Meteorologica

Aristotle

Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919

4 περὶ δὲ πνευμάτων λέγωμεν, λαβόντες ἀρχὴν τὴν εἰρημένην ἡμῖν ἤδη πρότερον. ἔστι γὰρ δύ᾿ εἴδη τῆς ἀναθυμιάσεως, ὥς φαμεν, ἡ μὲν ὑγρὰ ἡ δὲ ξηρά· καλεῖται δ᾿ ἡ μὲν ἀτμίς, ἡ δὲ τὸ μὲν ὅλον ἀνώνυμος, τῷ δ᾿ ἐπὶ μέρους ἀνάγκη χρωμένους καθόλου προσαγορεύειν αὐτὴν οἷον καπνόν· ἔστι δ᾿ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ, ἀλλὰ πάντα ταῦτα λέγεται κατὰ τὴν ὑπεροχήν. φερομένου δὴ τοῦ ἡλίου κύκλῳ, καὶ ὅταν μὲν [*](14 μεταβάλλει καὶ μεταβάλλει (-ει ex corr. m. 1) 15 ἐν τὰ ἐν J  𝔚 σικάνῃ τῆς σικελίας] Fvar. (Ap): σικανικῇ τῆς σικελίας E: σικα τῆς σιλείας 𝔚: σικελία F1 ‖ ἐκεῖ] ἐκεῖνα 𝔚 ‖ ὀξάλμη] (ο- in ras. E1) 16 ὀξεῖ J1 ἔνια] (-νια ex corr. E1) 17 λύγκην F 18 ὀξέως J1 F τὴν σκυθικὴν δὲ F αὐτῆς αὐτῆς εἰς 𝔚 ‖ 19 ἐμβάλλει F ‖ πικρὸν] (πι- in ras. E1) δὲ om. N ‖ 20 ποῖοι] (Ap): ποιῶν 𝔄: ποῖοι δὲ Ecorr. (-οι in ras. m. 1, δὲ supra add.) Frec. Nrec. ‖ χυμοὶ ἐκ ποίων om. 𝔄 ‖ 21 γίγνονται] εἴρηνται F1 ‖ δὲ] (Ap): om. Ecorr. m. 1 𝔚 22 οὖν om. N ‖ ὕδατος] Acl Ol: ὑδάτων Ecorr. m. 1 𝔚 N1(?) θαλάσσης F ‖ 23 συνεχῶς] συν και τις η φυσις συνεχως (συ- altera in ras. m. 1) E1 ‖ καὶ πῶς τε μεταβάλλουσι E: post αὐτῶν (24) coll. 𝔚 24 ὅσα] Ol: ὁπόσα (ο altera ex corr. E) E 𝔚 ‖ 25 ἢ] καὶ ci. Bon. ‖ 27 λέγωμεν] AlW Ol: λέγομεν Jcorr. m. 𝔐1 𝔄 N Ecorr. AllA ‖ ἀρχὴν] Al: ἄλλην ἀρχὴν H N: τὴν ἀρχὴν Ol: 28 ἤδη] Al: (η prima in ras. E1): om. Ol ‖ δύο ἤδη 𝔄1: εἴδη δύο N 29 καλεῖται] (post κ in 𝔄 ras. unius litt.) 30 ὅλον μὲν E1 ‖ ἀνώνυμος] (ν altera in ras. E1) τῷ] τὸ N 31 ἀναγκαῖον (ut videtur) H1: ἀνάξίω N1 ‖ χρωμένους E: χρωμένη 𝔄1 ‖ αὐτὸν H1(?) N ‖ 32 δὲ ὅτε N1 ‖ ξηρὸν ἄνευ τοῦ ὑγροῦ N ‖ 32—33 ξηρὸν ἄνευ τοῦ ὑγροῦ corr. F1: ὑγρὸν ἄνευ τοῦ ξηροῦ H N ‖ 33 ταῦτα πάντα 𝔐 F: καὶ ταῦτα πάντα N ‖ 34 δὲ 𝔐)

62
πλησιάζῃ, τῇ θερμότητι ἀνάγοντος τὸ ὑγρόν, πορρωτέρω δὲ γιγνομένου διὰ τὴν ψύξιν συνισταμένης πάλιν τῆς ἀναχθείσης [*](360a) ἀτμίδος εἰς ὕδωρ (διὸ χειμῶνός τε μᾶλλον γίγνεται τὰ ὕδατα, καὶ νύκτωρ ἢ μεθ᾿ ἡμέραν· ἀλλ᾿ οὐ δοκεῖ, διὰ τὸ λανθάνειν τὰ νυκτερινὰ τῶν μεθ᾿ ἡμέραν μᾶλλον), τὸ δὴ κατιὸν ὕδωρ διαδίδοται πᾶν εἰς τὴν γῆν, ὑπάρχει δ᾿ ἐν τῇ γῇ πολὺ πῦρ καὶ πολλὴ θερμότης, καὶ ὁ ἥλιος οὐ μόνον τὸ ἐπιπολάζον τῆς γῆς ὑγρὸν ἕλκει, ἀλλὰ καὶ τὴν γῆν αὐτὴν ξηραίνει θερμαίνων· τῆς δ᾿ ἀναθυμιάσεως, ὥσπερ εἴρηται, διπλῆς οὔσης, τῆς μὲν ἀτμιδώδους τῆς δὲ καπνώδους, ἀμφοτέρας ἀναγκαῖον γίγνεσθαι. τούτων δ᾿ ἡ μὲν ὑγροῦ πλέον ἔχουσα πλῆθος ἀναθυμίασις ἀρχὴ τοῦ ὑομένου ὕδατός ἐστιν, ὥσπερ εἴρηται πρότερον, ἡ δὲ ξηρὰ τῶν πνευμάτων ἀρχὴ καὶ φύσις πάντων. ταῦτα δὲ ὅτι τοῦτον τὸν τρόπον ἀναγκαῖον συμβαίνειν, καὶ ἐξ αὐτῶν τῶν ἔργων δῆλον· καὶ γὰρ τὴν ἀναθυμίασιν διαφέρειν ἀναγκαῖον, καὶ τὸν ἥλιον καὶ τὴν ἐν τῇ γῇ θερμότητα ταῦτα ποιεῖν οὐ μόνον δυνατὸν ἀλλ᾿ ἀναγκαῖόν ἐστιν. ἐπειδὴ δ᾿ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει, καὶ οὐχ ἡ αὐτή ἐστιν ἥ τε ἀνέμου φύσις καὶ ἡ τοῦ ὑομένου ὕδατος, καθάπερ τινὲς λέγουσιν· τὸν γὰρ αὐτὸν ἀέρα κινούμενον μὲν ἄνεμον [*](35 πορρωτέρωτέρω H ‖ 360 a 2 ὕδωρ] ὕδωρ καὶ πάλιν εἰς ὕδωρ διαλυομένης Ecorr. 𝔚 ‖ 2—4 interclusionem distinxit d. ‖ 2 διὸ] δι᾿ ῥεῖ N1 ‖ τε om. 𝔚 ‖ 3 post καὶ in E ras. 2 litt. ἡμέραν ex ἡμεραν μαλλον γιγνεται τα ὑδατα corr. E1 ‖ 5 δὲ H N κατιὼν 𝔄1 ‖ πάλιν E1 Nrec. ‖ ὑπάρχει (-ει in ras. 𝔄1) ‖ 6 ἐν] ἔν τε E 𝔚 ‖ πολὺ ex πολλὺ corr. 𝔄1 ‖ πολλὴ ex πολὺ corr. 𝔄1 ‖ 7 ἀλλὰ supra add. E1 ‖ 9 διττῆς 𝔚 Ap ‖ 10 ἀναγκαῖον γίγνεσθαι τούτων] ἀναγκαῖον γίγνεσθαι ἅμα 𝔐 (cf. v. 11): ἀναγκαῖον γίγνεσθαι ἄμα· τούτων 𝔄 H: γίνεσθαι ἅμα ἀναγκαῖον. τούτων ‖ 11 μὲν] μὲν τούτων 𝔐 πλέον ex πλέονος corr. E1 ‖ ἀναθυμίασις] (ι altera ex corr. E1) ‖ ἀρχὴ] ἀρχὴ H: ὕλη ἀρκὴ N ‖ 12 υἱομένου 𝔄1 ‖ ἐστιν om. F ‖ 13 post ὅτι in 𝔐 ras. 2 litt. ‖ 14 καὶ] καὶ τὸ E1: om. Ecorr. m. 1 𝔚 ‖ τῶν om. E 𝔚 ‖ 15 ργων om. E1 ‖ post δῆλον lacunam fortasse statuendam putat Th. γὰρ] γὰρ καὶ 𝔐 ‖ 16 ταῦτα] ταῦτα πάντα F ‖ 17 ἀλλ᾿ ] ἀλλὰ καὶ Hcorr. ἐστιν postea add. F1 ἐπειδὴ — ὕδωρ (21) post θερμός (27) coll. Id. ‖ ἐπειδὴ δ᾿ Ol OlV: ἐπεἴ δ (sub accentu rasura unius litt.) E: ἐπεὶ δ᾿ 𝔚: ἐπεὶ δὴ N1: ἐπεὶ δὲ corr. N1: ἔτι δ᾿ OlG ‖ ἕτερον] (ἕ- in ras. N1) 18 καὶ — ἑστιν post φύσις (19) coll. N ‖ 19 ἀνέμου] τοῦ ἀνέμου J E 𝔚 ‖ φύσις] ὕλη ss. HN ‖ 20 μὲν om. F)
63
εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ. ὁ μὲν οὖν ἀήρ, καθάπερ ἐν τοῖς πρὸ τούτων λόγοις εἰρήκαμεν, γίγνεται ἐκ τούτων· ἡ μὲν γὰρ ἀτμὶς ὑγρὸν καὶ ψυχρόν (εὐόριστον μὲν γὰρ ὡς ὑγρόν, διὰ δὲ τὸ ὕδατος εἶναι ψυχρὸν τῇ οἰκείᾳ φύσει, ὥσπερ ὕδωρ μὴ θερμανθέν), ὁ δὲ καπνὸς θερμὸν καὶ ξηρόν· ὥστε καθάπερ ἐκ συμβόλων, συνίσταιτο ἂν ὁ ἀὴρ ὑγρὸς καὶ θερμός. καὶ γὰρ ἄτοπον εἰ ὁ περὶ ἑκάστους περικεχυμένος ἀὴρ οὗτος γίγνεται κινούμενος πνεῦμα, καὶ ὅθεν ἂν τύχῃ κινηθείς, ἄνεμος ἔσται, ἀλλ᾿ οὐ καθάπερ τοὺς ποταμοὺς ὑπολαμβάνομεν οὐχ ὁπωσοῦν τοῦ ὕδατος εἶναι ῥέοντος, οὐδ᾿ ἂν ἔχῃ πλῆθος, ἀλλὰ δεῖ πηγαῖον εἶναι τὸ ῥέον· οὕτω γὰρ καὶ περὶ τῶν ἀνέμων ἔχει· κινηθείη γὰρ ἂν πολὺ πλῆθος ἀέρος ὑπό τινος μεγάλης πτώσεως, οὐκ ἔχον ἀρχὴν οὐδὲ πηγήν. μαρτυρεῖ δὲ τὰ γιγνόμενα τοῖς εἰρημένοις· διὰ γὰρ τὸ συνεχῶς μὲν μᾶλλον δὲ καὶ ἧττον καὶ πλείω καὶ ἐλάττω γίγνεσθαι τὴν 360b ἀναθυμίασιν, ἀεὶ νέφη τε καὶ πνεύματα γίγνεται κατὰ τὴν ὥραν ἑκάστην ὡς πέφυκεν· διὰ δὲ τὸ ἐνίοτε μὲν τὴν ἀτμιδώδη γίγνεσθαι πολλαπλασίαν ὁτὲ δὲ τὴν ξηρὰν καὶ καπνώδη, ὁτὲ μὲν ἔπομβρα τὰ ἔτη γίγνεται καὶ ὑγρά, ὁτὲ δὲ ἀνεμώδη καὶ αὐχμοί. ὁτὲ μὲν οὖν συμβαίνει καὶ τοὺς αὐχμοὺς καὶ τὰς ἐπομβρίας πολλοὺς ἄμα καὶ κατὰ συνεχῆ γίγνεσθαι χώραν, ὁτὲ δὲ κατὰ μέρη· πολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους ἢ καὶ πλείους, ἐν δέ τινι μέρει ταύτης αὐχμός ἐστιν· ὁτὲ δὲ τοὐναντίον τῆς κύκλῳ πάσης ἢ μετρίοις χρωμένης ὕδασιν ἢ [*](21 ὁ — θερμός (27) post πηγήν (33) coll. Th. ‖ 22 ἡ post εὐόριστον (23) coll. J ‖ 24 τὸ] τοῦ J1 ‖ 26 συνίσταιτο ἀν ἀὴρ E1: συνίσταιτ᾿ ἂν ὁ ἄνω ἀὴρ 𝔚: συνίσταται ὁ ἄνω ἀὴρ J F 𝔄 H N OlG: συνίσταται ὁ ἄνω OlV ‖ 26—27 θερμὸς καὶ ὑγρὸς F ‖ 27 ἑκάστου περικεπυμένος 𝔄1: ἕκαστον περικεχυμένος 𝔄rec.: ἑκάστους κεχυμένος F: κεπυμένος E ‖ 28 τύχοι N ‖ 30 ὁποσοῦν F: (ὁ- ex corr. 𝔐1 𝔄1) ‖ ῥέοντος εἷναι F ‖ ἂν] ἂν ἐὰν F ‖ 31 δεῖ] ἀεὶ E 𝔚 ‖ῥέον] (-ε- ex corr. J1) ‖ γὰρ] δὴ F Ap: om. E 𝔚 ‖ 32 πλῆθος om. F ‖ 35 καὶ (ante ἧττον) supra add. 𝔐1 𝔄1 ‖ 360 b 2 ἀτμιτώδη E1 ‖ 4 γίνεται τὰ ἔτη F ‖ δὲ ex δὲ, ὁτὲ δὲ corr. N1 ‖ 5 αὐχμοί] αὐχμώδη Ald. 6 πολλὰς N ‖ συνεχῆ] πολλὴν συνεχῆ E: πολλὴν καὶ συνεχῆ 𝔚: τὴν συνεχῆ ‖ 7 κατὰ] καὶ κατὰ E 𝔚 Ap γὰρ corr. H: om. N: μὲν γὰρ F ‖ 8 ὁριαίους corr. E1: ὡριαίους 𝔚 ‖ 10 κύκλῳ var. E: μέσης E ‖ ἢ (post ὕδασιν) om. E1: corr. 𝔚)
64
καὶ μᾶλλον αὐχμώσης, ἕν τι μόριον ὕδατος ἄφθονον λαμβάνει πλῆθος. αἴτιον δ᾿ ὅτι ὡς μὲν τὰ πολλὰ τὸ αὐτὸ πάθος ἐπὶ πλείω διήκειν εἰκὸς χώραν, διὰ τὸ παραπλησίως κεῖσθαι πρὸς τὸν ἥλιον τὰ σύνεγγυς, ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον· οὐ μὴν ἀλλ᾿ ἐνίοτε κατὰ τοδὶ μὲν τὸ μέρος ἡ ξηρὰ ἀναθυμίασις ἐγένετο πλείων, κατὰ δὲ τὸ ἄλλο ἡ ἀ ὁτὲ δὲ τοὐναντίον. καὶ αὐτοῦ δὲ τούτου αἴτιον τὸ ἑκατέραν μεταπίπτειν εἰς τὴν τῆς ἐχομένης χώρας ἀναθυμίασιν, οἷον ἡ μὲν ξηρὰ κατὰ τὴν οἰκείαν ῥεῖ χώραν, ἡ δ᾿ ὑγρὰ πρὸς τὴν γειτνιῶσαν, ἢ καὶ εἰς τῶν πόρρω τινὰ τόπων ἀπεώσθη ὑπὸ πνευμάτων· ὁτὲ δὲ αὕτη μὲν ἔμεινεν, ἡ δ᾿ ἐναντία ταὐτὸν ἐποίησεν. καὶ συμβαίνει τοῦτο πολλάκις, ὥσπερ ἐπὶ τοῦ σώματος, ἐὰν ἡ ἄνω κοιλία ξηρὰ ᾖ, τὴν κάτω ἐναντίως διακεῖσθαι, καὶ ταύτης ξηρᾶς οὔσης ὑγρὰν εἶναι τὴν ἄνω καὶ ψυχράν, οὕτω καὶ περὶ τοὺς τόπους ἀντιπεριίστασθαι καὶ μεταβάλλειν τὰς ἀναθυμιάσεις. ἔτι δὲ μετά τε τοὺς ὄμβρους ἄνεμος ὡς τὰ πολλὰ γίγνεται ἐν ἐκείνοις τοῖς τόποις καθ᾿ οὓς ἂν συμπέσῃ γενέσθαι τοὺς ὄμβρους, καὶ τὰ πνεύματα παύεται ὕδατος γενομένου. ταῦτα γὰρ ἀνάγκη συμβαίνειν διὰ τὰς εἰρημένας ἀρχάς· ὕσαντός τε γὰρ ἡ γῆ ξηραινομένη ὑπό τε τοῦ ἐν αὐτῇ θερμοῦ καὶ ὑπὸ τοῦ ἄνωθεν ἀναθυμιᾶται, τοῦτο δ᾿ ἦν ἀνέμου σῶμα· καὶ ὅταν ἡ τοιαύτη ἀπόκρισις ᾖ καὶ ἄνεμοι κατέχωσι, παυομένων διὰ τὸ ἀποκρίνεσθαι τὸ θερμὸν ἀεὶ καὶ ἀναφέρεσθαι εἰς τὸν ἄνω τόπον συνίσταται ἡ ἀτμὶς ψυχομένη καὶ γίγνεται ὕδωρ· καὶ ὅταν εἰς ταὐτὸν συνωσθῶσι τὰ νέφη καὶ ἀντιπεριστῇ εἰς [*](361a) [*](13 χώραν εἰκός F ‖ 14 τὰς E 𝔚𝔐 ‖ διάφορον] Ol: διαφοράν ApI: διαφορὰς ApWA ‖ 15 τοδεὶ E1 ‖ 16 πλείων ex πλεῖον corr. E1 ‖ 17 αὐτοῦ δὴ (ut videtur) F ‖ 18 ἑκάτερον E 𝔚 ‖ ἐμπίπτειν F1 ‖ ἀναθυμίασιν ex ἀναθυμίασις corr. N1 ‖ 19 οἰκίαν E1 ‖ χώραν ῥεῖ 𝔐 ‖ 20 γιτνιῶσαν E1 ‖ τόπον E1 ‖ 21 ἀπὸ N ‖ 22 ταὐτὸ corr. 𝔐 ‖ 23 ἂν JF 𝔐 𝔄 H N ‖ 26 ἔτι] Hcorr. (?): ὅτι N ‖ 27 τε om. 𝔚 Ol ‖ 28 γίνεσθαι E: γίγνεσθαι 𝔚 ‖ 29 τὰ om. 𝔚 γινομένου 𝔄 N ‖ 30 ἀρχάς var. F: αἰτίας F1 ‖ τε om. F 31 ὑπὸ (post καὶ) om. F1 33 ᾖ] ᾖ ἱκανὴ ci Th. ‖ κατέχουσιν E1 Frec. ‖ παυομένων] παυομένων δὲ Erec. 𝔚 Fcorr.: aut παυομένων delendum aut post παυομένων interpungendum censet Th. ‖ 34 ἀποκρίνασθαι F ‖ 35 ὕδωρ] νέφος ci. Th. ‖ 361 a 1 καὶ (ante ὅταν) om. E1 𝔐 N ‖ ταὐτὸ J 𝔐 𝔄 H N ‖ συνωσθῶσι] (post ῶ in E ras. unius litt.))
65
αὐτὰ ἡ ψύξις, ὕδωρ γίγνεται καὶ καταψύχει τὴν ξηρὰν ἀναθυμίασιν. παύουσί τε οὖν τὰ ὕδατα γιγνόμενα τοὺς ἀνέμους, καὶ παυομένων αὐτὰ γίγνεται διὰ ταύτας τὰς αἰτίας. ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα ἀπό τε τῆς ἄρκτου καὶ μεσημβρίας τὸ αὐτὸ αἴτιον· πλεῖστοι γὰρ βορέαι καὶ νότοι γίγνονται τῶν ἀνέμων· ὁ γὰρ ἥλιος τούτους μόνους οὐκ ἐπέρχεται τοὺς τόπους, ἀλλὰ πρὸς τούτους καὶ ἀπὸ τούτων, ἐπὶ δυσμὰς δὲ καὶ ἐπ᾿ ἀνατολὰς ἀεὶ φέρεται· διὸ τὰ νέφη συνίσταται ἐν τοῖς πλαγίοις, καὶ γίγνεται προσιόντος μὲν ἡ ἀναθυμίασις τοῦ ὑγροῦ, ἀπιόντος δὲ πρὸς τὸν ἐναντίον τόπον ὕδατα καὶ χειμῶνες. διὰ μὲν οὖν τὴν φορὰν τὴν ἐπὶ τροπὰς καὶ ἀπὸ τροπῶν θέρος γίγνεται καὶ χειμών, καὶ ἀνάγεταί τε ἄνω τὸ ὕδωρ καὶ γίγνεται πάλιν· ἐπεὶ δὲ πλεῖστον μὲν καταβαίνει ὕδωρ ἐν τούτοις τοῖς τόποις ἐφ᾿ οὓς τρέπεται καὶ ἀφ᾿ ὧν, οὗτοι δέ εἰσιν ὅ τε πρὸς ἄρκτον καὶ μεσημβρίαν, ὅπου δὲ πλεῖστον ὕδωρ ἡ γῆ δέχεται, ἐνταῦθα πλείστην ἀναγκαῖον γίγνεσθαι τὴν ἀναθυμίασιν παραπλησίως οἷον ἐκ χλωρῶν ξύλων καπνόν, ἡ δ᾿ ἀναθυμίασις αὕτη ἄνεμός ἐστιν, εὐλόγως ἂν οὖν ἐντεῦθεν γίγνοιτο τὰ πλεῖστα καὶ κυριώτατα τῶν πνευμάτων. καλοῦνται δ᾿ οἱ μὲν ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ ἀπὸ τῆς μεσημβρίας νότοι. ἡ δὲ φορὰ λοξὴ αὐτῶν ἐστιν· περὶ γὰρ τὴν γῆν πνέουσιν εἰς ὀρθὸν γιγνομένης τῆς ἀναθυμιάσεως, ὅτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορᾷ. διὸ καὶ ἀπορήσειεν ἄν τις ποτέρωθεν ἡ ἀρχὴ τῶν πνευμάτων ἐστί, πότερον ἄνωθεν ἢ κάτωθεν· ἡ μὲν γὰρ κίνησις ἄνωθεν καὶ πρὶν πνεῖν, ὁ δ᾿ ἀὴρ ἐπίδηλος, κἂν ᾖ νέφος [*](4 δὲ om. F 𝔚 ‖ 5 τοῦτο N1 ‖ μάλιστα] OlV: μᾶλλον τὰ F: μᾶλλον OlG ‖ πνεύματα] πνεῦμά τε N ‖ ἀπό τε] ἀπ᾿ αὐτῆς τε E 𝔚: (ἀπὸ Ap) ‖ 6 μεσιμβρίας J ‖ βορέαι] (-ε- supra add. J1) ‖ 7 ἐπέρχεται ex ἀπέρχεται corr. F1 9 δὲ] τε Jrec. ‖ ἐπὶ F: om. Ε 𝔚 ‖ ἀεὶ om. F1 ‖ διὸ] διὸ καὶ F ‖ 12 χειμῶνες] (-ες ex corr. E1) 13 καὶ πο E1: καὶ πρὸ Erec.: καὶ ἐκὶ N θέρος] θέρος τε E 𝔚 Ap ‖ 14 τε om. F H1 ‖ τὸ ὕδωρ ἄνω F γείνεται E1 ‖ ἐπὶ E1 ‖ 15 μὲν] Ol: om. E 𝔚 ἐφ᾿ ex ἐπ᾿ corr. F1 ‖ 17 ὕδωρ ἡ γῆ δέχεται] ἡ γῆ ὕδωρ γίνεται F1: ἡ γῆ ὕδωρ δέχεται corr. F1 ‖ 18 ἀναγκαίαν E ‖ 19 χλορῶν J ‖ 20 ἂν οὖν] οὖν καὶ F: ἂν N1 ‖ 21 ἀπὸ τῆς om. E1 ‖ 23 λοξὴ αὐτῶν] Al: αὐτῶν λοξή F Ol ‖ 24 ὅτι] ὅτι δὲ 𝔄: ὅτι δὴ Fcorr. m.1 H N ‖ συνέπεται] (-α- ex corr. 𝔄1): συνεται E1 ‖ 27 πνῖν E1 ‖ δὲ J1: om. Jcorr.: τ᾿ H N)
66
ἀχλύς· σημαίνει γὰρ κινουμένην πνεύματος ἀρχὴν πρὶν φανερῶς ἐληλυθέναι τὸν ἄνεμον, ὡς ἄνωθεν αὐτῶν ἐχόντων τὴν ἀρχήν. ἐπεὶ δ᾿ ἐστὶν ἄνεμος πλῆθός τι τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως κινούμενον περὶ τὴν γῆν, δῆλον ὅτι τῆς μὲν κινήσεως ἡ ἀρχὴ ἄνωθεν, τῆς δὲ ὕλης καὶ τῆς γενέσεως κάτωθεν· ᾗ μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον· ἡ γὰρ φορὰ τῶν πορρωτέρω κυρία τῆς γῆς· καὶ ἅμα κάτωθεν μὲν εἰς ὀρθὸν ἀναφέρεται, καὶ πᾶν ἰσχύει μᾶλλον ἐγγύς, ἡ δὲ τῆς γενέσεως ἀρχὴ δῆλον ὡς ἐκ τῆς γῆς ἐστιν. ὅτι δ᾿ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ [*](361b) μικρόν, ὥσπερ αἱ τῶν ποταμῶν ἀρχαὶ γίγνονται νοτιζούσης τῆς γῆς, δῆλον καὶ ἐπὶ τῶν ἔργων· ὅθεν γὰρ ἐκάστοτε πνέουσιν, ἐλάχιστοι πάντες εἰσί, προϊόντες δὲ καὶ πόρρω λαμπροὶ πνέουσιν. ἔτι δὲ καὶ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νήνεμα καὶ ἄπνοα, κατ᾿ αὐτὸν ἐκεῖνον τὸν τόπον· ἀλλὰ τὸ κατὰ μικρὸν ἀποπνέον καὶ λανθάνον ἔξω προϊὸν ἤδη πνεῦμα γίγνεται λαμπρόν. τίς μὲν οὖν ἐστιν ἡ τοῦ ἀνέμου φύσις καὶ πῶς γίγνεται, ἔτι δὲ αὐχμῶν τε πέρι καὶ ἐπομβρίας, καὶ διὰ τίν᾿ αἰτίαν καὶ παύονται καὶ γίγνονται μετὰ τοὺς ὄμβρους, διὰ τί τε βορέαι καὶ νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται· πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν.

5 ὁ δ᾿ ἥλιος καὶ παύει καὶ συνεξορμᾷ τὰ πνεύματα· ἀσθενεῖς μὲν γὰρ καὶ ὀλίγας οὔσας τὰς ἀναθυμιάσεις μαραίνει τῷ πλείονι θερμῷ τὸ ἐν τῇ ἀναθυμιάσει ἔλαττον ὄν, [*](28 συμβαίνει N ‖ κινουμένη corr. ‖ 29 ἐξηλυθῆναι 𝔚 ‖ 30 ἐκεὶ δ᾿ ἐστὶν ὁ ἄνεμος marg. F1 ‖ post πλῆθος in F ras. 6 litt. ‖ 30–31 τῆς ξηρᾶς ἐκ γῆς] τῆς ἐκ γῆς ξηρᾶς E 𝔚: ξηρᾶς F ‖ 31 τὴν om. F ‖ 32 ἡ supra add. E1 ‖ δ᾿ ex λ corr. E1 sequitur rasura unius litt.) ὕλης] (-λ- in ras. E) ‖ 33 ᾗ] OIV: εἰ Ecorr. 𝔚 OlG ‖ ᾗ — αἴτιον (34)] ἐκεῖθεν N1: τὸ αἴτιον γὰρ καθὸ μὲν ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν Nrec. ‖ ἐκεῖθεν — γῆς (34) post ἀναφέρται (35) coll. Th. ‖ 34 πορρωτερωι J: πορρωτέρων E 𝔚 F: πόρρω Olp ‖ 36 ἐγγὺς ex corr. E1 𝔄1 ‖ 361 b 2 ἀρκαὶ] Ap: πηγαὶ E 𝔚: ἀρχαὶ καὶ N ‖ 4 καὶ del. Jrec. ‖ 5 καὶ τὰ] καὶ E 𝔚 OlG: τὰ OIV ‖ τὴν — κατ᾿ (6)] τ᾿ 𝔄 ‖ 7 τὸ om. J F1 ‖ ἤδη om. F ‖ 9 τε] τε καὶ 𝔄1 ‖ 10 τίν᾿] (post ι in E ras. unius litt.) ‖ 11 βορέαι] βορέαι τὲ N ‖ 12 φορᾶς] περιφορᾶς 𝔄: φύσεως N 14 ξυνορμᾶ N ‖ 15 τὰς ἀναθυμιάσεις supra add. F1 ‖ μαραίνει] ἐκμαραίνει Nrec.)

67
καὶ διακρίνει. ἔτι δὲ αὐτὴν τὴν γῆν φθάνει ξηραίνων πρὶν γενέσθαι ἔκκρισιν ἀθρόαν, ὥσπερ εἰς πολὺ πῦρ ἐὰν ὀλίγον ἐμπέσῃ ὑπέκκαυμα, φθάνει πολλάκις πρὶν καπνὸν ποιῆσαι κατακαυθέν. διὰ μὲν οὖν ταύτας τὰς αἰτίας καταπαύει τε τὰ πνεύματα καὶ ἐξ ἀρχῆς γίγνεσθαι κωλύει, τῇ μὲν μαράνσει καταπαύων, τῷ δὲ τάχει τῆς ξηρότητος γίγνεσθαι κωλύων· διὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίγνεται νηνεμία, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων. ὅλως δὲ γίγνονται αἱ νηνεμίαι διὰ δύ᾿ αἰτίας· ἢ γὰρ διὰ ψῦχος ἀποσβεννυμένης τῆς ἀναθυμιάσεως, οἷον ὅταν γένηται πάγος ἰσχυρός, ἢ καταμαραινομένης ὑπὸ τοῦ πνίγους. αἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις, ἢ τῷ μήπω ἀναθυμιᾶσθαι, ἢ τῷ ἤδη ἐξεληλυθέναι τὴν ἀναθυμίασιν καὶ ἄλλην μήπω ἐπιρρεῖν. ἄκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ, καὶ δύνων καὶ ἐπιτέλλων, διὰ τὸ ἐν μεταβολῇ ὥρας συμβαίνειν τὴν δύσιν καὶ τὴν ἀνατολήν, θέρους ἢ χειμῶνος, καὶ διὰ τὸ μέγεθος τοῦ ἄστρου ἡμερῶν γίγνεται πλῆθος· αἱ δὲ μεταβολαὶ πάντων ταραχώδεις διὰ τὴν ἀοριστίαν εἰσίν. οἱ δ᾿ ἐτησίαι πνέουσι μετὰ τροπὰς καὶ κυνὸς ἐπιτολήν, καὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος, [*](362a) οὔτε ὅτε πόρρω· καὶ τὰς μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται. αἴτιον δ᾿ ὅτι πλησίον μὲν ὢν φθάνει ξηραίνων πρὶν γενέσθαι τὴν ἀναθυμίασιν· ὅταν δ᾿ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίγνεται ἡ ἀναθυμίασις καὶ ἡ θερμότης, ὥστε τὰ πεπηγότα ὕδατα τήκεσθαι, καὶ τῆς γῆς ξηραινομένης [*](17 διακρίνει (ι altera in ras. E) ‖ αὐτὸς (ut videtur) H ‖ φθάνει] (-θ- supra add. J1) ‖ ἐξηραίνων F1 ‖ 18 post πολὺ in 𝔄 ras. unius litt. 19 πέση ποιήσει H N ‖ 20 κατακαφθέν H N ‖ καταπαύει τε] καταπαύειται J1: καὶ παύει F ‖ 21 τῇ] τὴν E1 𝔚 ‖ 22 τῷ] τὴν E1 𝔚 ‖ τῆς om. E 𝔚 ‖ 24 ἐτησίων] (ε- ex corr. E1) ‖ προδρομίων H1(ut videtur) N 25 αἱ om. E 𝔚 ‖ γὰρ om. F ‖ 26 τῆς] (τ- ex corr. E) γίγνηται F ‖ 28 καὶ] καὶ αἱ F ‖ ἀνατεθυμιᾶσθαι Nrec. ‖ 29 ἤδη om. E1: post ἀξεληλυθέναι add. Erec. ‖ 32 ex corr. F1 33 καὶ — πλῆθος post εἰσίν (35) coll. Th. ‖ Id.: “scribe διότι διὰ τὸ μέγεθος aut pro γίνεται corrige γίνεσθαι, quarum rationum prior placet.” ‖ ἡμερῶν] κακῶν N ‖ γίγνεται] γίγνεταί τι E 𝔚 ‖ 34 διὰ τὴν ἀοριστίαν om. 𝔐 ‖ 35 αἰτήσιαι J1 ‖ τροπὰς] τροπὰς θερινὰς Erec. 𝔚 ‖ 36 ὅτι 𝔄1 ‖ μάλιστα πλησιάζει] Ol: πλησιάζει μάλιστα E 𝔚 ‖ 362 a 2 φθάνει] μᾶλλον φθάνει F ‖ 4 ἀναθυμίασις καὶ ἡ om. E 𝔚 Ap Ol)
68
ὑπό τε τῆς οἰκείας θερμότητος καὶ ὑπὸ τῆς τοῦ ἡλίου οἷον τύφεσθαι καὶ θυμιᾶσθαι. τῆς δὲ νυκτὸς λωφῶσι διὰ τὸ τὰ πεπηγότα τηκόμενα παύεσθαι διὰ τὴν ψυχρότητα τῶν νυκτῶν. θυμιᾶται δ᾿ οὔτε τὸ πεπηγὸς οὔτε τὸ μηδὲν ἔχον ξηρόν, ἀλλ᾿ ὅταν ἔχῃ τὸ ξηρὸν ὑγρότητα, τοῦτο θερμαινόμενον θυμιᾶται. ἀποροῦσι δέ τινες διὰ τί βορέαι μὲν γίγνονται συνεχεῖς, οὓς καλοῦμεν ἐτησίας, μετὰ τὰς θερινὰς τροπάς, νότοι δὲ οὕτως οὐ γίγνονται μετὰ τὰς χειμερινάς. ἔχει δὲ οὐκ ἀλόγως· γίγνονται μὲν γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντικειμένην ὥραν, οὐχ οὕτως δὲ γίγνονται συνεχεῖς· διὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν. αἴτιον δ᾿ ὅτι ὁ μὲν βορέας ἀπὸ τῶν ὑπὸ τὴν ἄρκτον πνεῖ τόπων, οἳ πλήρεις ὕδατος καὶ χιόνος εἰσὶ πολλῆς, ὧν τηκομένων ὑπὸ τοῦ ἡλίου μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον ἢ ἐν αὐταῖς πνέουσιν οἱ ἐτησίαι· οὕτω γὰρ καὶ τὰ πνίγη γίγνεται, οὐχ ὅταν μάλιστα πλησιάζῃ πρὸς ἄρκτον, ἀλλ᾿ ὅταν πλείων μὲν ᾖ χρόνος θερμαίνοντι, ἔτι δὲ ἐγγύς. ὁμοίως δὲ καὶ μετὰ χειμερινὰς τροπὰς πνέουσιν οἱ ὀρνιθίαι· καὶ γὰρ οὗτοι ἐτησίαι εἰσὶν ἀσθενεῖς· ἐλάττους δὲ καὶ ὀψιαίτεροι τῶν ἐτησίων πνέουσιν· ἑβδομηκοστῇ γὰρ ἄρχονται πνεῖν διὰ τὸ πόρρω ὄντα τὸν ἥλιον ἐνισχύειν ἧττον. οὐ συνεχεῖς δ᾿ ὁμοίως πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς καὶ ἀσθενῇ τότε ἀποκρίνεται, τὰ δὲ μᾶλλον πεπηγότα πλείονος δεῖται θερμότητος. διὸ διαλείποντες οὗτοι πνέουσιν, ἕως ἂν ἐπὶ τροπαῖς πάλιν ταῖς θεριναῖς πνεύσωσιν οἱ [*](7 θυμιᾶσθαι] ἀναθυμιᾶσθαι Erec. λοφῶσι J1(ut videtur) N ‖ τὸ om. N ‖ 10 ὅτε N ‖ τὸ ξηρὸν ἔχῃ E ‖ 11 μὲν, βορέαι F: βορέαι 𝔐 𝔄 H N 12 αἰτησίας J 𝔄1 ‖ 13 οὕτως] πῶς E 𝔚 ‖ 15 οὕτω J 𝔄 H N: οὕτ 𝔐 ‖ 17 οἷον πλήρης 𝔄1 ‖ 19 ἐν αὐταῖς] Ol: ἐπ᾿ αὐταῖς E 𝔚 ApI: ὑπ᾿ αὐτὰς Ap WA ‖ αἰτησίαι J ‖ 20 μάλιστα supra add. F1 ‖ πλησιάζει N1 ‖ 21 ὅταν] ὁπόταν F ‖ πλείων μὲν ᾖ χρόνῳ θερμαίνοντι 𝔄: μὲν πλείονα χρόνον θερμαίνηται F1: πλείων μὲν ἢ χιόνος θερμαίνοντι H1 N1: μὲν πλείων ἢ χρόνος θερμαίνοντι Nrec. ‖ 22 δὲ (ante ἐγγύς) ex corr. Nrec. ‖ ἐγγύς] ἐγγὺς ἦ F1: ἐγγὺς εἴη Ol ‖ χειμερινὰς] τὰς χειμερινὰς F Ap ‖ 23 ὀνιθίαι N: (ι prima in ras. E1) 24 -ουσιν — πνε- (25) om. E1 ‖ εὐδομηκοστῇ F 25 ἐνισχύειν ex ἀνισχύει corr. 𝔄1 ‖ 27 ἐπιπολῆ E1 ‖ τότε] (-οτ- ex corr. Jrec.) ‖ ἀποκρίνεται] (ι prior in ras. E1) πεπηγότα] ἀποπεπηγότα 𝔚 ‖ 28 πολλῆς F ‖ 29 πάλι J: μᾶλλον N ‖ ταῖς θεριναῖς πνέωσιν 𝔚: θεριναῖς πνέωσιν E1: πνεύσωσι ταῖς θεριναῖς N ‖ 29–30 οἱ ἐτησίαι] post ε in E ras. unius litt.): om. 𝔄 Frec. H1 N)
69
ἐτησίαι, ἐπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν ἄνεμος. ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ, καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου. δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς οἰκεῖσθαι χώρας, τῆς μὲν πρὸς τὸν ἄνω πόλον, καθ᾿ ἡμᾶς, τῆς δὲ πρὸς τὸν ἕτερον καὶ πρὸς μεσημβρίαν, καὶ οὔσης οἷον τυμπάνου (τοιοῦτον γὰρ σχῆμα τῆς γῆς ἐκ [*](362b) τέμνουσιν αἱ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι, καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἔχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ τὸν διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς· τὸν αὐτὸν δὲ τρόπον πρὸς τὸν κάτω πόλον ἕτεροι δύο κῶνοι τῆς γῆς ἐκτμήματα ποιοῦσι. ταῦτα δ᾿ οἰκεῖσθαι μόνα δυνατόν, καὶ οὔτ᾿ ἐπέκεινα τῶν τροπῶν (σκιὰ γὰρ οὐκ ἂν ἦν πρὸς ἄρκτον, νῦν δ᾿ ἀοίκητοι πρότερον γίγνονται οἱ τόποι πρὶν ἢ ὑπολείπειν ἢ μεταβάλλειν τὴν σκιὰν πρὸς μεσημβρίαν) τὰ θ᾿ ὑπὸ τὴν ἄρκτον ὑπὸ ψύχους ἀοίκητα. φέρεται δὲ καὶ ὁ στέφανος κατὰ τοῦτον τὸν τόπον· φαίνεται γὰρ ὑπὲρ κεφαλῆς γιγνόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν. διὸ καὶ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς· γράφουσι γὰρ κυκλοτερῆ τὴν οἰκουμένην, τοῦτο δ᾿ ἐστὶν ἀδύνατον κατά τε τὰ φαινόμενα καὶ κατὰ τὸν λόγον. ὅ τε γὰρ λόγος δείκνυσιν ὅτι ἐπὶ πλάτος μὲν ὥρισται, τὸ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν, — οὐ γὰρ ὑπερβάλλει τὰ καύματα καὶ τὸ ψῦχος κατὰ μῆκος, ἀλλ᾿ ἐπὶ πλάτος, ὥστ᾿ εἰ μή που κωλύει θαλάττης πλῆθος, ἅπαν [*](30—31 ἀεὶ πνεῖν ἐντεῦθεν ἄνεμος 𝔐: ἐνπεῦθεν πνεῖν ἄνεμος ἀεὶ F ‖ 33 προ E1 ‖ πόλον] πόλον τὸν Mor. ‖ 34 τὸν ex τὸ corr. F1 ‖ προ E1 ‖ μεσημβρίαν] (-ι- in ras. E1) ‖ 35 καὶ om. N ‖ τυμπάνου] (-ου ex corr. N1) ‖ 362 b 1 ἀγόμεναι] ἀγόμεναι γραμμαὶ Fcorr. Ol 2 κώνους] (ω et ς ex corr. E) ‖  τὸν (ante μὲν)] τὸ E1 ‖ 3 τὸν διὰ om. J1: διὰ F Ol ‖ 4 δ᾿ αὐτὸν F1: αὐτὸν Frec. τρόπον] τρόπον καὶ F ‖ τὸν (post πρὸς) om. E1 ‖ 5 ἐκτμήματα ex ἐκμήματα corr. E1: (-μη- in ras. unius litt. 𝔄1): ἔκτμημα corr. F1 H Nrec: ιτμημα N1 ‖ 6 δυνατόν] Ap Ol: δυνατά E 𝔚 ‖ τῶν om. E1 ‖ 7 ἦ 𝔐 𝔄 ‖ οἱ om. N1 ‖ 8 ἢ (ante ὑπολείπειν) in ras. E: om. 𝔚 ‖ ὑπολιπεῖν Ecorr. 𝔐corr. H N: ὑπολίπειν 𝔐1: ὑπολειπεῖν 𝔄 ‖ μεταβαλεῖν Ecorr. m. 1 𝔐 9 θ᾿] δ᾿ 𝔚 ‖ ἀοικητα] (-η- ex corr. N1) ‖ 10 ὁ om. E ‖ τρόπον J1 E1 ‖ 11 μεσιμβρινόν J ‖ 12 γράφουσι] (-ι in ras. E1) ‖ τῆς om. E1 ‖ 14 καὶ om. E ‖ 16 ἐνδέχεται] Ol: οὐκ ἐνδέχεται E 𝔚 ἀκρᾱ΄ N ‖ ὑποβάλλει E1 ‖ 17 κατὰ] καὶ τὸ N ‖ 18 μή που] μήπω 𝔐𝔄 F H: πη΄ N ‖ ἅπαν] (-αν in ras. Nrec.))
70
εἶναι πορεύσιμον, — καὶ κατὰ τὰ φαινόμενα περί τε τοὺς πλοῦς καὶ τὰς πορείας· πολὺ γὰρ τὸ μῆκος διαφέρει τοῦ πλάτους. τὸ γὰρ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθός ἐστιν, ἐάν τέ τις τοὺς πλοῦς λογίζηται καὶ τὰς ὁδούς, ὡς ἐνδέχεται λαμβάνειν τῶν τοιούτων τὰς ἀκριβείας. καίτοι ἐπὶ πλάτος μὲν μέχρι τῶν ἀοικήτων ἴσμεν τὴν οἰκουμένην· ἔνθα μὲν γὰρ διὰ ψῦχος οὐκέτι κατοικοῦσιν, ἔνθα δὲ διὰ τὴν ἀλέαν. τὰ δὲ τῆς Ἰνδικῆς ἔξω καὶ τῶν στηλῶν τῶν Ἡρακλείων διὰ τὴν θάλατταν οὐ φαίνεται συνείρειν, τῷ συνεχῶς εἶναι πᾶσαν οἰκουμένην)· ἐπεὶ δ᾿ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον ὥσπερ ὃν ἡμεῖς οἰκοῦμεν πρὸς τὸν ὑπὲρ ἡμῶν, δῆλον ὡς ἀνάλογον ἕξει τά τ᾿ ἄλλα καὶ τῶν πνευμάτων ἡ στάσις· ὥστε καθάπερ ἐνταῦθα βορέας ἐστίν, κἀκείνοις ἀπὸ τῆς ἐκεῖ ἄρκτου τις ἄνεμος οὕτως ὤν, ὃν οὐδὲν δυνατὸν διέχειν δεῦρο, ἐπεὶ οὐδ᾿ ὁ βορέας οὗτος εἰς τὴν ἐνταῦθα οἰκουμένην πᾶσάν ἐστιν· ἔστιν γὰρ ὥσπερ ἀπόγειον τὸ πνεῦμα [*](363a) τὸ βόρειον ἕως ὁ βορέας οὗτος εἰς τὴν ἐνταῦθα οἰκουμένην πνεῖ. ἀλλὰ διὰ τὸ τὴν οἴκησιν κεῖσθαι ταύτην πρὸς ἄρκτον, πλεῖστοι βορέαι πνέουσιν. ὅμως δὲ καὶ ἐνταῦθα ἐλλείπει καὶ οὐ δύναται πόρρω διήκειν, ἐπεὶ περὶ τὴν ἔξω Λιβύης θάλατταν τὴν νοτίαν, ὥσπερ ἐνταῦθα οἱ βορέαι καὶ οἱ νότοι πνέουσιν, [*](19 προεύσιμα N1: πορεύσιμα Nrec. ‖ 20 διαφέρει] (δι- in ras. E1) ‖ πλάτου E1 ‖ 21 ἐξ] ἐξω 𝔚 ‖ 22 μαιῶτιν] (ι altera in ras. E1) ‖ ἐσχατεύοντας] Ol: ἐσχατους οντα E1: ἐσχάτους ὄντας Ecorr. 𝔚 ‖ 23 τρία] τὰ τρία F ‖ μέθος corr. E1 ‖ 23—24 ἄν τις τούς τε J: ἄν γέ τις τοὺς H N: ἐάν τις τούς τε E 𝔚: ἄν τε τις τοὺς 𝔐 𝔄 F1: ἄν τε τίς τούς τε Frec. ‖ 24 λογίζηται] (-ητ- in ras. E1) ‖ ἐνδέχετα E1: δέχεται N ‖ 25 πλάτος] Ap: πλάτους Mor. ‖ 26 τὴν del. Th. ‖ μὲν om. N ‖ 29 πᾶσαν] πᾶσαν τὴν N ‖ 31 ὥσπερ] ἔτιπερ N ‖ 32 ὡς] ἔτι N ‖ τά τ᾿] καὶ  τὰ 𝔐: τὰ 𝔄 N: καὶ τά τε F1 ‖ 33 σύστασις Ecorr. 𝔚 𝔄 H N ‖ ὤστε] ἔτι τὲ N1 ‖ 34 τῆς ex τοῖς corr. N1 ‖ οὕτως ὤν] οὕτως E1 𝔚1: οὕτωο corr. 𝔚: οὗτος N1: οὗτος ὢν corr. N ‖ οὐδὲν] οὐ F ‖ 35 δεῖ ἔχειν 𝔐 𝔄1: διήκειν 𝔄rec. F H1(ut videtur) Erec.: διικνεῖσθαι N Ap ‖ οὗτος] ὁ αὐτὸς J F 𝔐 𝔄 H N 363 a 1 πᾶσάν om. F1 ‖ ἐστιν om. E1 ‖ 2 ἕως — πνεῖ (3) om. E1 𝔐 𝔄 H1 N Ap ‖ οὗτος om. Erec. 𝔚 ‖ 3 οἴκησιν] (-η- in ras. E1) ‖ 4 ὁμοίως 𝔚 ‖ ἐλλείπειν (λ prior in ras.) E ‖ 5 διέχειν E 𝔚 𝔄1(ut videtur) ‖ ἐπεὶ] ἐπεὶ καὶ 𝔐 ‖ θάλασσαν E)
71
οὕτως ἐκεῖ εὖροι καὶ ζέφυροι διαδεχόμενοι συνεχεῖς ἀεὶ πνέουσιν. ὅτι μὲν οὖν ὁ νότος οὐκ ἔστιν ὁ ἀπὸ τοῦ ἑτέρου πόλου πνέων ἄνεμος, δῆλον. ἐπεὶ δ᾿ οὔτ᾿ ἐκεῖνος, οὔτε ὁ ἀπὸ χειμερινῆς τροπῆς (δέοι γὰρ ἂν ἄλλον ἀπὸ θερινῆς εἶναι τροπῆς· οὕτως γὰρ τὸ ἀνάλογον ἀποδώσει· νῦν δ᾿ οὐκ ἔστιν· εἷς γὰρ μόνος φαίνεται πνέων ἐκ τῶν ἐκεῖθεν τόπων)· ὥστ᾿ ἀνάγκη τὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου πνέοντα ἄνεμον εἶναι νότον. ἐκεῖνος δ᾿ ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ ἔχει ὕδατα καὶ νομάς, αἳ διὰ τὴν πῆξιν ποιήσουσιν ἐτησίας· ἀλλὰ διὰ τὸ τὸν τόπον εἶναι πολὺ πλείω ἐκεῖνον καὶ ἀναπεπταμένον, μείζων καὶ πλείων καὶ μᾶλλον ἀλεεινὸς ἄνεμος ὁ νότος ἐστὶ τοῦ βορέου, καὶ διήκει μᾶλλον δεῦρο ἢ οὗτος ἐκεῖ. τίς μὲν οὖν αἰτία τούτων ἐστὶ τῶν ἀνέμων, καὶ πῶς ἔχουσι πρὸς ἀλλήλους, εἴρηται.

6 περὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ ποίους ἅμα πνεῖν ἐνδέχεται καὶ ποίους οὔ, ἔτι δὲ καὶ τίνες καὶ πόσοι τυγχάνουσιν ὄντες, καὶ πρὸς τούτοις περὶ τῶν ἄλλων παθημάτων ὅσα μὴ συμβέβηκεν ἐν τοῖς προβλήμασιν εἰρῆσθαι τοῖς κατὰ μέρος, νῦν λέγωμεν. δεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπογραφῆς θεωρεῖν. γέγραπται μὲν οὖν, τοῦ μᾶλλον εὐσήμως ἔχειν, ὁ τοῦ ὁρίζοντος κύκλος· διὸ καὶ στρογγύλος. δεῖ δὲ νοεῖν αὐτοῦ τὸ ἕτερον ἔκτμημα τὸ ὑφ᾿ ἡμῶν οἰκούμενον· ἔσται γὰρ κἀκεῖνο διελεῖν [*](7 ἐκεῖ om. E1 ‖ συνεχῶς 𝔄 ‖ 8 ὁ νότος] AlA: νότος E 𝔚 AlIW ‖ post πνέων in F ras. unius litt. ‖ 9 δ᾿ om. E ‖ 10—12 interclusionem distinxit Bon. ‖ 10 ἄλλο N εἶναι ἀπὸ θερινῆς F ‖ οὕτω J F 𝔐𝔄 H N ‖ 13 κεκαυμένου 𝔐 𝔄 F N ‖ 14 γειτνείασιν E1: γειτρίασιν N1 ‖ ἔσχεν 𝔐 𝔄 ‖ 15 τὴν supra add. F1 ‖ πῆξιν] ApI Ol: τῆξιν Jrec. Fcorr. m. 1 H N E(-η- in ras. 3 vel 4 litt. m. 1) 𝔚 Ap WA ‖ ποιοῦσιν H N τὸ om. F N1 ‖ 16 πολὺ εἶναι F ‖ πλείων E1 ‖ μείζω J F1 𝔐 ‖ 17 πλείω καὶ J 𝔐 𝔄: om. E ἀλεεινὸς ApWA: ἀληθινὸς J F1 E1 𝔚 ApI ‖ 18 οὗτοι F: οὕτως N1 ‖ αἰτία] ἡ αἰτία 𝔐 Hcorr. m. 1 N 21 δὲ om. E1 | ἐναντφι τίσι] ἐναντίοι εἰσὶ H N: εἰσὶν ἐναντίοι F: αὐτῶν ἐναντίοι εἰσί Ap 22 καὶ (post δὲ) om. E 𝔚 23 πρὸς om. E1 ‖ τούτους N1: τούτοις καὶ 𝔐 περὶ τῶν] (-ερὶ τῶν in ras. Nrec.) 24 μαθημάτων N ‖ μὴ] μὲν 1 ‖ εἰρήσεται N1 ‖ 25 τοῖς] τῶν ci. Th. ‖ δὲ δὲ καὶ 𝔐 𝔄 27 εὐσήμως var. E: σαφῶς var. E: συστήμως E ‖ 28 αὐτὸν F1 H N 29 ἔκτμημα (ἔκ- ex corr. E): τμῆμα 𝔚 ‖ τὸ — οἰκούμενον supra add. F1 ‖ ἔστι 𝔐 ‖ κἀκεῖνον διελεῖν 𝔄: διελεῖν κἀκεῖνο N)

72
τὸν αὐτὸν τρόπον. ὑποκείσθω δὲ πρῶτον μὲν ἐναντία κατὰ τόπον εἶναι τὰ πλεῖστον ἀπέχοντα κατὰ τόπον, ὥσπερ κατ᾿ εἶδος ἐναντία τὰ πλεῖστον ἀπέχοντα κατὰ τὸ εἶδος· πλεῖστον δ᾿ ἀπέχει κατὰ τόπον τὰ κείμενα πρὸς ἄλληλα κατὰ διάμετρον. ἔστω οὖν τὸ μὲν ἐφ᾿ ᾧ Α δυσμὴ ἰσημερινή, ἐναντίος δὲ τούτῳ τόπος, ἐφ᾿ οὗ τὸ Β, ἀνατολὴ ἰσημερινή· ἄλλη [*](363b) δὲ διάμετρος ταύτην πρὸς ὀρθὴν τέμνουσα, ἧς τὸ ἐφ᾿ οὗ H ἔστω ἄρκτος· τούτῳ δ᾿ ἐναντίον ἐξ ἐναντίας, τὸ ἐφ᾿ οὗ Θ, μεσημβρία· τὸ δ᾿ ἐφ᾿ οὗ Ζ ἀνατολὴ θερινή, τὸ δ᾿ ἐφ᾿ ᾧ Ε δυσμὴ θερινή, τὸ δ᾿ ἐφ᾿ οὗ Δ ἀνατολὴ χειμερινή, τὸ δ᾿ ἐφ᾿ οὗ Γ δυσμὴ χειμερινή. ἀπὸ δὲ τοῦ Ζ ἤχθω διάμετρος ἐπὶ τὸ Γ, καὶ ἀπὸ τοῦ Δ ἐπὶ τὸ Ε. ἐπεὶ οὖν τὰ μὲν πλεῖστον ἀπέχοντα κατὰ τόπον ἐναντία κατὰ τόπον, πλεῖστον δ᾿ ἀπέχει τὰ κατὰ διάμετρον, ἀναγκαῖον καὶ τῶν πνευμάτων ταῦτα ἀλλήλοις ἐναντία εἶναι, ὅσα κατὰ διάμετρόν ἐστιν. καλεῖται δὲ κατὰ τὴν θέσιν τῶν τόπων τὰ πνεύματα ὧδε· ζέφυρος μὲν τὸ ἀπὸ τοῦ Α· τοῦτο γὰρ δυσμὴ ἰσημερινή. ἐναντίος δὲ τούτῳ ἀπηλιώτης ἀπὸ τοῦ Β· τοῦτο γὰρ ἀνατολὴ ἰσημερινή. βορέας δὲ καὶ ἀπαρκτίας ἀπὸ τοῦ Η· ἐνταῦθα γὰρ ἡ ἄρκτος. ἐναντίος δὲ τούτῳ νότος ἀπὸ τοῦ Θ· μεσημβρία τε γὰρ αὕτη ἀφ᾿ ἧς πνεῖ, καὶ τὸ Θ τῷ Η· ἐναντίον· κατὰ διάμετρον γάρ. ἀπὸ δὲ τοῦ Ζ καικίας· αὕτη γὰρ ἀνατολὴ θερινή. ἐναντίος δ᾿ οὐχ ὁ ἀπὸ τοῦ Ε πνέων, [*](30 μὲν om. Ε 𝔚 ‖ κατὰ] τὰ κατὰ 𝔐: εἶναι κατὰ 𝔄 F (cf. v. 31): κεῖται N1 ‖ 31 εἶναι om. 𝔄 F ‖ πλεῖστον] (-ον in ras. 𝔄rec.) ‖ κατὰ] κατὰ τὸν J: supra ras. unius litt. add. F ‖ 34 ἐναντίως J F1 ‖ 363 b 1 τούτου F: om. 𝔄 τρόπος 𝔄1 ‖ οὗ] ὧ F ‖ τὸ om. F H N 2 δὲ supra add. N1 ‖ διάμετρος] κατὰ διάμετρον 𝔐 𝔄 ταύτη E1 𝔚 ‖ ὀρθὰς Jrec. ἡ τὸ J: ἧς τὸ μὲν Ecorr. m. 1 (ἧς in ras., μὲν supra add.) N 3 ἄρκτος ἔστω H N τοῦτο δ᾿ ἐναντία N1 μεσημβρία ex μεσιμβρία corr. J1 ‖ 4 θερινή] (θ- in ras. 3 litt. F1) ‖ τὸ alterum —χειμερινή (5) om. F1 ‖ ᾧ οὗ E 𝔚 N: ὃ Frec. ‖ 5 δυσμὴ θερινή] μ et θ in rass. E) ‖ τὸ ἐφ᾿ ὃ Frec. Δ] ζ Ecorr. χειμερινή] θερινὴ corr. E1 ‖ 6 ε δυσμὴ θερινὴ corr. E ‖ ἤχθω ex ἤχθω ἤχθω corr. N1 ‖ 7 γ in ras. 6 litt. N1 ‖ τοῦ om. N1 ‖ 8 ἐναντία κατὰ τόπον om. N ‖ 9 ἐπέχει F ‖ τὰ supra add. H1 ‖ 11 τὰ] καὶ τὰ N 12 τὸ om. 𝔐 ‖ 13 ναντίως 𝔄1 ‖  τούτω 𝔄 ‖ 14 καὶ habent Erec. 𝔚: ὁ καὶ Frec.: ὁ 𝔐 ‖ H] η. ἐν τοῦ η E1 ‖ 15 ἐναντίος] (-ος in ras. E) ἀπὸ] ὁ ἀπὸ] 𝔐 ‖ 16 μεσιμβρία J ‖ τῷ] τὸ J1 𝔄1 ‖ 17 δὲ om. F αὕτη om. E1 ‖ 18 θερινή ex θερινηη corr. E1 ‖ τοῦ postea add. F1 ‖ πνέον E1)
73
ἀλλ᾿ ὁ ἀπὸ τοῦ Γ λίψ· οὗτος γὰρ ἀπὸ δυσμῆς χειμερινῆς, ἐναντίος δὲ τούτῳ (κατὰ διάμετρον γὰρ κεῖται). ἀπὸ δὲ τοῦ Δ εὖρος· οὗτος γὰρ ἀπ᾿ ἀνατολῆς χειμερινῆς πνεῖ, γειτνιῶν τῷ νότῳ· διὸ καὶ πολλάκις εὐρόνοτοι λέγονται πνεῖν. ἐναντίος δὲ τούτῳ οὐχ ὁ ἀπὸ τοῦ Γ λίψ, ἀλλ᾿ ὁ ἀπὸ τοῦ Ε, ὃν καλοῦσιν οἱ μὲν ἀργέστην, οἱ δ᾿ ὀλυμπίαν, οἱ δὲ σκίρνα· οὗτος γὰρ ἀπὸ δυσμῆς θερινῆς πνεῖ, καὶ κατὰ διάμετρον αὐτῷ κεῖται μόνος. οὗτοι μὲν οὖν οἱ κατὰ διάμετρόν τε κείμενοι ἄνεμοι καὶ οἷς εἰσιν ἐναντίοι· ἕτεροι δ᾿ εἰσὶν καθ᾿ οὓς οὐκ ἔστιν ἐναντία πνεύματα. ἀπὸ μὲν γὰρ τοῦ ὃν καλοῦσι θρασκίαν· οὗτος γὰρ μέσος ἀργέστου καὶ ἀπαρκτίου· ἀπὸ δὲ τοῦ Κ ὃν καλοῦσιν μέσην· οὗτος γὰρ μέσος καικίου καὶ ἀπαρκτίου. ἡ δὲ τοῦ ΙΚ διάμετρος βούλεται μὲν κατὰ τὸν διὰ παντὸς εἶναι φαινόμενον, οὐκ ἀκριβοῖ δέ. ἐναντία δὲ τούτοις οὐκ ἔστι τοῖς πνεύμασιν, οὔτε τῷ μέσῃ (ἔπνει γὰρ ἄν τις ἐφ᾿ οὗ τὸ Μ· τοῦτο γὰρ κατὰ διάμετρον) [*](364a) οὔτε τῷ I, τῷ θρασκίᾳ (ἔπνει γὰρ ἂν ἀπὸ τοῦ Ν· τοῦτο γὰρ κατὰ διάμετρον τὸ σημεῖον, εἰ μὴ ἀπ᾿ αὐτοῦ καὶ ἐπ᾿ ὀλίγον πνεῖ τις ἄνεμος, ὃν καλοῦσιν οἱ περὶ τὸν τόπον ἐκεῖνον φοινικίαν). τὰ μὲν οὖν κυριώτατα καὶ διωρισμένα πνεύματα ταῦτ᾿ ἐστὶ καὶ τοῦτον τέτακται τὸν τρόπον· τοῦ δ᾿ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον τόπων ἢ τῶν πρὸς μεσημβρίαν αἴτιον τό τε τὴν οἰκουμένην ὑποκεῖσθαι [*](19 ἀλλ᾿ ὁ] ἀλ᾿λ F ‖ τοῦ supra add. F1 ‖ Γ ex τρίτου corr. N1 ‖ λίψ] (-ι- in ras. E) ‖ χειμερινῆς χειμερινῆς πνεῖ Ε 𝔚 20 τούτῳ ex τούτων corr. E1 ‖ γὰρ om. κεῖται om. F ‖ ἀπὸ δὲ Op: ὁ δὲ ἀπὸ E 𝔚 ‖ 22 γεινιῶν E1 ‖ τῷ om. E 𝔚 ‖ λέγονται] πνέουσιν. οὕτω γὰρ λέγονται F ‖ 23 ἐναντίος] (-ς in ras. 4 vel 5 litt. Erec.) ‖ Γ supra add. H1 ‖ λίψ] (λ- in ras. Erec.) ‖ 24 ἀργέτην 𝔐1 F1 N: ἀργέστιν 𝔄 ‖ ὀλύμπιον H N ‖ οἱ (post ὀλυμπίαν) οἱς J1 ‖ 25 σκείρωνα J F 𝔐 𝔄1 ‖ δυσμῆς] δυσμῆς τὲ J ‖ 27 τε om. 𝔐 𝔄 F N (de H incertum) 28 πεύματα E1 ‖ γὰρ om. 𝔚 ‖ I in ras. 6 litt. N1 ‖ 29 ἀργέτου F H1(ut videtur) ἀρχέτου N ‖ ἀπαρκτίου] (post ι in E ras. unius litt.) ‖ 30 ἀπὸ — ἀπαρκτίου (31) om. F1 ‖ η N ‖ μέσσην J E1 ‖ 31 ἀπαρκτίου] (post ι in E ras. unius litt.) ‖ τοῦ] τῶν 𝔄 ‖ 33 οὔτε τῷ] (Ap): οὐδὲ τῷ H1 N: οὔτε τῷ θρασκίᾳ οὔτε τῷ Ε 𝔚 Frec. Hcorr. m. 1 ‖ 34 μέσσῃ J E1(ut videtur): μεσσῆ 𝔄1 ‖ 364 a 1 τῷ (post I) om. 𝔚 ‖ ἔπνει γὰρ ἂν om. E 𝔚 ‖ 2 ἀπ᾿ ] ἀντ᾿ F1 ‖ 3 πνεῖ τις] (Ap): τις πνεῖ F: ἔστι τις E 𝔚 ‖ 5 τὸ δ᾿ F Nrec.: οὐδ᾿ N1 ‖ 6 ἄρκτον (post τ in E ras. unius litt.) ‖ 7 πρὸς supra add. E1: ex corr. F1 ‖ τε] γε 𝔐 ‖ ὑποκεῖσθαι] Nvar. ut videtur Nrec.: προσκεῖσθαι N1)
74
πρὸς τοῦτον τὸν τόπον, καὶ ὅτι πολλῷ πλέον ὕδωρ καὶ χιὼν ἀπωθεῖται εἰς τοῦτο τὸ μέρος διὰ τὸ ἐκεῖνα ὑπὸ τὸν ἥλιον εἶναι καὶ τὴν ἐκείνου φοράν, ὧν τηκομένων εἰς τὴν γῆν καὶ θερμαινομένων ὑπὸ τοῦ ἡλίου καὶ τῆς γῆς ἀναγκαῖον πλείω καὶ ἐπὶ πλείω τόπον γίγνεσθαι τὴν ἀναθυμίασιν διὰ ταύτην τὴν αἰτίαν. ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τ᾿ ἀπαρκτίας κυριώτατα, καὶ θρασκίας καὶ μέσης· ὁ δὲ καικίας κοινὸς ἀπηλιώτου καὶ βορέου· νότος δὲ ὅ τε ἰθαγενὴς ὁ ἀπὸ μεσημβρίας καὶ λίψ· ἀπηλιώτης δὲ ὅ τε ἀπ᾿ ἀνατολῆς ἰσημερινῆς καὶ ὁ εὖρος· ὁ δὲ φοινικίας κοινός· ζέφυρος δὲ ὅ τε ἰθαγενὴς καὶ ὁ ἀργέστης καλούμενος. ὅλως δὲ τὰ μὲν βόρεια τούτων καλεῖται, τὰ δὲ νότια· προστίθεται δὲ τὰ μὲν ζεφυρικὰ τῷ βορέᾳ (ψυχρότερα γὰρ διὰ τὸ ἀπὸ δυσμῶν πνεῖν), νότῳ δὲ τὰ ἀπηλιωτικά (θερμότερα γὰρ διὰ τὸ ἀπ᾿ ἀνατολῆς πνεῖν). διωρισμένων οὖν τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ ἀλεεινῷ τῶν πνευμάτων οὕτως ἐκάλεσαν. θερμότερα μὲν τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῆς, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν ἐστι τὰ ἀπ᾿ ἀνατολῆς· τὰ δ᾿ ἀπὸ δυσμῆς ἀπολείπει τε θᾶττον καὶ πλησιάζει τῷ τόπῳ ὀψιαίτερον. οὕτω δὲ τεταγμένων τῶν ἀνέμων, δῆλον ὅτι ἅμα πνεῖν τοὺς μὲν ἐναντίους οὐχ οἷόν τε (κατὰ διάμετρον γάρ· ἅτερος οὖν παύσεται ἀποβιασθείς), τοὺς δὲ μὴ οὕτως κειμένους πρὸς ἀλλήλους οὐδὲν κωλύει, οἷον τὸν Ζ καὶ Δ. διὰ [*](8 χιὼν] (-ι- in ras. E1): χειμὼν Nrec. 9 ἀποθεῖται J1 ‖ τοῦτον τὸν τόπον F εκειν E1: ἐκεῖνο Erec.: ἐκεῖνον corr. F1 ‖ 10 καὶ (post γῆν) om. E1 ‖ 12 δ αὐτὴν 𝔚 ‖ 14 κυριώτατος (sic enim) ante βορέας (13) coll. N ‖ θρασκίας] Ol: θρησκίας N1: θρασκέας F1: ὁ θρασκέας corr. F1: seq. in J F 𝔐 κοινὸς ἀργέστου (ἀργέτου F) ‖ 15 μέσης — καὶ om. J F1 𝔐: add. (vocabulo κοινὸς omisso) Fcorr. m. 1 ‖ μέσης] Ol: μέσου Cam. ‖ 16 ὁ om. F ‖ μεσημβρίαν J1 ‖ λίψ] (-ι- in ras. E): ὁ λίψ 𝔐 Fcorr. m. 1 ‖ 16—17 ὅ τε] ὅταν N1 ‖ 17 κονος E1 𝔚 18 ἀργέτης N1 ‖ 19 βόρεια τούτων κεῖται 𝔐: τούτων, βόρεια καλεῖται F: βόρεια καλεῖται τούτων 𝔚 ‖ 21 δυσμοῦ 𝔄1: δυσμῆς 𝔄rec. ‖ νότια δὲ E1 𝔚: τῷ δὲ νότῳ F ‖ 22 διὰ τὸ in ras. Erec.: τῷ 𝔚 ‖ ἀπ᾿ supra add. N1 ‖ 23 ψυχρῷ καὶ θερμῷ F: θερμῶ καὶ τῶ ψυχρῶ H N ‖ ἀλεεινῷ] τῶ ἀλεεινῶ N ‖ 24 ἐκάλεσαν] ἐκάλεσαν θερμότερα γὰρ διὰ τὸ ἀπὸ ἀνατολῆς πνεῖν F1 ‖ μὲν] δὲ E 𝔚 Ol τὰ] τὸ 𝔄1 τὰ ἀπὸ ἕω (sic enim) post δυσμῆς coll. F 25 πλείονα H N 26 ἀπολείπει τε] ἀπολείπεται J 𝔐𝔄: ἀπολείπει F1 ‖ πλησιάζει] (-ει in ras. J1) ‖ 29 του E1 ‖ οὕτω JF 𝔐 𝔄 H N ‖ 30 τὸ E 𝔚 𝔐corr. (?) F H N ‖ διὰ] καὶ διὰ 𝔐)
75
τοῦτο ἅμα πνέουσιν ἐνίοτε ἀμφότεροι οὔριοι, ἐπὶ τὸ αὐτὸ σημεῖον, οὐκ ἐκ ταὐτοῦ οὐδὲ τῷ αὐτῷ πνεύματι. κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἱ ἐναντίοι μάλιστα πνέουσιν, οἷον περὶ [*](354b) ἰσημερίαν τὴν μὲν ἐαρινὴν καικίας καὶ ὅλως τὰ ἐπέκεινα τροπῆς θερινῆς, περὶ δὲ τὴν μετοπωρινὴν λίβες, περὶ δὲ τροπὰς θερινὰς μὲν ζέφυρος, χειμερινὰς δὲ εὖρος. ἐπιπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίαι καὶ θρασκίαι καὶ ἀργέσται· διὰ τὸ ἐγγυτάτω γὰρ τὴν ὁρμὴν αὐτῶν εἶναι πολλοί τε καὶ ἰσχυροὶ πνέουσι μάλιστα οὗτοι. διὸ καὶ αἰθριώτατοί εἰσι τῶν ἀνέμων· πνέοντες γὰρ ἐγγύθεν μάλιστα ἀποβιαζόμενοί τε τἆλλα πνεύματα παύουσι, καὶ ἀποφυσῶντες τὰ συνιστάμενα νέφη ποιοῦσιν αἰθρίαν, ἂν μὴ ψυχροὶ σφόδρα τύχωσιν ἅμα ὄντες. τότε δὲ οὐκ αἴθριοι· ἐὰν γὰρ ὦσι μᾶλλον ψυχροὶ ἢ μεγάλοι, φθάνουσι πηγνύντες ἢ προωθοῦντες. ὁ δὲ καικίας οὐκ αἴθριος, ὅτι ἀνακάμπτει εἰς αὑτόν· ὅθεν καὶ λέγεται ἡ παροιμία “ἕλκων ἐφ᾿ αὑτὸν ὥστε καικίας νέφος.” αἱ δὲ περιστάσεις γίγνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τὴν τοῦ ἡλίου μετάστασιν, διὰ τὸ κινεῖσθαι μάλιστα τὸ ἐχόμενον τῆς ἀρχῆς· ἡ δὲ ἀρχὴ οὕτω κινεῖται τῶν πνευμάτων ὡς ὁ ἥλιος. οἱ ἐναντίοι δὲ ἢ ταὐτὸ ποιοῦσιν ἢ ἐναντίον, οἷον ὑγροὶ λὶψ καὶ καικίας, ὃν ἑλλησποντίαν ἔνιοι καλοῦσιν, καὶ εὖρος, ὃν ἀπηλιώτην. ξηροὶ δὲ ἀργέστης καὶ εὖρος· ἀπ᾿ ἀρχῆς δὲ οὗτος ξηρός, τελευτῶν δὲ ὑδατώδης. νιφετώδης δὲ μέσης καὶ ἀπαρκτίας μάλιστα· [*](31 τοῦτο] τοῦτο καὶ F ‖ πνέουσιν] (ν prior in ras. E) ‖ οὔριαι E1 𝔚: εὖροι N1: οὗροι Nrec. ‖ 32 τὰς om. F ‖ 364 b 1 καικίαι E1 𝔚 ‖ 3 μὲν om. J ‖ δὲ χειμερινὰς E1 ‖ πίπτουσι E ‖ 4 μάλιστα τοῖς ἄλλοις N ‖ 5 ἀργέται F N ‖ 6 πολυ τε E1 ‖ μάλιστα πνέουσιν H N ‖ 7 ἐγγύθι corr. F1: ἐκεῖθεν 𝔚 ‖ μάλιστα ex μάλιστά τε corr. E1 ‖ 8 παύουσι πνεύματα F ‖ ἀποφυσσῶντες Erec. 𝔐 ‖ 9 ἂν om. E1 ‖ 10 σφόδρα om. F1 𝔚: ἄγαν 𝔐 ‖ ἅμα τύχωσιν 𝔄 F: τύχωσιν 𝔐 ‖ δὲ] γὰρ ‖ εθριοι E1 ‖ ἂν 𝔚 ‖ 11 ψυχροὶ μᾶλλον παρωθοῦντες N1 12 εἰς] ει E1 ‖ 13 καὶ om. F1 ‖ ἐφ᾿] πρὸς H ‖ ὥσπερ 𝔐 𝔄 F N Ecorr. 14 γίγνον E1: γίνονται μὲν Fcorr. H παυομένων H ‖ -παυομένων — κατὰ (15) om. N (cf. v. 15) ‖ 15 μετασιν E1: μετάστασιν. αἱ δὲ περιστάσεις γίνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους N1: μετάστασιν. καταπαυομένων εἰς τοὺς ἐχομένους corr. N1 ‖ 17 ὁ om. J ‖ 18 καὶ om. F1 ‖ 19 ελισποντίαν J ‖ ὃν ἀπηλιώτην del. F1 ‖ 20 ἀργέτης F1 N ‖ 21 νιφετώδης ex νηφετώδης corr. J1: (-ι- in ras. 𝔄1): νιφετώδεις Evar. 𝔐var. ‖ μέσσης J: μεσσῆς )
76
οὗτοι γὰρ ψυχρότατοι. χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης. καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος. νέφεσι δὲ πυκνοῦσι τὸν οὐρανὸν καικίας μὲν σφόδρα, λὶψ δὲ ἀραιοτέροις, καικίας μὲν διά τε τὸ ἀνακάμπτειν πρὸς αὑτὸν καὶ διὰ τὸ κοινὸς εἶναι βορέου καὶ εὔρου, ὥστε διὰ μὲν τὸ ψυχρὸς εἶναι πηγνὺς τὸν ἀτμίζοντα ἀέρα συνίστησι, διὰ δὲ τὸ τῷ τόπῳ ἀπηλιωτικὸς εἶναι ἔχει πολλὴν ὕλην καὶ ἀτμίδα ἣν προωθεῖ. αἴθριοι δὲ ἀπαρκτίας, θρασκίας, ἀργέστης· ἡ δ᾿ αἰτία εἴρηται πρότερον. ἀστραπὰς δὲ ποιοῦσιν μάλιστα οὗτοί τε καὶ ὁ μέσης· διὰ μὲν γὰρ τὸ ἐγγύθεν πνεῖν ψυχροί εἰσιν, διὰ δὲ τὸ ψυχρὸν ἀστραπὴ γίγνεται· ἐκκρίνεται γὰρ συνιόντων τῶν νεφῶν. διὸ καὶ ἔνιοι τῶν αὐτῶν τούτων χαλαζώδεις εἰσίν· ταχὺ γὰρ πηγνύουσιν. ἐκνεφίαι δὲ γίγνονται [*](365a) μετοπώρου μὲν μάλιστα, εἶτα ἔαρος, καὶ μάλιστα ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης. αἴτιον δ᾿ ὅτι οἱ ἐκνεφίαι γίγνονται μάλιστα ὅταν τῶν ἄλλων πνεόντων ἐμπίπτωσιν ἕτεροι, οὗτοι δὲ μάλιστα ἐμπίπτουσιν τοῖς ἄλλοις πνέουσιν· ἡ δ᾿ αἰτία εἴρηται καὶ τούτου πρότερον. οἱ δ᾿ ἐτησίαι περιίστανται τοῖς μὲν περὶ δυσμὰς οἰκοῦσιν ἐκ τῶν ἀπαρκτίων εἰς θρασκίας καὶ ἀργέστας καὶ ζεφύρους (ὁ γὰρ ἀπαρκτίας--- ζέφυρός ἐστιν), ἀρχόμενοι μὲν ἀπὸ τῆς ἄρκτου, τελευτῶντες δ᾿ εἰς τοὺς πόρρω· [*](22 χαλαζώδεις] Evar. Ol: χαλαζώδης E1 𝔚 ‖ θραισκίας J ‖ 23 ἀργέτης F1 N ‖ καυματώδεις 𝔐 𝔄 F H N Ol ‖ καὶ ζέ- marg. E1 ‖ 24 μὲν marg. E1 ‖ 25 ἀραιότερος J Evar.: ἀραιοτέρως F ‖ καικίας] καὶ καικίας 𝔐 𝔄 H ‖ 26 διὰ (2)] διὰ τὸ N ‖ 28 τὸ om. J F1: τῶ Frec. 29 αἴθριοι] (ι altera in ras. E1) ‖ ἀπαρκίας E1 ‖ θραισκίας J: καὶ θρασκίας καὶ F H N: om. E1 ‖ 30 ἀργέτης F N ‖ ἀστραπὰς δὲ ποιοῦσιν μάλιστα] ἀστραπαῖοι δὲ μάλιστα E 𝔚 Al (Ap): ἀστραπὰς δὲ μάλιστα ποιοῦσιν F ‖ 31 τε] γε F ‖ μέσσης J: μεσσῆς 𝔄1 ‖ ἐγγύθεν] ApIA: ἐκεῖθεν ApW ‖ 32 ψυχροί] ψυχρότεροι 𝔐 ‖ δὲ om. N ‖ 365 a 2 ἔαρος (ἔα- in ras. J1) ‖3 θραισκίας J ‖ ἀργέτης F N ‖ οἱ om. F ‖ ἐκνεφίαι] (-αι supra add. E1) ‖ 4 γίνονται (γ- in ras. m. 1) E ‖ τῶν om. E 𝔚 Ap ‖ πνεόντων] Ap: ἐκπνεόντων E 𝔚 ‖ ἐπειπείπτωσιν E1: ἐπιπίπτωσιν Ecorr. m. 1 𝔚 ‖ ἐπιπείπτουσιν E1: ἐπιπίπτουσιν Ecorr. m. 1 𝔚 ‖ πνέοντες F1: (ν prior in ras. E1) 6 ἐτησίαι] (ἐ- in ras. E) τοῖς — ἐστιν (8) post πόρρω (9) coll. Th. ‖ 7 ἀπαρκτικῶν E ‖ θραισκίας J1 ‖ 8 ἀργέτας F N ‖ ἀπαρκτίας ζέφυρός ἐστιν] Ac: αρκτικος ζεφυρός ἐστιν E1: ἄρκτιος ζέφυρός ἐστιν 𝔚: ζέφυρος, ἀπαρκτίας ἐστίν 𝔐: ζέφυρος ἐστὶν ἀπαρκτίας 𝔄: ζέφυρος ἀρκτικός ἐστιν ci. Id.: (post ἀπαρκτίας lacunam stat. Th.) ‖ 9 -οι μὲν om. 𝔐1 ‖ τοὺς supra add. F1)
77
τοῖς δὲ πρὸς ἕω περιίστανται μέχρι τοῦ ἀπηλιώτου. περὶ μὲν οὖν ἀνέμων, τῆς τε ἐξ ἀρχῆς αὐτῶν γενέσεως καὶ οὐσίας καὶ τῶν συμβαινόντων κοινῇ τε παθημάτων καὶ περὶ ἕκαστον, τοσαῦθ᾿ ἡμῖν εἰρήσθω.

7 περὶ δὲ σεισμοῦ καὶ κινήσεως γῆς μετὰ ταῦτα λεκτέον· ἡ γὰρ αἰτία τοῦ πάθους ἐχομένη τούτου τοῦ γένους ἐστίν. ἔστι δὲ τὰ παρειλημμένα μέχρι γε τοῦ νῦν χρόνου τρία καὶ παρὰ τριῶν. Ἀναξαγόρας τε γὰρ ὁ Κλαζομένιος καὶ πρότερον Ἀναξιμένης ὁ Μιλήσιος ἀπεφήναντο, καὶ τούτων ὕστερον Δημόκριτος ὁ Ἀβδηρίτης. Ἀναξαγόρας μὲν οὖν φησι τὸν αἰθέρα πεφυκότα φέρεσθαι ἄνω, ἐμπίπτοντα δ᾿ εἰς τὰ κάτω τῆς γῆς καὶ κοῖλα κινεῖν αὐτήν· τὰ μὲν γὰρ ἄνω συναληλεῖφθαι διὰ τοὺς ὄμβρους (ἐπεὶ φύσει γε ἅπασαν ὁμοίως εἶναι σομφήν), ὡς ὄντος τοῦ μὲν ἄνω τοῦ δὲ κάτω τῆς ὅλης σφαίρας, καὶ ἄνω μὲν τούτου ὄντος τοῦ μορίου ἐφ᾿ οὗ τυγχάνομεν οἰκοῦντες, κάτω δὲ θατέρου. πρὸς μὲν οὖν ταύτην τὴν αἰτίαν οὐδὲν ἴσως δεῖ λέγειν ὡς λίαν ἁπλῶς εἰρημένην· τό τε γὰρ ἄνω καὶ τὸ κάτω νομίζειν οὕτως ἔχειν ὥστε μὴ πρὸς μὲν τὴν γῆν πάντῃ φέρεσθαι τὰ βάρος ἔχοντα τῶν σωμάτων, ἄνω δὲ τὰ κοῦφα καὶ τὸ πῦρ, εὔηθες, καὶ ταῦθ᾿ ὁρῶντας τὸν ὁρίζοντα τὴν οἰκουμένην, ὅσην ἡμεῖς ἴσμεν, ἕτερον ἀεὶ γιγνόμενον μεθισταμένων, ὡς οὔσης κυρτῆς καὶ σφαιροειδοῦς· καὶ τὸ λέγειν μὲν ὡς διὰ τὸ μέγεθος ἐπὶ τοῦ ἀέρος μένειν, σείεσθαι δὲ [*](11 τῆς τε] τηστ (post τ superscriptam rasura unius litt.) J: καὶ τῆς F: τῆς H N ‖ 12 κοινῆ καὶ καθ᾿ ἕκαστον παθημάτων F ‖ ἕκαστα H N ‖ 13 τοαῦθ᾿ E1 ‖ 15 τοῦ (post τούτου) om. E1 ‖ ἔστι om. E ‖ 16 τὰ om. J ‖ παρειλλημμένα 𝔄1 ‖ γε] τε J: om. F: καὶ H: ante παρειλημμένα (γ- in ras. m. 1) coll. E: utrobique praebet 𝔚 ‖ 17 ἀναξαγόρα E1 ‖ τε om. 𝔐 𝔄 H N: μὲν F ‖ κλαζομένιος (post κ in E ras. unius litt.) ‖ πρότερος E F ‖ 18 ὕστερος E 𝔚 ‖ 19 ἀβδηρείτης (antecedit rasura 2 litt.) E1: αὐδηρίτης N ‖ 21 καὶ om. Frec. 𝔐 𝔄 Ap: καὶ τὰ Ald. ‖ τὰ — σομφήν (23) interclusionem distingui Th. ‖ συναληλίφθαι Ecorr. 𝔚 Fcorr.m. 1 Nrec.: quid habuerit N1, incertum ‖ 22 τε 𝔐 ‖ πᾶσον E 𝔚 ‖ 23 lacunam suspicatur Th. ‖ κάτω marg. E1 ‖ 25 δὲ om. E1 ‖ 26 λέγειν δεῖ 𝔐 𝔄corr.m.1: λέγειν δὴ 𝔄1 27 τὸ] Ap: om. E ‖ μὴ del. N1 ‖ μὲν om. E 𝔚 F 28 φέρεσθαι πάντα F: κάτω φέρεσθαι Ecorr. (κάτω φ- in ras.) 𝔚 ‖ τὰ] τὸ 𝔚 ‖ 29 ὁρῶντες 𝔐 H1 ‖ 30 ὅσυν E1 ‖ αἰεὶ 𝔚 ‖ 31 μεθιστάμενον 𝔚 ‖ κυρτοῦς N ‖ σφαιροειδοῦς ex ροειδοῦς corr. E1 ‖ 32 ἐπὶ] ὠδὶ 𝔐: ἀεὶ 𝔄 ‖ μένει J1 𝔐 𝔄 H N ‖ σίεσθαι E1)

78
φάσκειν τυπτομένην κάτωθεν ἄνω δι᾿ ὅλης. πρὸς δὲ τούτοις οὐδὲν ἀποδίδωσι τῶν συμβαινόντων περὶ τοὺς σεισμούς· οὔτε γὰρ χῶραι οὔτε ὧραι αἱ τυχοῦσαι μετέχουσι τούτου τοῦ πάθους. Δημόκριτος δέ φησι πλήρη τὴν γῆν ὕδατος οὖσαν, καὶ πολὺ [*](365b) δεχομένην ἕτερον ὄμβριον ὕδωρ, ὑπὸ τούτου κινεῖσθαι· πλείονός τε γὰρ γιγνομένου διὰ τὸ μὴ δύνασθαι δέχεσθαι τὰς κοιλίας ἀποβιαζόμενον ποιεῖν τὸν σεισμόν, καὶ ξηραινομένην ἕλκουσαν εἰς τοὺς κενοὺς τόπους ἐκ τῶν πληρεστέρων τὸ μεταβάλλον ἐμπῖπτον κινεῖν. Ἀναξιμένης δέ φησιν βρεχομένην τὴν γῆν καὶ ξηραινομένην ῥήγνυσθαι, καὶ ὑπὸ τούτων τῶν ἀπορρηγνυμένων κολωνῶν ἐμπιπτόντων σείεσθαι· διὸ καὶ γίγνεσθαι τοὺς σεισμοὺς ἔν τε τοῖς αὐχμοῖς καὶ πάλιν ἐν ταῖς ἐπομβρίαις· ἔν τε γὰρ τοῖς αὐχμοῖς, ὥσπερ εἴρηται, ξηραινομένην ῥήγνυσθαι, καὶ ὑπὸ τῶν ὑδάτων ὑπερυγραινομένην διαπίπτειν. ἔδει δὲ τούτου συμβαίνοντος ὑπονοστοῦσαν πολλαχῇ φαίνεσθαι τὴν γῆν. ἔτι δὲ διὰ τίν᾿ αἰτίαν περὶ τόπους τινὰς πολλάκις γίγνεται τοῦτο τὸ πάθος οὐδεμιᾷ διαφέροντας ὑπερβολῇ τοιαύτῃ παρὰ τοὺς ἄλλους; καίτοι ἐχρῆν. ὅλως δὲ τοῖς οὕτως ὑπολαμβάνουσιν ἀναγκαῖον ἧττον ἀεὶ τοὺς σεισμοὺς φάναι γίγνεσθαι, καὶ τέλος παύσασθαί ποτε σειομένην· τὸ γὰρ σαττόμενον τοιαύτην ἔχει φύσιν. ὥστ᾿ εἰ τοῦτ᾿ ἀδύνατον, δῆλον ὅτι ἀδύνατον καὶ ταύτην εἶναι τὴν αἰτίαν.

[*](33 ἄνωθεν κάτω 𝔄1: ἄνω κάτωθεν N ‖ ὅλης] ὅλης εὔηθες Hrec. (ut videtur) N ‖ 34 οτε E1 ‖ 35 μετέχουσι αἱ τυχοῦσαι 𝔐 τοῦ om. E1 ‖ 365 b 1 δέ ex γαρ δέ corr. E1 ‖ ὕδατος om. N 2 ὄμβριον] (-βριον marg. E1) ‖ 3 μὴ om. N ‖ 4 ξηραιυνομὲνη E1: ξηραινομένην καὶ Frec. H N: ξηραινομένπς ci. Th. ‖ 5 ἑλκούσης ci. Th. ‖ καινοὺς E1 ‖ πληρεστάτων 𝔚 ‖ μεταβάλλον καὶ corr. E ‖ 6 ἐρχομένην 𝔄1 ‖ 7 τούτων post ἀπορρηγνυμένων (8) coll. F ‖ 8 ἀπορρηγνυμένων] (ρ altera et γν corr. Erec.) ‖ σείεσθαι ex σίεσθαι corr. E1 ‖ 9 γείνεσθαι E1 ‖ 10 ὑπερομβρίαις E 𝔚 Ap ‖ 11 ῥήγνυσθαι] ῥήγνυσθαι καὶ ὑπὸ τούτων τῶν ἀπορρηγνυμένων κολωνῶν ἐμπιπτόντων, σείεσθαι E1 𝔚 ‖ ὑπερυγραιμνομένην] (-γραι- in ras. E1) ‖ 12 ἔδει] (ἔδ- in ras. Erec.) ‖ 13 πολλαχῶς J1 𝔄: πολλαχοῦ Jrec. E 𝔚 ‖ τὴν γῆν] αὐτὸν Jrec. ‖ ὅτι Ν ‖ τιν᾿] (-ιν in ras. E1) ‖ 14 τοῦτο om. F ‖ οὐδεμιᾃ] οὐδεμιᾷ δὲ J1 ‖ 15 τοιαύτῃ ex τοιαύτηαυτη corr. E1 ‖ 17 φαι corr. E1 ‖ παύεσθαι F ‖ 18 σατττόμενον corr. F1 ‖ 19 εἶναι καὶ ταύτην 𝔐 𝔄 F H N)
79

8 ἀλλ᾿ ἐπειδὴ φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ ξηροῦ γίγνεσθαι ἀναθυμίασιν, ὥσπερ εἴπομεν ἐν τοῖς πρότερον, ἀνάγκη τούτων ὑπαρχόντων γίγνεσθαι τοὺς σεισμούς. ὑπάρχει γὰρ ἡ γῆ καθ᾿ αὑτὴν μὲν ξηρά, διὰ δὲ τοὺς ὄμβρους ἔχουσα ἐν αὑτῇ νοτίδα πολλήν, ὥσθ᾿ ὑπό τε τοῦ ἡλίου καὶ τοῦ ἐν αὐτῇ πυρὸς θερμαινομένης πολὺ μὲν ἔξω πολὺ δ᾿ ἐντὸς γίγνεσθαι τὸ πνεῦμα· καὶ τοῦτο ὁτὲ μὲν συνεχὲς ἔξω ῥεῖ πᾶν, ὁτὲ δ᾿ εἴσω πᾶν, ἐνίοτε δὲ καὶ μερίζεται. εἰ δὴ τοῦτ᾿ ἀδύνατον ἄλλως ἔχειν, τὸ μετὰ τοῦτο σκεπτέον ἂν εἴη ποῖον κινητικώτατον εἴη τῶν σωμάτων· ἀνάγκη γὰρ τὸ ἐπὶ πλεῖστόν τε πεφυκὸς ἰέναι καὶ σφοδρότατον μάλιστα τοιοῦτον εἶναι. σφοδρότατον μὲν οὖν ἐξ ἀνάγκης τὸ τάχιστα φερόμενον· πλήσσει γὰρ μάλιστα διὰ τὸ τάχος· ἐπὶ πλεῖστον δὲ πέφυκε διιέναι τὸ διὰ παντὸς ἰέναι μάλιστα δυνάμενον, τοιοῦτον δὲ τὸ λεπτότατον. ὥστ᾿ εἴπερ ἡ τοῦ πνεύματος [*](366a) τος φύσις τοιαύτη, μάλιστα τῶν σωμάτων τὸ πνεῦμα κινητικόν· καὶ γὰρ τὸ πῦρ ὅταν μετὰ πνεύματος ᾖ, γίγνεται φλὸξ καὶ φέρεται ταχέως. οὐκ ἂν οὖν ὕδωρ οὐδὲ γῆ αἴτιον εἴη, ἀλλὰ πνεῦμα τῆς κινήσεως, ὅταν εἴσω τύχῃ ῥυὲν τὸ ἔξω ἀναθυμιώμενον. διὸ γίγνονται νηνεμίας οἱ πλεῖστοι καὶ μέγιστοι τῶν σεισμῶν· συνεχὴς γὰρ οὖσα ἡ ἀναθυμίασις ἀκολουθεῖ ὡς ἐπὶ τὸ πολὺ τῇ ὁρμῇ τῆς ἀρχῆς, ὥστε ἢ ἔσω ἅμα ἢ ἔξω ὁρμᾷ πᾶσα. τὸ δ᾿ ἐνίους γίγνεσθαι καὶ πνεύματος ὄντος οὐδὲν ἄλογον· ὁρῶμεν γὰρ ἐνίοτε ἅμα πλείους πνέοντας ἀνέμους, ὧν ὅταν εἰς τὴν γῆν ὁρμήσῃ θάτερον, ἔσται πνεύματος ὄντος ὁ σεισμός. ἐλάττους δ᾿ οὗτοι τὸ μέγεθος γίἐπεὶ [*](21 H(ut videtur) N ‖ 22 ὥσπερ — πρότερον (23) om. E1 ‖ τούτοις Erec. 𝔚 ‖ 23 προτέροις F N ‖ γείνεσθαι E1 ‖ τοὺς om. F ‖ 25 γε H N ‖ 27 συνεχῶς H N ‖ 28 ῥεῖν corr. E1 ‖ εἴσω] εἴσω ῥεῖ E1 ‖ 𝔚: εἴσω ῥεῖν corr. E1 ‖ μερίζεσθαι J1 𝔐 𝔄 ‖ 30 ποῖον] Ap: ὁποῖον E 𝔚 ‖ εἴη] ἂν εἴη E 𝔚 F: ἐστὶ H: ἔσται N ‖ 31 γε 𝔄 ‖ 32 ἀνάγκης ex ἀνάγκη corr. E1 ‖ 33 φερόμενον (-ον in ras. E) ‖ πλήσσει] Ap: πλήσσει μὲν F: τύπτειν E1: τύπτει Ecorr. 𝔚 ‖ 34 διιέναι] (διιε- in ras. E) ‖ 366 a 1 τῶν] ἀπὸ τῶν N ‖ τὸ πνεῦμα κινητικόν om. E1 ‖ 4 ἦ N ‖ 5 νηνεμίας] Ap: νηνεμίᾳ E 𝔚 ‖ 6 σεισμῶν ex σισμῶν corr. E1 ‖ ἀνα N ‖ 8 ὁρμᾷ ex ἐξορμᾶ corr. E1: ῥεῖ F ‖ ἐνίοις 𝔐 ‖ 9 ὁρῶμεν] ὁρῶμεν μὰν 𝔄 ‖ 10 ὁρμίσῃ J ‖ θάτερος H N ‖ 11 ὄντος πνεύματος H N: πνεύματος 𝔐 𝔄 ‖ ὁ om. E ‖ τῶ μεγέθει F)

80
γνονται διὰ τὸ διηρῆσθαι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν αὐτῶν. νυκτὸς δ᾿ οἱ πλείους καὶ μείζους γίγνονται τῶν σεισμῶν, οἱ δὲ τῆς ἡμέρας περὶ μεσημβρίαν· νηνεμώτατον γάρ ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῆς ἡμέρας ἡ μεσημβρία (ὁ γὰρ ἥλιος ὅταν μάλιστα κρατῇ, κατακλείει τὴν ἀναθυμίασιν εἰς τὴν γῆν· κρατεῖ δὲ μάλιστα περὶ τὴν μεσημβρίαν), καὶ αἱ νύκτες δὲ τῶν ἡμερῶν νηνεμώτεραι διὰ τὴν ἀπουσίαν τὴν τοῦ ἡλίου· ὥστ᾿ ἔσω γίγνεται πάλιν ἡ ῥύσις, ὥσπερ ἄμπωτις, εἰς τοὐναντίον τῆς ἔξω πλημμυρίδος, καὶ πρὸς ὄρθρον μάλιστα· τηνικαῦτα γὰρ καὶ τὰ πνεύματα πέφυκεν ἄρχεσθαι πνεῖν. ἐὰν οὖν εἴσω τύχῃ μεταβάλλουσα ἡ ἀρχὴ αὐτῶν ὥσπερ Εὔριπος, διὰ τὸ πλῆθος ἰσχυρότερον ποιεῖ τὸν σεισμόν. ἔτι δὲ περὶ τόπους τοιούτους οἱ ἰσχυρότατοι γίγνονται τῶν σεισμῶν, ὅπου θάλαττα ῥοώδης ἢ ἡ χώρα σομφὴ καὶ ὕπαντρος· διὸ καὶ περὶ Ἑλλήσποντον καὶ περὶ Ἀχαΐαν καὶ Σικελίαν, καὶ τῆς Εὐβοίας περὶ τούτους τοὺς τόπους· δοκεῖ γὰρ διαυλωνίζειν ὑπὸ τὴν γῆν ἡ θάλαττα· διὸ καὶ τὰ θερμὰ τὰ περὶ Αἰδηψὸν ἀπὸ τοιαύτης αἰτίας γέγονε. περὶ δὲ τοὺς εἰρημένους τόπους οἱ σεισμοὶ γίγνονται μάλιστα διὰ τὴν στενότητα· τὸ γὰρ πνεῦμα γιγνόμενον σφοδρὸν καὶ διὰ τὸ πλῆθος τῆς θαλάττης πολλῆς προσφερομένης ἀπωθεῖται πάλιν εἰς τὴν γῆν, τὸ πεφυκὸς ἀποπνεῖν ἐκ τῆς γῆς. αἵ τε χῶραι ὅσαι σομφοὺς ἔχουσι τοὺς κάτω τόπους, πολὺ δεχόμεναι πνεῦμα σείονται [*](366b) μᾶλλον. καὶ ἔαρος δὲ καὶ μετοπώρου μάλιστα καὶ ἐν [*](12 διῃρῆσθαι ex διαιρεῖσθαι corr. F1 ‖ τὴν (post καὶ) supra add. N1 ‖ 13 νυκτὸς δ᾿] καὶ νυκτὸς Ε 𝔚 ‖ 14 πρὸς F ‖ μεσημβρείαν ηνεμώτατον E1 ‖ 16 κρατεῖ F ‖ κατακλείει] (λ et altera ει ex corr. E) ‖ 17 πρὸς N1 ‖ post τὴν in E ras. .4 litt. ‖ 18 τὴν (post ἀπουσίαν) om. 𝔐 F N 19 εἴσω E 𝔚 ‖ πάλιν] πᾶσα 𝔄 ‖ 20 ἔξω] Ap: ἔξωθεν E 𝔚 ‖ 22 ἂν J F 𝔐 𝔄 H N ‖ 23 εὔριππος J 𝔐 𝔄: εὔρειπος E1 ‖ ἰσχυρὸν F ‖ 24 οἱ om. F ἰσχυρότεροι N ‖ 25 θάλαττα] Ap: θάλασσα F: ἡ θάλασσα E: ἡ θαλαττα 𝔚 ‖ ἢ ἡ] ἦ. ἢ Jrec.: ἢ F ‖ σομφὴ om. E1 ‖ 26 ἑλλίσποντον J1 ‖ 27 περὶ καὶ περὶ 𝔐 F ‖ διαυλωνίζειν — γῆν (28) post θάλαττα (28) coll. F ‖ 28 θάλασσα N ‖ 29 ἐδηψὸν J 𝔄: ἔδηψον F H N: ἐδεψὸν 𝔐: ἐδεψον E: αἱδηψὸν 𝔚 τοιαύτης] τῆς τοιαύτης H N ‖ 30 γείνονται E1 ‖ τὴν om. H N ‖ 31 πνεῦμα] Ap: ῥεῦμα E 𝔚 Fvar. ‖ σφοδρὸν] (σφόδρ- in ras. 𝔚1): om. F1 ‖ καὶ om. Fcorr. m. 1 ‖ θαλάσσης 𝔄 ‖ 32 τὸ] τὸ δὲ (ut videtur) H: τό γε Ald. ‖ 33 ἐκ] ἀπὸ E 𝔚 ‖ ὅσαι] (ὅ- in 𝔄 ex οἷ- corr.) ‖ 366 b 2 μᾶλλον] μάλιστα F ‖ μάλιστα] πάλιν F)
81
ἐπομβρίαις καὶ ἐν αὐχμοῖς γίγνονται διὰ τὴν αὐτὴν αἰτίαν· αἵ τε γὰρ ὧραι αὗται πνευματωδέσταται· τὸ γὰρ θέρος καὶ ὁ χειμών, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ποιεῖ τὴν ἀκινησίαν· τὸ μὲν γὰρ ἄγαν ψυχρόν, τὸ δ᾿ ἄγαν ξηρόν ἐστι· καὶ ἐν μὲν τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ αὐτό ἐστιν ὁ αὐχμός, ὅταν πλείων ἡ ἀναθυμίασις ἡ ξηρὰ γίγνηται τῆς ὑγρᾶς· ἐν δὲ ταῖς ὑπερομβρίαις πλείω τε ποιεῖ τὴν ἐντὸς ἀναθυμίασιν, καὶ τῷ ἐναπολαμβάνεσθαι ἐν στενοτέροις τόποις καὶ ἀποβιάζεσθαι εἰς ἐλάττω τόπον τὴν τοιαύτην ἀπόκρισιν, πληρουμένων τῶν κοιλιῶν ὕδατος, ὅταν ἄρξηται κρατεῖν διὰ τὸ πολὺ εἰς ὀλίγον πιληθῆναι τόπον, ἰσχυρῶς κινεῖ ῥέων ὁ ἄνεμος καὶ προσπίπτων· δεῖ γὰρ νοεῖν ὅτι ὥσπερ ἐν τῷ σώματι ἡμῶν καὶ τρόμων καὶ σφυγμῶν αἴτιόν ἐστιν ἡ τοῦ πνεύματος ἐναπολαμβανομένη δύναμις, οὕτω καὶ ἐν τῇ γῇ τὸ πνεῦμα παραπλήσιον ποιεῖν, καὶ τὸν μὲν τῶν σεισμῶν οἷον τρόμον εἶναι τὸν δ᾿ οἷον σφυγμόν, καὶ καθάπερ συμβαίνει πολλάκις μετὰ τὴν οὔρησιν (διὰ τοῦ σώματος γὰρ γίγνεται ὥσπερ τρόμος τις ἀντιμεθισταμένου τοῦ πνεύματος ἔξωθεν εἴσω ἀθρόου), τοιαῦτα γὰρ γίγνεσθαι καὶ περὶ τὴν γῆν. ὅσην δ᾿ ἔχει τὸ πνεῦμα δύναμιν, οὐ μόνον ἐκ τῶν ἐν τῷ ἀέρι δεῖ θεωρεῖν γιγνομένων (ἐνταῦθα μὲν γὰρ διὰ τὸ μέγεθος ὑπολάβοι τις ἂν τοιαῦτα δύνασθαι [*](3 καὶ ἐν om. E: καὶ 𝔚 F: τε καὶ Ap ‖ αὐχμοι Ecorr. ‖ 4 τε om. E 𝔚: supraadd. F1: τ Fcorr. ‖ ὧραι] αἱ ὧραι F πνευματωδέστεραι F: πνευματοδέστατοι (ut videtur) N ‖ 5 τὸ (1)] ἀεὶ τὸ E ‖ διὰ τὴν ἀλέαν ὁ δὲ διὰ τὸν πάγον N ‖ 6 τὸ (1)] ὁ N ‖ ψυχρὸς N: ξηρόν 𝔐 𝔄 ‖ ξηρόν] θερμὸν καὶ ξηρὸν F: ψυχρόν 𝔐 𝔄 ‖ 7 ὁ om. N ‖ 9 γένηται F N: (-ητ- in ras. E) ‖ ταῖς ex corr. E ‖ ὑπερομβρίαις] Ap: ἐπομβρίαις 𝔄 F1 H N ‖ 10 τὴν] τὰ 𝔚 ‖ τὸ Ecorr. (sequitur rasura unius litt.) 𝔚 ‖ ἀπολαμβάνεσθαι 𝔐 ‖ 11 στενοτέροις] (ς supra add. E1): στενωτέροις 𝔄1: τοῖς στενοτέροις H: τοῖς στενωτέροις N ‖ 12 κυλίων J ‖ 13 ἄρξειται E1 ‖ κρατεῖν διὰ] διακρατεῖν E1: διακρατεῖν διὰ Erec.: διὰ F1: τὸ ὕδωρ κρατεῖν διὰ N ‖ πολὺ] πολὺ πνεῦμα N πιληθῆναι] (ι prior in ras. E1) ‖ 15 ὅτι om. F σφιγμῶν 𝔄1 N ‖ 16 ἀπολαμβανομένη E 𝔚: ἐναπολαμβάνει 1 𝔄1 ‖ 17 οὕτω ex οὕτω γαρ corr. E1 ‖ παραπλήσια E 𝔚 ‖ ποιεῖ F H N ‖ 18 τῶν σεισμῶν ex τὸν σεισμὸν corr. 𝔄1 ‖ 19 καὶ marg. F1 ‖ 20 γίγνεται γὰρ E 𝔚 Fcorr. m.1 H N ‖ τις om. E 𝔚 F1 ‖ 21 ἔσω E 𝔚 ‖ ἀθρόον F1 ‖ τοαῦτα E1 ‖ γὰρ habent J F1 𝔐 𝔄 H N ‖ 23 ἐκ τῶν om. F1 ‖ ἐν om. E 𝔚 ‖ τῷ ex corr. E ‖ δεῖ om. 𝔚 ‖ θεωρεῖν ex θεωρεῖ corr. J1)
82
ποιεῖν) ἀλλὰ καὶ ἐν τοῖς σώμασι τοῖς τῶν ζῴων· οἵ τε γὰρ τέτανοι καὶ οἱ σπασμοὶ πνεύματος μέν εἰσιν κινήσεις, τοσαύτην δὲ ἔχουσιν ἰσχὺν ὥστε πολλοὺς ἅμα πειρωμένους ἀποβιάζεσθαι μὴ δύνασθαι κρατεῖν τῆς κινήσεως τῶν ἀρρωστούντων. τοιοῦτον δὴ δεῖ νοεῖν τὸ γιγνόμενον καὶ ἐν τῇ γῇ, ὡς εἰκάσαι πρὸς μικρὸν μεῖζον. σημεῖα δὲ τούτων καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν πολλαχῇ γέγονεν· ἤδη γὰρ σεισμὸς ἐν τόποις τισὶν γιγνόμενος οὐ πρότερον ἔληξε πρὶν ἐκρήξας εἰς τὸν ὑπὲρ τῆς γῆς τόπον φανερῶς ὥσπερ ἐκνεφίας ἐξῆλθεν ὁ κινήσας ἄνεμσς, οἷον καὶ περὶ Ἡράκλειαν ἐγένετο τὴν ἐν τῷ Πόντῳ νεωστί, [*](367a) καὶ πρότερον περὶ τὴν Ἱερὰν νῆσον (αὕτη δ᾿ ἐστὶν μία τῶν Αἰόλου καλουμένων νήσων)· ἐν ταύτῃ γὰρ ἀνῴδει τι τῆς γῆς, καὶ ἀνῄει οἷον λοφώδης ὄγκος μετὰ ψόφου· τέλος δὲ ῥαγέντος ἐξῆλθεν πνεῦμα πολὺ καὶ τὸν φέψαλον καὶ τὴν τέφραν ἀνῆκεν καὶ τήν τε Λιπαραίων πόλιν οὖσαν οὐ πόρρω πᾶσαν κατετέφρωσε καὶ εἰς ἐνίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἦλθεν· καὶ νῦν ὅπου τὸ ἀναφύσημα τοῦτο ἐγένετο, δῆλόν ἐστιν. καὶ γὰρ δὴ τοῦ γιγνομένου πυρὸς ἐν τῇ γῇ ταύτην οἰητέον εἶναι τὴν αἰτίαν, ὅταν κοπτόμενον ἐκπρησθῇ πρῶτον εἰς μικρὰ κερματισθέντος τοῦ ἀέρος. τεκμήριον δ᾿ ἐστὶ τοῦ ῥεῖν ὑπὸ γῆν τὰ πνεύματα καὶ τὸ γιγνόμενον περὶ ταύτας τὰς νήσους· ὅταν γὰρ ἄνεμος μέλλῃ πνευσεῖσθαι νότος, προτοῖς [*](25 (post σώμασι) om. E 𝔚 ‖ τῶν] τῶ E1 ‖ 26 τίτανοι N1 ‖ οἱ in ras. E: om. 𝔚 ‖ πνευμάτων 𝔚 μέν om. F ‖ κηνήσεις N1 ‖ 27 ἰσχὺν ἔχουσιν J F 𝔐 𝔄 H N ‖ πειρωμένοις ex πειρομένους corr. E1 ‖ 28 ἀρρωτούντων E1 ‖ 29 τοιοῦτον δὴ δεῖ νοεῖν τὸ] τοιοῦτον δεῖ νοεῖν τὸ F: τὸ αὐτὸ δεῖ νοεῖν E 𝔚 ‖ καὶ om. 𝔐 ‖ 1 0 μικρὸν] (-ι- in ras. E1) ‖ μεῖζον] μέγα F ‖ 31 πολλαχοῖ 𝔄1: πολλαχοῦ E 𝔚 F ‖ σεισμὸς ex σισμὸς corr. E1 ‖ τίσ F ‖ 32 ἐκρήξας ex ἐκρίξας corr. 𝔄1: (post κ in E ras. unius litt.) ‖ τῆς om. F: τῆ corr. E ‖ γῆς om. E1 ‖ 367 a 1 γέγονε F 2 ἐν τῆ ἱερᾶ νήσω F τοῦ F ‖ 3 αἰόλου ex αἰούλου corr. E1 ‖ ἀνῴδει τι] ἄνω διὰ E1 𝔚: ἐξσανώδει τι corr. E1: ἐξ ἀνώδει τι 𝔄 ‖ 4 καὶ om. 𝔚 ‖ λοφώδης ex οοφώδης (ut videtur) corr. J1 ‖ ὄγγος N ῥαέντος N1 ‖ 5 πολύ om. E1 ‖ φέψαλλον 𝔚 ‖ 6 ἀνῆκεν] ἀνήνεγκε 𝔚 ‖ τε λιπαρέων 𝔐 H N 𝔚: πορέων (ut videtur) E1 ‖ 8 νῦν] νῦν ἔτι E 𝔚 Fcorr. m. 1 ‖ 9 δὴ τοῦ] δήπου E1 𝔚: τοῦ Evar. F1 ‖ 10 κοπτόμενος Erec. (ante μ ras. unius litt.): ἐκκοπτόμενον Nrec.: τὸ πνεῦμα κοπτόμενον ci. Th. ‖ πρῶτον ἐκπρησθῇ F1 ‖ 11 κερματιζομένου F ‖ ἔτι E 𝔚corr. m. 1 ‖ 12 γῆν] Ap: τὴν γῆν E 𝔚 F ‖ 13 νήσσους E ‖ μέλλει E1 Frec.: με F1 ‖ πνευσῖσθαι E1 ‖ νότος] τοιοῦτος E1 Nrec. ‖ προσημίνει E1)
83
σημαίνει πρότερον· ἠχοῦσι γὰρ οἱ τόποι ἐξ ὧν γίγνεται τὰ ἀναφυσήματα, διὰ τὸ τὴν θάλατταν μὲν προωθεῖσθαι ἤδη πόρρωθεν, ὑπὸ δὲ ταύτης τὸ ἐκ τῆς γῆς ἀναφυσώμενον ἀπωθεῖσθαι πάλιν εἴσω, ᾗπερ ἐπέρχεται ἡ θάλαττα ταύτῃ. ποιεῖ δὲ ψόφον ἄνευ σεισμοῦ διά τε τὴν εὐρυχωρίαν τῶν τόπων (ὑπερχεῖται γὰρ εἰς τὸ ἀχανὲς ἔξω) καὶ δι᾿ ὀλιγότητα τοῦ ἀπωθουμένου ἀέρος. ἔτι τὸ γίγνεσθαι τὸν ἥλιον ἀχλυώδη καὶ ἀμαυρότερον ἄνευ νέφους, καὶ πρὸ τῶν ὀρθρίων σεισμῶν ἐνίοτε νηνεμίαν τε καὶ κρύος ἰσχυρόν, σημεῖον τῆς εἰρημένης αἰτίας ἐστίν. τόν τε γὰρ ἥλιον ἀχλυώδη καὶ ἀμαυρὸν ἀναγκαῖον εἶναι ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ διαλύοντος τὸν ἀέρα καὶ διακρίνοντος, καὶ πρὸς τὴν ἕω καὶ περὶ τοὺς ὄρθρους νηνεμίαν τε καὶ ψῦχος. τὴν μὲν γὰρ νηνεμίαν ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν, καθάπερ εἴρηται καὶ πρότερον, οἷον μεταρροίας εἴσω γιγνομένης τοῦ πνεύματος, καὶ μᾶλλον πρὸ τῶν μειζόνων σεισμῶν· μὴ διασπώμενον γὰρ τὸ μὲν ἔξω τὸ δ᾿ ἐντός, ἀλλ᾿ ἀθρόως φερόμενον ἀναγκαῖον ἰσχύειν μᾶλλον. τὸ δὲ ψῦχος συμβαίνει διὰ τὸ τὴν ἀναθυμίασιν εἴσω τρέπεσθαι, φύσει θερμὴν οὖσαν καθ᾿ αὑτήν. οὐ δοκοῦσι δ᾿ οἱ ἄνεμοι εἶναι θερμοὶ διὰ τὸ κινεῖν τὸν ἀέρα πλήρη πολλῆς ὄντα καὶ ψυχρᾶς ἀτμίδος, [*](367b) ὥσπερ τὸ πνεῦμα τὸ διὰ τοῦ στόματος φυσώμενον· καὶ γὰρ τοῦτο ἐγγύθεν μέν ἐστι θερμόν, ὥσπερ καὶ ὅταν ἀάζωμεν, ἀλλὰ δι᾿ ὀλιγότητα οὐχ ὁμοίως ἐπίδηλον, πόρρωθεν δὲ ψυχρὸν διὰ τὴν αὐτὴν αἰτίαν τοῖς ἀνέμοις. ἐκλειπούσης οὖν εἰς [*](14 γίνονται F Hcorr. m. 1 N ‖ 15 θάλαττα E1 N (ut videtur): θάλασσαν F ‖ 16 ἀναφυσσώμενον Erec. 𝔐 ‖ 17 εἴσω ex ἴσω corr. E1 ‖ θάλασσα F ‖ 18 τὴν om. 𝔚 ‖ 19 ὑπέρχεται E 𝔚 H N1 ‖ 20 καὶ ex καὶ καὶ corr. N1 ‖ 21 ὀρθρίων ex ὀοθρίων corr. N1 ‖ 22—23 ἐστὶν αἰτίας F H N ‖ 23 ἀμαυρὸν] Ap: ἀμαυρότερον 𝔐 𝔄 H N ‖ 24 εἶναι om. E1 𝔚 ‖ ἐρχομένου Ecorr. 𝔚 ‖ 26 ὄρθους N1 ‖ 28 καὶ om. 𝔐 𝔄 F H N ‖ 30 ἀθρόον E 𝔚 ‖ 32 τρέπεσθαι Ap: τρέφεσθαι E1: περιτρέπεσθαι 𝔐 𝔄 H N1 ‖ 34 τὸν om. E1: τὸν λιμνάζοντα ss. Erec. ‖ πολλῆς ὄντα ψυχρᾶς 𝔐: ὄντα πολλῆς καὶ ψυχρᾶς N: ψυχρᾶς ὄντας καὶ πολλῆς E1: ψυχρᾶς ὄντα καὶ πολλῆς Ecorr. 𝔚: vel cum J F 𝔄 vel cum H N facit Ap ‖ 367 b 1 ὥσπερ] ὥσπερ δὴ F ‖ τὸ (post πνεῦμα)] Ald.: om. codd. ‖ στόματος in ras. F1 ‖ φυσέμενον E1: φυσσώμενον Ecorr. 𝔐1 𝔄 ‖ 2 ἀάζωμεν] ἀτμίζωμεν E: αἰάζωμεν cet. (Ac) ‖ 3 ογοτητα E1 ‖ 4 διὰ] δὲ διὰ E1 ‖ ἐπιλειπούσης E: ἐπιλιπούσης 𝔐 𝔚 ‖ οὖν om. 𝔚 ‖ 4—5 εἰς τὴν γῆν supra add. J1: εἰς γῆν E)
84
τὴν γῆν τῆς τοιαύτης δυνάμεως, συνιοῦσα δι᾿ ὑγρότητα ἡ ἀτμιδώδης ἀπόρροια ποιεῖ τὸ ψῦχος, ἐν οἷς συμβαίνει τόποις γίγνεσθαι τοῦτο τὸ πάθος. τὸ δ᾿ αὐτὸ αἴτιον καὶ τοῦ εἰωθότος ἐνίοτε γίγνεσθαι σημείου πρὸ τῶν σεισμῶν· ἢ γὰρ μεθ᾿ ἡμέραν ἢ μικρὸν μετὰ δυσμάς, αἰθρίας οὔσης, νεφέλιον λεπτὸν φαίνεται διατεῖνον καὶ μακρόν, οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, τοῦ πνεύματος ἀπομαραινομένου διὰ τὴν μετάστασιν. τὸ δ᾿ ὅμοιον συμβαίνει καὶ ἐν τῇ θαλάττῃ περὶ τοὺς αἰγιαλούς· ὅταν μὲν γὰρ κυμαίνουσα ἐκβάλλῃ, σφόδρα παχεῖαι καὶ σκολιαὶ γίγνονται αἱ ῥηγμῖνες, ὅταν δὲ γαλήνη ᾖ, διὰ τὸ μικρὰν ποιεῖσθαι τὴν ἔκκρισιν λεπταί εἰσι καὶ εὐθεῖαι. ὅπερ οὖν ἡ θάλαττα ποιεῖ περὶ τὴν γῆν, τοῦτο τὸ πνεῦμα περὶ τὴν ἐν τῷ ἀέρι ἀχλύν, ὥσθ᾿ ὅταν γένηται νηνεμία, πάμπαν εὐθεῖαν καὶ λεπτὴν καταλείπεσθαι ὥσπερ ῥηγμῖνα οὖσαν ἀέρος τὴν νεφέλην. διὰ ταῦτα δὲ καὶ περὶ τὰς ἐκλείψεις ἐνίοτε τῆς σελήνης συμβαίνει γίγνεσθαι σεισμόν· ὅταν γὰρ ἤδη πλησίον ᾖ ἡ ἀντίφραξις, καὶ μήπω μὲν ᾖ πάμπαν ἀπολελοιπὸς τὸ φῶς καὶ τὸ ἀπὸ τοῦ ἡλίου θερμὸν ἐκ τοῦ ἀέρος, ἤδη δ᾿ ἀπομαραινόμενον, νηνεμία γίγνεται ἀντιμεθισταμένου τοῦ πνεύματος εἰς τὴν γῆν, ὃ ποιεῖ τὸν σεισμὸν πρὸ τῶν ἐκλείψεων. γίγνονται γὰρ καὶ ἄνεμοι πρὸ τῶν ἐκλείψεων πολλάκις, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑῴων. συμβαίνει [*](5 δι᾿] δ᾿ N1 ‖ 6 ἀπορροὴ E 𝔚 ‖ 6—7 γίνεσθαι τόποις F: γίνεσθαι H N ‖ 7 εἰωθότος ex εἰοθότος corr. E1 ‖ 9 μεικρὸν E1 ‖ 10 διατεῖνον ex διατῖνον corr. E1 ‖ καὶ μακρὸν ante λεπτὸν (9) coll. F: μακρόν E ‖ 11 τοῦ] τοῦ γὰρ E 𝔚 ‖ ἀπομαραινομένου ex αιτομαραινομένου corr. E1 ‖ 12 τὴν] τὴν ὑπὸ γῆν Hcorr. N ‖ τὸ δ᾿ om. E 𝔚 ‖ θαλάσση F H ‖ 13 περὶ om. E1 ‖ κβάλλῃ] (-ῃ in ras. J1): ἐκβάλη E N ‖ 14 σκολιαὶ καὶ παχεῖαι F ‖ γίνονται ex γείγνονται corr. E1 ‖ ῥηγμῖνες] (ι et ε ex corr. E) δὲ om. F ‖ 15 γαλήνη ᾖ] γαληνὴ E 𝔚 ‖ 16 εὐθεῖαι ex εὐθίαι corr. E1 ‖ θάλασσα F ‖ 17 γίνηται H ‖ 18 πάμπαν ex πάνπαν corr. E1 19 ῥηγμῖνα ex ῥηγμεῖνα corr. E1 ‖ ἀέρος οὖσαν F ‖ 20 τῆς σελήνης ἐνίοτε F ‖ γίνεσθαι ex γείνεσθαι corr. E1 ‖ 21 ᾖ ἡ in ras. E ‖ 22 ᾖ om. E 𝔚 ‖ πάμπαν ex πάνπαν corr. E1 ‖ 23 δ᾿ om. 𝔚 ‖ 25 ἐκλείψεων] (ἐκ- in ras. E) ‖ καὶ om. 𝔐 ‖ 26 ἐκλείψεων] (ἐκ- in ras., -ει- ex -ι- corr.) E ‖ ἀκρώνυχον E1(ut videtur) 𝔚: ἀκρόννυχοι corr. E: ἀκρώνυχοι J F: ἀκρόνυχοι 𝔐 H N (ut videtur) (Ap) πρὸ supra add. F1 ‖ μεσοννυκίων E1 ‖ 27 ἐκλείψεων] (ἐκ- in ras., -ει- ex -ι- corr.) E ‖ μεσοννύκτιον E1: μεσονύκτιοι J F)
86
δὲ τοῦτο διὰ τὸ ἀμαυροῦσθαι τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης, ὅταν πλησίον ἤδη γίγνηται ἡ φορὰ ἐν ᾧ γενομένων ἔσται ἡ ἕκλειψις. ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίγνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον. ὅταν δʼ ἰσχυρὸς γένηται σεισμός, οὐκ εὐθὺς οὐδʼ εἰσάπαξ παύεται σείσας, ἀλλὰ τὸ πρῶτον μὲν μέχρι περὶ τετταράκοντα πρόεισι πολλάκις ἡμέρας, ὕστερον δὲ καὶ ἐφʼ [*](368a) ἓν καὶ ἐπὶ δύο ἔτη ἐπισημαίνει κατὰ τοὺς αὐτοὺς τόπους. αἴτιον δὲ τοῦ μὲν μεγέθους τὸ πλῆθος τοῦ πνεύματος καὶ τῶν τόπων τὰ σχήματα διʼ οἴων ἂν ῥυῇ· ᾗ γὰρ ἂν ἀντιτυπήσῃ καὶ μὴ ῥᾳδίως διέλθῃ, μάλιστά τε σείει καὶ ἐγκαταλείπεσθαι ἀναγκαῖον ἐν ταῖς δυσχωρίαις, οἶον ὕδωρ ἐν σκεύει οὐ δυνάμενον διεξελθεῖν. διὸ καθάπερ ἐν σώματι οἱ σφυγμοὶ οὐκ ἐξαίφνης παύονται οὐδὲ ταχέως, ἀλλʼ ἐκ προσαγωγῆς ἅμμα καταμαραινομένου τοῦ πάθους, καὶ ἡ ἀρχὴ ἀφʼ ἧς ἡ ἀναθυμίασις ἐγένετο καὶ ἡ ὁρμὴ τοῦ πνεύματος δῆλον ὅτι οὐκ εὐθὺς ἅπασαν ἀνήλωσεν τὴν ὕλην, ἐξ ἧς ἐποίησε τὸν ἄνεμον, ὃν καλοῦμεν σεισμόν. ἕως ἂν οὖν ἀναλωθῇ τὰ ὑπόλοιπα τούτων, ἀνάγκη σείειν, ἠρεμαιότερον δὲ καὶ μέχρι τούτου ἕως ἂν ἔλαττον ᾖ τὸ ἀναθυμίωμενον ἢ ὥστε δύνασθαι κινεῖν ἐπιδήλως. ποιεῖ δὲ καὶ τοὺς ψόφους τοὺς ὑπὸ τὴν γῆν γιγνομένους τὸ πνεῦμα, καὶ τοὺς πρὸ τῶν σεισμῶν· καὶ ἄνευ δὲ σεισμῶν [*](29 δὴ J ‖ γένηται N ‖ φθορὰ E1 ‖ ἡ om. E 𝔚 ‖ 30 ἀνιέμενος Nrec.: (-ι- in ras. E1) ‖ 31 τῆς om. 𝔄 ‖ ὀψιαίτερον (ante ἐκλείψεως) om. 𝔄 F H N ‖ ἐκλείψεως] (-κ- in ras. E) ‖ 32 ὀψιαίτερον] πρωιαίτερον N ‖ 33 σείσας ex εἰσας corr. E1 ‖ περὶ om. F ‖ 34 τεττεράκοντα E ‖ ἡμέρας πρόεισι πολλάκις E 𝔚: σείη ἡμέρας J: σείει ἡμέρας 𝔐 𝔄: σείει ἡμερῶν F ‖ καὶ om. 𝔚 ‖ 368 a 1 ἐπισυμμαίνει corr. E: ἐπισηβαίνει corr. N1 ‖ αὐτοὺς om. E 𝔚 ‖ 2-3 τοῦ τόπου F ‖ οἵων] ὧν E 𝔚 F N Ap ‖ ῥυῇ] antecedit in E ras. 2 litt.): ῥηῇ (ut videtur) 𝔄1 ‖ ἂν (post γάρ) om. F H N ‖ ἀντιτυπήσει H N ‖ 4 τε om. 𝔄 F1 ‖ ἐγκαταλείπεσθαι ex ἐνκαταλείπεσθαι corr. E1 N1 ‖ 5 τοῖς E1 ‖ ἐν σκεύει] Ap: om. J F: ἐν σώματι cet. ‖ οὐ supra add. 𝔄1: μἡ F 6 διελθεῖν F ‖ σφυγμοὶ ex σφιγμοὶ corr. N1 ‖ ἐξέφνης E1 ‖ 7 μαραινομένου H N ‖ 8 ἡ (post ἦς) om. E F ‖ 9 δῆλον ὅτι om. H N: δῆον ὅτι ὡς 𝔚 ‖ 1Ο ἀνειλωσεν 21: ἀνάλωσεν E 𝔚 H N ‖ τὸν ἄνεμον] ὁ ἄνεμος ci. Th. ‖ 11 ἂν οὗν οὗν J Fcorr.m.1 1: ἂν F1 N: οὓν ἂν Frec.. 12 ἀνάγκη om. E1 ‖ σείει E1 ‖ ἠρεμαιότεροω ἡρεμεότερον (ut videtur) J1; ἠρεμεώτερον Jrec.: ἡρεματτερον (-αιτ- in ras.) E 13 ὥστε] ὥστε μἡ 𝔐 𝔚 δύνασθαι] (δ- ex corr. F1) 14 τὴν om. F γεινὁμενον E1)
87
ἤδη που γεγόνασιν ὑπὸ γῆν· ὥσπερ γὰρ καὶ ῥαπιζόμενος ὁ ἀὴρ παντοδαποὺς ἀφίησι φόφους, οὕτως καὶ τύπτων αὐτός· οὐδὲν γὰρ διαφέρει· τὸ γὰρ τύπτον ἅμα καὶ αὐτὸ τύπτεται πᾶν. προέρχεται δὲ ὁ ψόφος τῆς κινήσεως διὰ τὸ λεπτομερέστερον εἶναι καὶ μᾶλλον διὰ παντὸς ἰέναι τοῦ πνεύματος τὸν ψόφον. ὅταν δʼ ἔλαττον ᾖ ἢ ὥστε κινῆσαι τῆν γῆν διὰ λεπτότητα, διὰ μὲν τὸ ῥάδίως διηθεῖσθαι οὐ δύναται κινεῖν, διὰ δὲ τὸ προσπίπτειν στερεοῖς ὄγκοις καὶ κοίλοις καὶ παντοδαποῖς σχήμασι παντοδαπὴν ἀφίησι φωνήν, ὥστʼ ἐνίοτε δοκεῖν ὅπερ λέγουσιν οἱ τερατολογοῦντες, μυκᾶσθαι τὴν γῆν. ἤδη δὲ καὶ ὕδατα ἀνερράγη γιγνομένων σεισμῶν· ἀλλʼ οὐ διὰ τοῦτο αἴτιον τὸ ὕδωρ τῆς κινήσεως, ἀλλʼ ἂν ᾗ ἐξ ἐπιπολῆς ἢ κάτωθεν βιάζηται τὸ πνεῦμα, ἐκεῖνο τὸ κινοῦν ἐστιν, ὥσπερ τῶν κυμάτων οἱ ἄνεμοι ἀλλʼ οὐ τὰ κύματα τῶν ἀνέμων εἰσὶν αἴτια, ἐπεὶ καὶ τὴν γῆν οὕτως ἄν τις αἰτιῷτο τοῦ πάθους· ἀνατρέπεται γὰρ σειομένη, καθάπερ ὕδωρ (ἡ γὰρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν). ἀλλʼ αἴτια ταῦτα μὲν ἄμφω ὡς ὕλη (πάσχει γάρ, ἀλλʼ οὐ ποιεῖ), τὸ δὲ πνεῦμα ὡς ἀρχή. ὅπου δʼ ἄμα κῦμα σεισμῷ γέγονεν, αἴτιον, ὅταν ἐναντία γίγνηται τὰ πνεύματα. τοῦτο δὲ γίγνεται ὅταν τὸ σεῖον τὴν γῆν πνεῦμα φερομένην ὑπʼ ἄλλου πνεύματος τὴν [*](368b) θάλατταν ἀπῶσαι μὲν ὅλως μὴ δύνηται, προωθοῦν δὲ καὶ συστέλλον εἰς ταὐτὸν συναθροίσῃ πολλήν· τότε γὰρ ἀναγκαῖον ἡττηθέντος τούτου τοῦ πνεύματος ἀθρόαν ὠθουμένην ὑπὸ [*](16 ἤδη] ἤδη γὰρ Erec. 𝔚 ‖ γεγόνασιν] γεγόνασιν ἄνευ σεισμῶν E ‖ γῆν] τὴν γῆν corr. F1 ‖ καὶ om. E 𝔐 𝔄 H Ap ‖ 17 ἀφίησιν (ι prior in ras.) E1 ‖ οὕτω J F 𝔐 𝔄 H N ‖ αὐτὸς ὁ αὐτὸς F H ‖ 19 ὁ om. E ‖ λεπτομερέστερον] Ap: λεπτομερέστερος] E 𝔚 𝔄 ‖ 20 ναι] (ι prior in ras. E1) ‖ 21 ἐλάττων Ecorr. 𝔚: (-ττο- in ras. 𝔄1) ‖ διά λεπτότητα del. Koenigmann 22 μὲν supra add. N1 ‖ διηθῆσθαι 𝔄 ‖ 23 ἑτέροις E ‖ 24 παντοδαπάς ἀφίησι φωνάς E 𝔚 H N: παντδαπὸν ποιεῖ ψόφον Ap ‖ 26 σεισμῶν γενομένων N ‖ 27 αἴτιον τὸ] τὸ αἴτιον E ἢ ἐξ F1 H Ncorr.: ἢ E 𝔚 ‖ 28 τὸ (1)] το J1 ‖ 29 οἱ τῶν κυμάτων F1 ‖ 30 στὶν αἴτια E H Fcorr.: αἴτια εἰσὶν 𝔚: om. J F1 ‖ τὴν supra add. N1 ‖ τις om. 𝔄1 F1 N1 ‖ 31 γάρ] Ap: γʼ οὖν J F ‖ 32 ἐστί τις H N: τῆς γῆς ἐστιν F ‖ 32-33 μὲν ἄμφω ταῦτα F ‖ 34 σεισμὸς corr, E ‖ γέγονεν supra add. F1: γέγονεν, κατακλυσμὸς E 𝔚 ‖ 368 b 2 θάλασσαν E1 F ‖ μὲν supra add. F1 ‖ 3 συναθρόση E1: συναθροίση εἰς Erec. 𝔚: συναθροίσει F ‖ πολλήν] πάλιν Nrec. ‖ 4 ἀθρόον — πνεύματος (5) marg. Frec. ὠθουμένην] (-η- in ras. 𝔄))
88
τοῦ ἐναντίου πνεύματος ἐκρήγνυσθαι καὶ ποιεῖν τὸν κατακλυσμόν. ἐγένετο δὲ τοῦτο καὶ περὶ Ἀχαΐαν· ἕξω μὲν γὰρ ἦν νότος, ἐκεῖ δὲ βορέας, νηνεμίας δὲ γενομένης καὶ ῥυέντος εἴσω τοῦ ἀνέμου ἐγένετο τὸ τε κῦμα καὶ ὁ σεισμὸς ἅμα, καὶ μᾶλλον διὰ τὸ τὴν θάλατταν μὴ διδόναι διαπνοὴν τῷ ὑπὸ τὴν γῆν ὡρμημένῳ πνεύματι, ἀλλʼ ἀντιφράττειν· ἀποβιαζόμενα γὰρ ἄλληλα τὸ μὲν πνεῦμα τὸν σεισμὸν ἐποίησεν, ἡ δ᾿ ὑπόστασις τοῦ κύματος τὸν κατακλυσμόν. κατὰ μέρος δὲ γίγνονται οἱ σεισμοὶ τῆς γῆς, καὶ πολλάκις ἐπὶ μικρὸν τόπον, οἱ δʼ ἄνεμοι οὔ· κατὰ μέρος μέν, ὅταν αἱ ἀναθυμιάσεις αἱ κατὰ τὸν τόπον αὐτὸν καὶ τὸν γειτνιῶντα συνέλθωσιν εἰς ἕν, ὥσπερ καὶ τοὺς αὐχμοὺς ἔφαμεν γίγνεσθαι καὶ τὰς ὑπερομβρίας τὰς κατὰ μέρος. καὶ οἱ μὲν σεισμοὶ γίγνονται διὰ τοῦτον τὸν τρόπον, οἱ δʼ ἄνεμοι οὔ· τὰ μὲν γὰρ ἐν τῇ γῇ τὴν ἀρχὴν ἔχει, ὥστʼ ἐφʼ ἓν ἁπάσας ὁρμᾶν· ὁ δʼ ἥλιος οὐχ ὁμοίως δύναται, τὰς δὲ μετεώρους μᾶλλον, ὥστε ῥεῖν, ὅταν ἀρχὴν λάβωσιν ἀπὸ τῆς τοῦ ἡλίου φορᾶς ἤδη κατὰ τὰς διαφορὰς τῶν τόπων, ἐφʼ ἕν. ὅταν μὲν οὖν ᾗ πολὺ τὸ πνεῦμα, κινεῖ τὴν γῆν, ὥσπερ δὲ ὁ τρόμος, ἐπὶ πλάτος· γίγνεται δʼ ὀλιγάκις καὶ κατά τινας τόπους, οἶον σφυγμός, ἄνω κάτωθεν· διὸ καὶ ἐλαττονάκις σείει τοῦτον τὸν τρόπον· οὐ γὰρ [δίδωσιν] ῥᾴδιον οὕτω πολλὴν συνελθεῖν ἀρχήν· ἐπὶ μῆκος γὰρ πολλαπλασία τῆς ἀπὸ [*](5 καὶ om. 𝔐 ‖ 6 γὰρ om. 𝔚 ‖ ἦ E1 ‖ γενομένας F ‖ 8 ἄμα] (-μ- in ras. E) ‖ 9 θάλασσαν F ‖ 10 ἀποβιαζόμενα ex ἀποιαζόμενα corr. E1 ‖ 11 μὲν om. F1 ‖ 12 ὑπονόστησις 𝔐 ‖ τῶν κυμάτων Frec.: om. F1: τοῦ πνεύματος N1 cet. (Ap) ‖ τὸν om. 𝔐 𝔄 ‖ 13-14 μικροῦ τόπου 𝔐: (-ι- in ras. E) ‖ 16 μέρος] μέρος κατὰ μέρος Erec. 𝔐 𝔄 Fcorr. H N ‖ 15 τὸν (ante τόπον) om. 𝔐 ‖ γειτνιῶντα ex γιτνιῶνατα corr. E1 ‖ 17 τὰς (post ὑπερομβρίας) om. J F1 ‖ 18 διὰ] κατὰ 𝔚 2Ο ὁμοίως] ὁμοίως κρατεῖν αὐτὰς ci. Capelle ‖ τὰς δὲ] αἱ δὲ ἐπομβρίαι J Ecorr. 𝔚: τάς μέντοι Ap ‖ 21 ἀρχὴ E1 ‖ 22 φορὰς 𝔐 ‖ ἐφ᾿ ἓν ante ὅταν (21) coll F ‖ 23 πνεῦμα πνεῦμα κάτωθεν, ἄνω N ‖ δὲ] ἂν 𝔐 𝔄 Fcorr.m.1 H N Ecorr.m.1 om. 𝔚 ‖ τρόμος] μ- in ras. E) ‖ 24 πλάτος πλάτος κάτω Ecorr. (κάτω in ras. 3 litt.) 𝔚: πλάτος μὲν Ald. ‖ καὶ om. H ‖ 25 σφυγμὸς ὁ σφυγμός E 𝔚 H N ‖ ἄνω καὶ κάτωθεν E1; ἄνωθεν καὶ κάτωθεν Erec. 𝔚 𝔄: om. N: κάτωθεν ἄνω Ap 26 σείει ex ειει corr. E1 ‖ τὸν τρόπον τοῦτον N ‖ δίδωσιν hic praebent E 𝔚 H N: post οὕτω 𝔐 𝔄: om. J F Ap ‖ 27 τὴν ἀρκὴν συνελθεῖν F: συνελθεῖν E1 ‖ πολλαπλάσιον N)
89
τοῦ βάθους ἡ διάκρισις. ὅπου δʼ ἂν γένηται τοιοῦτος σεισμός, ἐπιπολάζει πλῆθος λίθων, ὥσπερ τῶν ἐν τοῖς λίκνοις ἀναβραττομένων· τοῦτον γὰρ τὸν τρόπον γενομένου σεισμοῦ τά τε περὶ Σίπυλον ἀνετράπη καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον καὶ τὰ περὶ τὴν Λιγυστικὴν χώραν. ἐν δὲ ταῖς νήσοις ταῖς ποντίαις ἧττον γίγνονται σεισμοὶ τῶν προσγείων· τὸ γὰρ πλῆθος τῆς θαλάττης καταψύχει τὰς ἀναθυμιάσεις καὶ κωλύει τῷ βάρει καὶ ἀποβιάζεται· ἔτι δὲ ῥεῖ καὶ οὐ σείεται κρατουμένη ὑπὸ τῶν πνευμάτων· καὶ διὰ τὸ πολὺν ἐπέχειν [*](369a) τόπον οὐκ εἰς ταύτην ἀλλʼ ἐκ ταύτης αἱ ἀναθυμιάσεις γίγνονται, καὶ ταύταις ἀκολουθοῦσιν αἱ ἐκ τῆς γῆς. αἱ δʼ ἐγγὺς τῆς ἠπείρου μόριόν εἰσιν τῆς ἠπείρου· τὸ γὰρ μεταξὺ διὰ μικρότητα οὐδεμίαν ἔχει δύναμιν· τὰς δὲ ποντίας οὐκ ἔστιν κινῆσαι ἄνευ τῆς θαλάττης ὅλης, ὑφʼ ἧς περιεχόμεναι τυγχάνουσιν. περὶ μὲν οὖν σεισμῶν καὶ τίς ἡ φύσις, καὶ διὰ τίνα αἰτίαν γίγνονται, καὶ περὶ τῶν ἄλλων τῶν συμβαινόντων περὶ αὐτούς, εἴρηται σχεδὸν περὶ τῶν μεγίστων.

9 περὶ δὲ ἀστραπῆς καὶ βροντῆς, ἔτι δὲ περὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνῶν λέγωμεν· καὶ γὰρ τούτων τὴν αὐτὴν ἀρχὴν ὑπολαβεῖν δεῖ πάντων. τῆς γὰρ ἀναθυμιάσεως, ὥσπερ εἴπομεν, οὔσης διττῆς, τῆς μὲν ὑγρᾶς τῆς δὲ ξηρᾶς, καὶ τῆς συγκρίσεως ἐχούσης ἄμφω ταῦτα δυνάμει καὶ συνισταμένης εἰς νέφος, ὥσπερ εἴρηται πρότερον, ἔτι δὲ πυκνοτέρας τῆς συστάσεως τῶν νεφῶν γιγνομένης πρὸς [*](28 τοιοῦτος σεισμός ex τοιοῦτον σεισμόν corr. E1 ‖ 29 λίκνοις] λίμνις (ut videtur) N1 ‖ ἀναβραττομένων] (post ω in E ras. unius litt.) ‖ 3Ο γινομένου N ‖ τε om. E 𝔚 ‖23 31 τὸ supra add. F1 ‖ φλεγραῖον] (-εγ- in ras. E) ‖ πέδον H N ‖ 33 ποντίοις H ‖ γίγνονται σεισμοὶ] (Ap): γίγνεται σεισμὸς E 𝔚 N: γίνονται σεισμ F γείων E1: προσγαίων 𝔐 ‖ 34 καταψύχει] Ap; ἀναψύχει E 𝔚 ‖ 35 καὶ οὐ σείεται post πνευμάτων (369 a 1) colI. N ‖ σείεται ex σίεται corr. E1 ‖ 369 a 1 τὸ supra add. J1 ‖ 3 ἐγγὺς δὲ F ‖ 4 ἠπείορου (1)] ἡπέρου E1 ‖ εἰσιν om. E1 ‖ 5 μεικρότητα E1: σμικρότητα 𝔐 F ‖ ποντίας] AcI: ποντίους H N AcWA ‖ 6 post τυγχάνουσιν in J ras. 3 vel 4 litt. ‖ 7 φύσις] φύσις αὐτῶν 𝔄 F H N (Ap) ‖ 8 τίν᾿] τὴν E1 ‖ συμβαινόν E1 ‖ 9 αὐτου ηρηται E1 ‖ 11 πρηστῆρος] περὶ πρηστῆρος F ‖ 12 ἀρχὴν om. E1 ‖ ὑπολαβεῖν Ap: ὑπολαμβάνειν E 𝔚 ‖ πάντων δεῖ E 𝔚 ‖ 14 ἄμφω supra add. F1 ‖ 16 τῶν νεφῶν τῆς γιγνομένης 𝔚: οὔσης τῶν νεφῶν F1: γιγνομένης τῶν νεφῶν corr. F1)

90
τὸ ἔσχατον πέρας (ᾗ γὰρ ἐκλείπει τὸ θερμὸν διακρινόμενον εἰς τὸν ἄνω τόπον, ταύτῃ πυκνοτέραν καὶ ψυχροτέραν ἀναγκαῖον εἶναι τὴν σύστασιν· διὸ καὶ οἱ κεραυνοὶ καὶ οἱ ἐκνεφίαι καὶ πάντα τὰ τοιαῦτα φέρεται κάτω, καίτοι πεφυκότος ἄνω τοῦ θερμοῦ φέρεσθαι παντός· ἀλλʼ εἰς τοὐναντίον τῆς πυκνότητος ἀναγκαῖον γίγνεσθαι τὴν ἔκθλιψιν, οἷον οἱ πυρῆνες οἱ ἐκ τῶν δακτύλων ἐκπηδῶντες· καὶ γὰρ ταῦτα βάρος ἔχοντα φέρεται πολλάκις ἄνω)· ἡ μὲν οὖν ἐκκρινομένη θερμότης εἰς τὸν ἄνω διασπείρεται τόπον· ὅση δʼ ἐμπεριλαμβάνεται τῆς ξηρᾶς ἀναθυμιάσεως ἐν τῇ μεταβολῇ ψυχομένου τοῦ ἀέρος, αὕτη συνιόντων τῶν νεφῶν ἐκκρίνεται, βίᾳ δὲ φερομένη καὶ προσπίπτουσα τοῖς περιεχομένοις νέφεσι ποιεῖ πληγήν, ἧς ὁ ψόφος καλεῖται βροντή. γίγνεται δʼ ἡ πληγὴ τὸν αὐτὸν τρόπον, ὡς παρεικάσαι μείζονι μικρὸν πάθος, τῷ ἐν τῇ φλογὶ γιγνομένῳ ψόφῳ, ὃν καλοῦσιν οἱ μὲν τὸν Ἥφαιστον γελᾶν, οἱ δὲ τὴν Ἑστίαν, οἱ δʼ ἀπειλὴν τούτων. γίγνεται δʼ ὅταν ἡ ἀναθυμίασις εἰς τὴν φλόγα συνεστραμμένη φέρηται, ῥηγνυμένων καὶ ξηραινομένων τῶν ξύλων· οὕτως γὰρ καὶ ἐν τοῖς νέφεσι ἡ γιγνομένη τοῦ πνεύματος ἔκκρισις πρὸς τὴν πυκνότητα τῶν νεφῶν ἐμπίπτουσα [*](369b) ποιεῖ τὴν βροντήν. παντοδαποὶ δὲ ψόφοι διὰ τὴν ἀνωμαλίαν τε γίγνονται τῶν νεφῶν καὶ διὰ τὰς μεταξὺ κοιλίας, ᾗ τὸ συνεχὲς ἐκλείπει τῆς πυκνότητος. ἡ μὲν οὖν βροντἡ τοῦτʼ ἔστι, καὶ γίγνεται διὰ ταύτην τὴν αἰτίαν· τὸ δὲ πνεῦμα τὸ [*](17-24 interclusionem distinxit Bon. ‖ 17 ἢ 𝔐 𝔄1 ‖ 20 καίτοι] Ap: καίπερ J F 𝔐 𝔄 H N ‖ πεφυκότος (ο prior ex corr. E1) ‖ 21 τοῦ θερμοῦ ἄνω φέρεσθαι διὰ παντός F ‖ εἰς] (-ς in ras. E) ‖ 22 πυκνώσεως J F ‖ 23 πυρρῆνες E ‖ πηδῶντες E 𝔚 ‖ 24 ἐκκρινομένην E1 ‖ 25 διασπιραται (ut videtur) E1: διακρίνεται F1 ‖ ἐνπεριλαμβάνεται E1 ‖ 26 post ἀναθυμιάσεως virgulam ponit Th., post ἀέρος (27) del. ‖ 29 ἦς ex αἷς (ut videtur) corr. F1 ‖ 30 τὸν αὐτὸν τρόπον ἡ πληγὴ F ‖ τρόπον om. E1 ‖ ὥσπερ εἰκάσαι E 𝔚 N: ὤσπερ εἰκάσει H: ὡς εἰκάσαι ci. Th. ‖ 31 τῶν E1 ‖ φλογεὶ E1 ‖ ψόφῳ om. 𝔚 ‖ ὃ J F1 ‖ 32 γενᾶν N1 ‖ γεστίαν (ut videtur) E1 ‖ ἀπειλὶν E1 ‖ 33 ἡ in ras. 3 litt. E1 ‖ ἀναθυμιας E1 ‖ 34 συνεστραμμη E1 ‖ 35 οὕτως ex οὖτος corr. E1: οὕτω J F 𝔐 𝔄 H N ‖ ἡ γιγνομένη] Ap: γιγνομένη ἡ 𝔚 ‖ 36 ἐμπίπτουσα] Ap: εἰσπίπτουσα E 𝔚 Fcorr. m.1: om. F1 ‖ 369 b 1 ψόφοι] οἱ ψόφοι E 𝔚 H ‖ 2 τε om. 𝔐 𝔄 ‖ διὰ om. H N ‖ ἢ 𝔄1: om. E ‖ 3 ἐκλιπειν E1: ἐκλείπειν Erec. 𝔚 ‖ πυκνότης E1 ‖ 4 διὰ supra add. F1)
91
ἐκθλιβόμενον τὰ πολλὰ μὲν ἐκπυροῦται λεπτῇ καὶ ἀσθενεῖ πυρώσει, καὶ τοῦτʼ ἔστιν ἣν καλοῦμεν ἀστραπήν, ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ. γίγνεται δὲ μετὰ τὴν πληγὴν καὶ ὕστερον τῆς βροντῆς· ἀλλὰ φαίνεται πρότερον διὰ τὸ τὴν ὄψιν προτερεῖν τῆς ἀκοῆς. δηλοῖ δʼ ἐπὶ τῆς εἰρεσίας τῶν τριήρων· ἤδη γὰρ ἀναφερόντων πάλιν τὰς κώπας ὁ πρῶτος ἀφικνεῖται ψόφος τῆς κωπηλασίας. καίτοι τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίγνεται πῦρ· τοῦτο δʼ Ἐμπεδοκλῆς μέν φησιν εἶναι τὸ ἐμπεριλαμβανόμενον τῶν τοῦ ἡλίου ἀκτίνων, Ἀναξαγόρας δὲ τοῦ ἄνωθεν αἰθέρος, ὃ δὴ ἐκεῖνος καλεῖ πῦρ κατενεχθὲν ἄνωθεν κάτω. τὴν μὲν οὖν διάλαμψιν ἀστραπὴν εἶναι τὴν τούτου τοῦ πυρός, τὸν δὲ ψόφον ἐναποσβεννυμένου καὶ τὴν σίξιν βροντήν, ὡς καθάπερ φαίνεται καὶ γιγνόμενον οὕτως καὶ πρότερον τὴν ἀστραπὴν οὖσαν τῆς βροντῆς. ἄλογος δὲ καὶ ἡ τοῦ πυρὸς ἐμπερίληψις, ἀμφοτέρως μέν, μᾶλλον δʼ ἡ κατάσπασις τοῦ ἄνωθεν αἰθέρος. τοῦ τε γὰρ κάτω φέρεσθαι τὸ πεφυκὸς ἄνω δεῖ λέγεσθαι τὴν αἰτίαν, καὶ διὰ τὶ ποτε τοῦτο γίγνεται κατὰ τὸν οὐρανὸν ὅταν ἐπινέφελον ᾖ μόνον, ἀλλʼ οὐ συνεχῶς οὕτως· αἰθρίας δὲ οὔσης οὐ γίγνεται. τοῦτο γὰρ παντάπασιν ἔοικεν εἰρῆσθαι προχείρως. ὁμοίως δὲ καὶ τὸ τὴν ἀπὸ τῶν ἀκτίνων θερμότητα φάναι τὴν ἀπολαμβανομένην ἐν τοῖς νέφεσιν εἶναι τούτων αἰτίαν οὐ πιθανόν· καὶ γὰρ οὗτος ὁ λόγος ἀπραγμόνως εἴρηται λίαν· ἀποκεκριμένον τε γὰρ ἀναγκαῖον εἶναι τὸ αἴτιον ἀεὶ καὶ ὡρισμένον, τό τε τῆς βροντῆς καὶ τῆς ἀστραπῆς καὶ τῶν [*](5 ἀσθενῆ N ‖ 6 ἢ 𝔄1 ‖ 8 καὶ om. E 𝔚 ‖ βροντῆς (βρον- in ras. 𝔄) ‖ 9 δ᾿] δὲ καὶ N ‖ 1Ο κώπας] ἀκώπας N1 ‖ 11 ἀφικνεῖται ex ἀφεικνεῖται corr. E1: ex ἀφικνεῖται πρῶτος ἀφικνεῖ corr. N1 ‖ καίτοι—τἆλλα (370 a 32) codici 𝔄 deest 13 μέν] φαμεν E1 ‖ ἐνπεριλαμβανόμενον E1; ἐμπεριεχόμενον F1 ‖ 14 δὴ] δεῖ ex δὲ corr. F1 ‖ κεῖνοε E1: κἀκεῖνος F ‖ 16 τοῦ τοιούτου πυρὸς ἀστραπὴν εἶναι F ‖ τὴν om. E1 F ‖ τοῦ om. N ‖ ἐναποσβεννύμενον 𝔐: post σίξιν (17) coll. ‖ 18 καὶ (ante γιγνόμενον) om. N1 ‖ οὕτω J F 𝔐 H N ‖ οὖσαν τὸν ἀστραπὴν 𝔐 F H N ‖ 19 καὶ] καὶ ἀμφοτέρως μὲν E1 𝔚: om. Ecorr. ‖ 21 τοῦ] τὸ J ‖ 23 ἐπινέφελον ex ἐπὶ νεφέλων (ut videtur) corr. H1: ἐπινέφελον μὲν F ἀλλʼ οὐ om. H N1 ‖ δὲ om. J F1 ‖ 25 δὲ om. 𝔐 ‖ τὸ postea add. F1: (sequitur in E rasura unius litt.) ἀκτίνων] (ἀ supra add. J1) ‖ 26 τούτων] (post υ in E ras. unius litt.) ‖ 29 τό τε τῆς βροντῆς καὶ τὸ τῆς J: τῆς βροντῆς καὶ τῆς N: τῆς τε βροτῆς καὶ E1: τῆς τε βροντῆς καὶ Ecorr. 𝔚: τῆς τε βροντῆς καὶ τῆς Mor. (Ap))
92
ἄλλων τῶν τοιούτων, καὶ οὕτω γίγνεσθαι. τοῦτο δὲ διαφέρει πλεῖστον· ὅμοιον γὰρ κἂν εἴ τις οἴοιτο τὸ ὕδωρ καὶ τὴν χιόνα καὶ τὴν χάλαζαν ἐνυπάρχοντα πρότερον ὕστερον ἐκκρίνεσθαι καὶ μὴ γίγνεσθαι, οἷον ὑπὸ χεῖρα ποιούσης ἀεὶ τῆς συγκρίσεως ἕκαστον αὐτῶν· ὡσαύτως γὰρ ἐκεῖνά τε συγκρίσεις καὶ ταῦτα διακρίσεις ὑποληπτέον εἶναι, ὥστʼ εἰ θάτερα τούτων μὴ γίγνεται ἀλλʼ ἔστι, περὶ ἀμφοτέρων ὁ αὐτὸς ἀρμόσει [*](370a) λόγος. τήν τʼ ἐναπόληψιν τὶ ἂν ἀλλοιότερον λέγοι τις ἢ καθάπερ ἐν τοῖς πυκνοτέροις; καὶ γὰρ τὸ ὕδωρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ πυρὸς γίγνεται θερμόν· ἀλλʼ ὅμως ὅταν πάλιν συνίη καὶ ψύχηται τὸ ὕδωρ πηγνύμενον, οὐδεμίαν συμβαίνει γίγνεσθαι τοιαύτην ἔκπτωσιν οἵαν ἐκεῖνοι λέγουσιν. καίτοι γʼ ἐχρῆν κατὰ λόγον τοῦ μεγέθους τὴν ζέσιν ποιεῖν τὸ ἐγγιγνόμενον πνεῦμα ὑπὸ τοῦ πυρός, ἣν οὔτε δυνατὸν ἐνυπάρχειν πρότερον, οὔτʼ ἐκεῖνοι τὸν ψόρον ζέσιν ποιοῦσιν ἀλλὰ σίξιν· ἔστι δὲ καὶ ἡ σίξις μικρὰ ζέσις· ᾗ γὰρ τὸ προσπῖπτον κρατεῖ σβεννύμενον, ταύτῃ ζέον ποιεῖ τὸν ψόφον. εἰσὶ δέ τινες οἳ τὴν ἀστραπήν, ὥσπερ καὶ Κλείδημος, οὐκ εἶναί φασιν ἀλλὰ φαίνεσθαι, παρεικάζοντες ὡς τὸ πάθος ὅμοιον ὂν καὶ ὅταν τὴν θάλαττάν τις ῥάβδῳ τύπτῃ· φαίνεται γὰρ τὸ ὕδωρ ἀποστίλβον τῆς νυκτός· οὕτως ἐν τῇ νεφέλη ῥαπιζομένου τοῦ ὑγροῦ τὴν φάντασιν τῆς λαμπρότητος εἶναι τὴν ἀστραπήν. οὗτοι μὲν οὖν οὔπω συνήθεις ἦσαν ταῖς περὶ τῆς ἀνακλάσεως δόξαις, ὅπερ αἴτιον δοκεῖ τοῦ τοιούτου πάθους εἶναι· φαίνεται [*](30 τῶν ex τὸ corr. N1: om. E1 ‖ γίγνεσθαι] μὴ γίνεσθαι ci. Th. ‖ 31 ὅμοιον ex ὅμοι-ον corr. E1 ‖ κἂν om. Ε1 ‖ 32 ἐνυπάρχοντα] μὲν ὑπάρχοντα 𝔚 ‖ ἀκκρείνεσθαι E1 ‖ 33 ποιούση E1 ‖ αἰεὶ F ‖ 25 καὶ ταῦτα διακρίσεις om. E1 ‖ ὑπολειπτέον ‖ J1 36 ὁ om. E1 ‖ 370 a 1 ἐναπόληψιν] (Ap): ἐναπόλειψιν 𝔐1: ἀπόληφψιν E 𝔚 ‖ ἀλλοιότερον] (Ap): ἄλλο ἕτερον E1 (ut videtur) 𝔚 ‖ λεγ΄ F ‖ 4 συνι E1 ‖ 5 οἵαν] ὤσπερ E 𝔚: ὁποίαν Ap ‖ 6 τὴν] Al: τὴν δὲ E 𝔚1 (ut videtur) F1 (ut videtur) ‖ ποιεῖν] Al: ποιεῖ E1 𝔚1: ἐμποιεῖν F ‖ 8 τὸν ψόφον] ψοφον E1: τὴν F1 (vide infra) ‖ ποιοῦσιν] ποιοῦσι ψόφον F1 (vide supra) ‖ 9 ἡ σίξις καὶ N ‖ κρατεῖται J F1 ‖ 1Ο σβεννύν ci. Th. ‖ post ταύτῃ in J ras. unius litt. ‖ τινὲς post ἀστραπὴν (11) coll. F ‖ 11 κλείδιμος N ‖ φησὶν E ‖ 13 τὴν] Ap: om. E 𝔅 ‖ θάλασσαν F ‖ ῥάβδῳ τις 𝔐 F N ‖ 14 οὕτως] οὕτως καὶ F ‖ 15 φάντασιν] (ν altera in ras. unius litt. J1): φαντασίαν E 𝔚 H N ‖ ἀστραπήν] (-π- in ras. E) ‖ 16 οὖν om. 𝔚 ‖ 17 δοκεῖ post εἷναι coll. F)
92
γὰρ τὸ ὕδωρ στίλβειν τυπτόμενον ἀνακλωμένης ἀπʼ αὐτοῦ τῆς ὄψεως πρός τι τῶν λαμπρῶν. διὸ καὶ γίγνεται μᾶλλον τοῦτο νύκτωρ· τῆς γὰρ ἡμέρας οὐ φαίνεται διὰ τὸ πλέον ὂν τὸ φέγγος τὸ τῆς ἡμέρας ἀφανίζειν. τὰ μὲν οὖν λεγόμενα περὶ βροντῆς τε καὶ ἀστραπῆς παρὰ τῶν ἄλλων ταῦτʼ ἐστί, τῶν μὲν ὅτι ἀνάκλασις ἡ ἀστραπή, τῶν δʼ ὅτι πυρὸς μὲν ἡ ἀστραπὴ διάλαμψις, ἡ δὲ βροντὴ σβέσις, οὐκ ἐγγιγνομένου παῤ ἕκαστον πάθος τοῦ πυρὸς ἀλλʼ ἐνυπάρχοντος. ἡμεῖς δέ φαμεν τὴν αὐτὴν εἶναι φύσιν ἐπὶ μὲν τῆς γῆς ἄνεμον, ἐν δὲ τῇ γῇ σεισμόν, ἐν δὲ τοῖς νέφεσι βροντήν· πάντα γὰρ εἶναι ταῦτα τὴν οὐσίαν ταὐτόν, ἀναθυμίασιν ξηράν, ἣ ῥέουσα μέν πως ἄνεμός ἐστιν, ὡδὶ δὲ ποιεῖ τοὺς σεισμούς, ἐν δὲ τοῖς νέφεσι μεταβάλλουσα διακρινομένη, συνιόντων καὶ συγκρινομένων αὐτῶν εἰς ὕδωρ, βροντάς τε καὶ ἀστραπὰς καὶ πρὸς τούτοις τἆλλα τὰ τῆς αὐτῆς φύσεως τούτοις ὄντα. καὶ περὶ μὲν βροντῆς εἴρηται καὶ ἀστραπῆς.

[*](18 στιλβιν E1 ‖ ὑπ᾿ E 𝔚 H (ut videtur) ‖ 19 πρὸς τι πρός τινα Erec. 𝔚: εἰτ (εἰς corr.) F1 ‖ τῶν λαμπρῶν] λαμπρὸν F τοῦτο μᾶλλον E 𝔚 F ‖ 20 νυκτὸς F γίγνεται F ‖ 21 τὸ om. F 22 τε om. 𝔚 Al | παρὰ] καὶ περὶ H1 N ‖ τῶν (post ἐστίί) ex τὸ corr. J1 ‖ 23 ὅτι (1) om. E1 ‖ ἀνάκλασις (-ι- in ras. E) ‖ μὲν supra add. F1 ‖ 26 εἷναι τὴν αὐτὸν J F 𝔐 H N ‖ 27 σισμον E1 ‖ 29 ὡδὶ] (post δ in E ras. unius litt.) ‖ σισμους E1 ‖ 30 μεταβάλλουσα om. J F 𝔐: ἐναποληφθεῖσα Ap: μεταβάλλουσιν ci, Th. ‖ διακρινομένη] (-ακρ- ex corr. F1): ἐκκρινομένη E 𝔚 (Ap) ‖ συνανιόντων J F: συνιόντων αὐτῶν H ‖ 31 εἰς τὸ ὕδωρ αὐτῶν F: εἰς ὕδωρ H ‖ 32 τἆλλα] Ap: ἄλλα E 𝔚 ‖ τὰ — ἀστραπῆς (33) habe 𝔄 ‖ τὰ τῆς αὐτῆς] (τῆς ex corr. F1): ἀπʼ αὐτῆς τῆς 𝔚 ‖ τούτοις om. F1: πάντα corr. F1 ‖ καὶ om. 𝔐 F1 ‖ 33 post ἀστραπῆς praebent J E περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως (ἐκρίσεως J), 𝔚 περὶ δὲ τῶν ὑπολοίπω εἴπωμεν ἔργων.)