𝔄 𝔚 ‖ ἀέρα — μέγεθος (9 a) om. J E 𝔚: (in voc. ἐκριπίζειν cadit Pl) 9 a τε om. 𝔐 𝔄corr.. F H Ν διὰ ιὰ 𝔄1 ‖ ἀνάγκη — ποιήση (9 d) praebet Ol, omittunt codd. 9 b αὐτῶν om. G ‖ 10 καὶ (ante πρὸς)] ἀένα καὶ corr. F1 ‖ καὶ (ante πλεῖστα) om. 𝔚 ‖ 11 ὁ] ὁ τὸπος corr. E1 ‖ τῶν] τὴν τῶν Ν 12 ζῳδίων] PIV: ζωδίων κύκλος F: ζῳδίων τόπος PIM)
22
διαλύει τὴν τοιαύτην σύστασιν· διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίγνονται τῶν τροπικῶν. ἔτι δʼ οὔτε περὶ τὸν ἥλιον ὔοτε περὶ σελήνην γίγνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν. οὗτος δʼ ὁ κύκλος ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσιν, ὅ τε μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶν τῶν μεγίστων καὶ λαμπροτάτων, καὶ ἔτι τῶν σποράδων καλουμένων (τοῦτο δʼ ἐστὶν καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροίζεσθαι τὴν σύγκρισιν. σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρῳ ἡμικυκλίῳ τῷ τὸ δίπλωμα ἔχοντι· ἐν τούτῳ γὰρ πλείω καὶ πυκνότερά ἐστιν ἄστρα ἢ ἐν θατέρῳ, ὡς οὐ διʼ ἑτέραν τινʼ αἰτίαν γιγνομένου τοῦ φέγγους ἢ διὰ τὴν τῶν ἄστρων φοράν· εἰ γὰρ ἔν τε τῷ κύκλῳ τούτῳ γίγνεται ἐν ᾧ τὰ πλεῖστα κεῖται τῶν ἄστρων, καὶ αὐτοῦ τοῦ κύκλου ἐν ᾧ μᾶλλον φαίνεται καταπεπυκνῶσθαι καὶ μεγέθει καὶ πλήθει ἀστέρων, ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν εἶναι τοῦ πάθους. θεωρείσθω δʼ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς. τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηθεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῶν κύκλων τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς. ὥστʼ εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα [*](346b) τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν· ὃ γὰρ ἐκεῖ [*](13 διακωλύει Fvar. 16 ἐντὸς E ‖ τὸν] Plp: om. E ‖ 15 σελήνηπ] τὴν σελήνην F 𝔚 𝔄 Ν Plp κόμη] Plp: κομότης Ε 𝔚 ‖ 16 τοιαύτην] Pl: τὴν τοιαύτην F Ν ‖ οὗτος] Plp: αὐτὸς Ε 𝔚 17 ὅ τε] ὅτι τε F: om. 𝔐 H Ν Pl ‖ μέγιστοι Ν τυγχάνει ex τυγχάνη corr. E1 ‖ 18 οὖτος Ν 19 τῶν] τῶν τε Ε 𝔚 F PI ‖ 22 ταύτην] ταύτη ci. Th. πᾶσαν om. Ν 24 τῷ τὸ] τοῦτο E1 ‖ διπλήρωμα 1 ‖ 25 ἄστρα] τὰ ἄστρα Ν ἢ om. E ‖ 26 δι᾿] διὰ F: δ᾿ Ν ‖ 28 τὰ om. E 𝔚 ‖ 30 ὑπολαμβεῖν (-ει- ex α corr.) E1 | 32 σπορος E1 ‖ 33 ἔστιν Ε 𝔚 F PI ‖ 34 ἀναβλὲπτουσιν 𝔅 ‖ 35 τῶν κύκλων] τῶ κύκλων 𝔄1: τῷ οὐρανῷ F1; τῷ γάλακτι κύκλῳ Frec. ‖ 36 ἀστέρων τοιούτων H Ν ‖ ἐστίν] PIM: εἰσίν PIV Ald. ‖ 346 b 3 ὑποληπτέον τρόπον] PI: τρόπον ὑποληπτέον 𝔐 𝔄 F H Ν)
23
περὶ ἕνα ἐστὶν πάθος ἡ κόμη, τοῦτο περὶ κύκλον τινὰ συμβαίνει γίγνεσθαι τὸ αὐτό, καὶ ἔστιν τὸ γάλα, ὡς εἰπεῖν οἷον ὁριζόμενον, ἡ τοῦ μεγίστου διὰ τὴν ἔκκρισιν κύκλου κόμη. διὸ καθάπερ πρότερον εἴπομεν, οὐ πολλοὶ οὐδὲ πολλάκις γίγνονται κομῇται, διὰ τὸ συνεχῶς ἀποκεκρίσθαι καὶ ἀποκρίνεσθαι καθʼ ἑκάστην περίοδον εἰς τοῦτον τὸν τόπον αἰεὶ τὴν τοιαύτην σύστασιν. περὶ μὲν οὖν τῶν γιγνομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἄστρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γάρ εἰσιν τοσαῦτα τὰ πάθη τὰ φαινόμενα περί τὸν τόπον τοῦτον.

9 περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν, λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ, ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάντων ὁμοίως. ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίγνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι. μενούσης δὲ τῆς γῆς, τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν [*](4 ἡ marg. 𝔄1 ‖ 6 οἷον supra add. Ν1 ‖ ἡ om. Ε ‖ 7 διὸ] OI: διόπερ Ε 𝔚 εἴπομεν πρότερον Ε 𝔚 OI ‖ 7-8 κομῆται γίνονται F ‖ 8 -σθαι τε καὶ ἀποκρίνε- marg. Εrec. καὶ] τε καὶ Erec. 𝔚 H N 9 τρόπον 𝔚 ‖ ἀεὶ Ε 𝔐 𝔄 F H N 10 σύστασιν] ἀναθυμίασιν F 11 ταῖς] ταῖς ἄνω Par. 2032 Par. suppl. 642 Ald. ‖ σφαίραις Fcorr. τε] δὲ J1 ‖ 12 τῆς (post καὶ) τοῖς 𝔚 ‖ ἐμπιμπραμένης Fcorr. 𝔚 13 δὲ] Pl: om. Ε 𝔚 ‖ 14 εἰσιν] PIV: ἐστι J  F 𝔐 𝔄 H N OI PIM τοσαῦτα var. Frec.: ταῦτα F1 ‖ τὰ (ante πάθη) Plp: om. E Ol ‖ περὶ περὶ τε Ald. 17 λέγομεν E1 𝔐corr. ‖ 18 καὶ (ante ἀέρος) supra add. 𝔐rec. ‖ 20 οὖν supra add. F1 ‖ 20—21 πρώτη καὶ κυρία F 21 ὁ κύκλος ἐστίν] Fvar.: ὁ οὐρανὸς ἐστίν F1: ἐστιν ὁ κύκλος Ald. 23 φορᾶς Ε 24 δὲ] δὲ μέσω F ‖ 25 τῆς (post ἄλλης) om. 𝔐 𝔄 Ν 26 ἀπολιπούσης Ol: ἀπολειπούσης Εcorr.. m.1 𝔐 𝔄(-ε- in ras. m. 1) H Ν ‖ ἀναγαγούσης H Ν ‖ 28 καὶ om. F)

24
ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίγνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ πάλιν φέρεται πρὸς τὴν γῆν. ἔστι δʼ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δʼ ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ὁμίχλη δὲ νεφέλης περίττωμα τῆς εἰς ὕδωρ συγκρίσεως. διὸ σημεῖον μᾶλλόν ἐστιν εὐδίας ἢ ὑδάτων· οἶον γάρ ἐστιν ἡ ὁμίχλη νεφέλη ἄγονος. γίγνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν τοῦ ἡλίου κύκλον· ἄμμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει καὶ οὗτος ἄνω καὶ κάτω.[*](347a) δεῖ δὲ νοῆσαι τοῦτον ὥσπερ ποταμὸν ῥέοντα κύκλῳ ἄνω καὶ κάτω, κοινὸν ἀέρος καὶ ὕδατος· πλησίον μὲν γὰρ ὄντος τοῦ ἡλίου ὁ τῆς ἀτμίδος ἄνω ῥεῖ ποταμός, ἀφισταμένου δὲ ὁ τοῦ ὕδατος κάτω. καὶ τοῦτʼ ἐνδελεχὲς ἐθέλει γίγνεσθαι κατά γε τὴν τάξιν· ὥστʼ εἴπερ ἠνίττοντο τὸν ὠκεανὸν οἱ πρότερον, τάχʼ ἂν τοῦτον τὸν ποταμὸν λέγοιεν τὸν κύκλῳ ῤέοντα περὶ τὴν γῆν. ἀναγομένου δὲ τοῦ ὑγροῦ αἰεὶ διὰ τὴν τοῦ θερμοῦ δύναμιν καὶ πάλιν φερομένου κάτω διὰ τὴν φύξιν πρὸς τὴν γῆν, οἰκείως τὰ ὀνόματα τοῖς πάθεσιν κεῖται καί τισιν διαφοραῖς αὐτῶν· ὅταν μὲν γὰρ κατὰ μικρὰ φέρηται, ψακάδες, ὅταν δὲ κατὰ μείζω μόρια, ὑετὸς καλεῖται.

10 ἐκ δὲ τοῦ καθʼ ἡμέραν ἀτμίζοντος ὅσον ἂν μὴ μετεωρισθῇ διʼ ὀλιγότητα τοῦ ἀνάγοντος αὐτὸ πυρὸς πρὸς τὸ ἀναγόμενον ὕδωρ, πάλιν καταφερόμενον ὅταν ψυχθῇ νύκτωρ, καλεῖται δρόσος καὶ πάχνη, πάχνη μὲν ὅταν ἡ ἀτμὶς παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν (γίγνεται δὲ χειμῶνος, καὶ μᾶλλον ἐν τοῖς χειμερινοῖς τόποις), δρόσος δʼ ὅταν συγκριθῇ εἰς ὕδωρ ἡ ἀτμίς, καὶ μήθʼ οὕτως ἔχ ἡ [*](29 τὴν γῆν 𝔚 ‖ 30 γίγνεται] γίνεται μὲν 𝔚 ‖  31 φέρεται πάλιν 𝔚 PI ‖ 33—34 τῆς εἰς ὕδωρ σνγκρίσεωε alio quo traicienda censet Th. 34 διὸ] διόπερ Ε 𝔚 εἰσὶν Ε 𝔚 ‖ εὐδίας marg. Nrec. ‖ ἢ om. J: a antecedit in Ε rasura unius litt. 35 ἄονος Η ‖ 36 κύκλος] ὁ κύκλος 𝔚 𝔄 Fvar. Η Ν: οὐρανὸς F1 ‖ 347 a 2 δεῖ δὲ] καὶ δεῖ Ε 𝔚 ‖ κύκλον 𝔚 ‖ 4 ὁ (post δὲ) om. 𝔐 𝔄1 E1 𝔚 ‖ 5 ἐνδελεχῶς Ν1 (ut videtur) θέλει Ν1 𝔚: om. Ald. 8 ἀναγομένη 𝔄1 δὲ post οἰκείως (10) coll. Th., qui ἀναγομὲνου γῆν cum antecedentibus coniungit ἀεὶ Ε 𝔚 𝔐 F Η Ν ‖ 10 τισιν] ταῖς in ras. F1 ‖ 11 μικρὸν Ald. ‖ ψεκάδες Εcorr. m. 1 cet. 13 ἀτμισθέντος var. Νrec. ‖ 15 ψυχῇ N1 ‖ 16 πάχνη alterum marg. 1 17 συγκρνθῆ F ‖ 18 τοῖς om. Ιd. ‖ 19 ἔχη ἡ] ᾖ J F  𝔐 𝔄 Η Ν)

25
ἀλέα ὥστε ξηρᾶναι τὸ ἀναχθέν, μήθʼ οὕτω ψῦχος ὥστε παγῆναι τὴν ἀτμίδα αὐτὴν διὰ τὸ ἢ τὸν τόπον ἀλεεινότερον ἢ τὴν ὥραν εἶναι· γίγνεται γὰρ μᾶλλον ἡ δρόσος ἐν εὐδίᾳ καὶ ἐν τοῖς εὐδιεινοτέροις τόποις, ἡ δὲ πάχνη, καθάπερ εἴρηται, τοὐναντίον· δῆλον γὰρ ὡς ἡ ἀτμὶς θερμότερον ὕδατος (ἔχει γὰρ τὸ ἀνάγον ἔτι πῦρ), ὥστε πλείονος ψυχρότητος αὐτὴν πῆξαι. γίγνεται δʼ ἄμφω αἰθρίας τε καὶ νηνεμίας· οὔτε γὰρ ἀναχθήσεται μὴ οὔσης αἰθρίας, οὔτε συστῆναι δύναιτʼ ἂν ἀνέμου πνέοντος. σημεῖον δʼ ὅτι γίγνεται ταῦτα διὰ τὸ μὴ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα· ἐν γὰρ τοῖς ὄρεσιν οὐ γίγνεται πάχνη. αἰτία δὲ μία μὲν αὕτη, ὅτι ἀνάγεται ἐκ τῶν κοίλων καὶ ἐφύδρων τόπων, ὥστε καθάπερ φορτίον φέρουσα πλέον ἡ ἀνάγουσα θερμότης ἢ καθʼ ἑαυτὴν οὐ δύναται μετεωρίζειν ἐπὶ πολὺν τόπον αὐτὸ τοῦ ὕψους, ἀλλʼ ἐγγὺς ἀφησι πάλιν· ἑτέρα δʼ ὅτι καὶ ῥεῖ μάλιστα ὁ ἀὴρ ῥέων ἐν τοῖς ὑψηλοῖς, ὃς διαλύει τὴν σύστασιν τὴν τοιαύτην. γίγνεται δʼ ἡ δρόσος πανταχοῦ νοτίοις, οὐ βορείοις, πλὴν ἐν τῷ Πόντῳ. ἐκεῖ δὲ τοὐναντίον· βορείοις μὲν γὰρ γίγνεται, νοτίοις δʼ οὐ [*](347b) γίγνεται. αἴτιον δʼ ὁμοίως ὥσπερ ὅτι εὐδίας μὲν γίγνεται, χειμῶνος δʼ οὔ· ὁ μὲν γὰρ νότος εὐδίαν ποιεῖ, ὁ δὲ βορέας χειμῶνα· ψυχρὸς γάρ, ὥστʼ ἐκ τοῦ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν θερμότητα. ἐν δὲ τῷ Πόντῳ ὁ μὲν νότος οὐχ οὕτως ποιεῖ εὐδίαν ὥστε γίγνεσθαι ἀτμίδα, ὁ δὲ βορέας διὰ τὴν ψυχρότητα ἀντιπεριιστὰς τὸ θερμὸν ἀθροίζει, ὥστε πλέον ἀτμίζει μᾶλλον. πολλάκις δὲ τοῦτο καὶ [*](20 οὕτως H Ν 𝔚 ‖ ψύχος supra add. Erec. ‖ 21 ἀλεεινότερον] (ε prima et ο prior in rass. E1) 22 μᾶλλον supra add. Erec. εὐδείᾳ J ‖ 24 ὡς] Ol: ὅτι J F 𝔄 Ν ‖ θερμότης Ν: ἐκ θερμοτέρου Frec.; θερμοτέρα Ald. ὕδατος] ὕδατος δὲ Frec. ‖ 25 πλείονος] πλείονος δεῖ 𝔚 ‖ 28 γίγνεται ex γνεται corr. J1 ‖ 29 τὴν supra add. Ν1 ‖ ἐν] Op: ἐπὶ Ε 𝔚 Ap ‖ οὐ] οὔτε E1 ‖ 30 κοίλων ex κύλων corr. Ε1 32 κατʼ αὐτὴν 𝔚 ‖ 33 τοῦ] ἀπὸ τοῦ Ald. ‖ 34 καὶ φεῖ] δικαιρεῖ E1 (ut vi- detur): διαιρεῖ 𝔚 Vindobon. 75 m. 1: διαρρεῖ Vindobon. 75 m. rec. Ald. ‖ ῥέων] (ῥε- in ras. E1): ὢν Ald. 35 ὑψιλοῖς ‖ σύστασιν τὴν τοιαύτην] τοιαύτην σύστασιν Ε 𝔚 Ν ‖ 37 βορείοις — οὐ γίγνεται (347 b 1) uncis seclusit Ιd. ‖ 37 νοτίοις ex οτίοις corr. E1: νότιος 𝔚 ‖ 347 b 1 ὅτι ὥσπερ Ald. ‖ 5 οὕτω J ‖ 7 ἀτμίζειν E1 ‖ δὲ] δὲ καὶ Ald.)
26
ἐν τοῖς ἔξω τόποις ἰδεῖν γιγνόμενον ἔστιν· ἀτμίζει γὰρ τὰ φρέατα βορείοις μᾶλλον ἢ νοτίοις· ἀλλὰ τὰ μὲν βόρεια σβέννυσιν πρὶν συστῆναί τι πλῆθος, ἐν δὲ τοῖς νοτίοις ἐᾶται ἀθροίζεσθαι ἡ ἀναθυμίασις. αὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ τὰ νέφη τόπῳ.

11 ἐκεῖθεν γὰρ τρία φοιτᾷ σώματα συνιστάμενα διὰ τὴν ψύξιν, ὕδωρ καὶ χιὼν καὶ χάλαζα. τούτων δὲ τὰ μὲν δύο ἀνάλογον καὶ διὰ τὰς αὐτὰς αἰτίας γίγνεται τοῖς κάτω, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι· χιὼν γὰρ καὶ πάχνη ταὐτόν, καὶ ὑετὸς καὶ δρόσος, ἀλλὰ τὸ μὲν πολὺ τὸ δʼ ὀλίγον. ὁ μὲν γὰρ ὑετὸς ἐκ πολλῆς ἀτμίδος γίγνεται ψυ χομένης· τούτου δʼ αἴτιον ὅ τε τόπος πολὺς καὶ ὁ χρόνος ὥν, ἐν ὁ συλλέγεται καὶ ἐξ οὗ. τὸ δʼ ὀλίγον ἡ δρόσος· ἐφήμερος γὰρ ἡ σύστασις καὶ ὁ τόπος μικρός· δηλοῖ τε ἥ τε γένεσις οὖσα ταχεῖα καὶ βραχὺ τὸ πλῆθος. ὁμοίως δὲ καὶ πάχνη καὶ χιών· ὅταν γὰρ παγῇ τὸ νέφος, χιών ἐστιν, ὅταν δʼ ἡ ἀτμίς, πάχνη. διὸ ἢ ὥρας ἢ χώρας ἐστὶν σημεῖον ψυχρᾶς· οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς ἐνούσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψῦχος· ἐν γὰρ τῷ νέφει ἔτι ἔνεστιν πολὺ θερμὸν τὸ ὑπόλοιπον τοῦ ἐξατμίσαντος ἐκ τῆς γῆς τὸ ὑγρὸν πυρός. χάλαζα δʼ ἐκεῖ μὲν γίγνεται, ἐν δὲ τῷ πλησίον τῆς γῆς ἀτμίζοντι τοῦτʼ ἐκλείπει· καθάπερ γὰρ εἴπομεν, ὡς μὲν ἐκεῖ χιών, ἐνταῦθα γίγνεται πάχνη, ὡς δʼ ἐκεῖ ὑετός, ἐνταῦθα δρόσος· ὡς δʼ ἐκεῖ χάλαζα, ἐνταῦθα οὐκ ἀνταποδίδωσι τὸ ὅμοιον. τὸ δʼ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔσται δῆλον.

[*](8 γιγνόμενον ἔστιν] γίνεται Ald. ‖ ἀτμίζειν Ald. γὰρ om. E1 ‖ 9 νοτίοις ex νότοις corr. F1 ‖ 10 ἐᾶτε Ε1 ‖ 12 κεῖθεν E1 13 ψύξιν var. F: πῆξιν F1: ψύξιν καὶ E1 16 ἧττον] τῶ ἦττον Ν γάρ] δὲ 𝔄 ‖ 20 ὤν] ὃν corr. E1 ‖ 21 τε] δὲ Ε H N: δ᾿ 𝔚 ‖ 22 τε om. 𝔚 ‖ τακεῖα] βρακεῖα Ε 𝔚 23 ἐστὶ χμὼν Ν 24 δʼ ἡ] δι᾿ E1 ‖ διὸ] διὸ καὶ F ‖ σημεῖόν ἐστιν J F 𝔐 𝔄 H Ν ‖ 25 ἐπήγνυτο] Cam.: ἐπήγνυεν codd.: ἐπϊγνοι ΟlV: ἐπιγνοῖεν OlG: ἐπηγνύετο Ald. ‖ 26 γὰρ supra add. Erec. ‖ νέφει ἔτι] έφειτι E1 ἓν ἐστὶ Ν 27 θερμὸν] τὸ θερμὸν E 𝔚 ‖ ἐξατμίζοντος 𝔄 28 πυρὸς supra add. Erec. ‖ δὲ (post ἐν) supra add F1 ‖ 29 ἀτμίζονται Ν ἐκλήπει (ut videtur) E1: ἐλλείπει Ecorr. 𝔚 ‖ γὰρ om. 𝔚 ‖ 30 (1)] ἀλλʼ ὡς 𝔚 ‖ χειὼν J: (-ι- in ras. E1) ‖ 31 ἐνταῦθα (1)] ἐνταῦθα δὲ Ε)