Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-
- τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ
- ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
- ἰὼ ἰὼ
- ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν
- βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
- ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
- τρεπὴς ἐπὶ πόλιν διώκων πόδα.
- τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει
- θεῶν ἢ θεᾶν;
- πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω
- βρέτη δαιμόνων;
- ἰὼ μάκαρες εὔεδροι,
- ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-
- λομεν ἀγάστονοι;
- ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον;
- πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ-
- φὶ λιτάνʼ ἕξομεν;
- κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
- τί ῥέξεις; προδώσεις, παλαίχθων
- Ἄρης, τὰν τεάν;
- ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι-
- δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.
- θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·
- ἴδετε παρθένων
- ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
- κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
- καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
- ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές,
- πάντως ἄρηξον δαΐων ἅλωσιν.
- Ἀργέιοι δὲ πόλισμα Κάδμου
- κυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλων
- δονεῖ, διὰ δέ τοι γενύων ἱππίων
- κινύρονται φόνον χαλινοί.
- ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ
- δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
- ---
- προσίστανται πάλῳ λαχόντες.
- σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος,
- ῥυσίπολις γενοῦ,
- Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ
- ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
- ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
- σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον
- Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.
- καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ,
- ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
- γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
- ἀυτοῦσαι πελαζόμεσθα.
- καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ
- στρατῷ δαΐῳ στόνων ἀντίτας.
- σύ τʼ, ὦ Λατογένει-
- α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
- ἒ ἒ ἒ ἔ,
- ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·
- ὦ πότνιʼ Ἥρα.
- ἔλακον ἀξόνων βριθομένων χνόαι.
- Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,
- δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται.
- τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
- ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;
- ἒ ἒ ἒ ἔ,
- ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται·
- ὦ φίλʼ Ἄπολλον·
- κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
- παῖ Διός, ὅθεν
- πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
- σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως
- ἑπτάπυλον ἕδος ἐπιρρύου.
- ἰὼ παναρκεῖς θεοί,
- ἰὼ τέλειοι τέλειαί τε γᾶς
- τᾶσδε πυργοφύλακες,
- πόλιν δορίπονον μὴ προδῶθʼ
- ἑτεροφώνῳ στρατῷ.
- κλύετε παρθένων κλύετε πανδίκως
- χειροτόνους λιτάς.
- ἰὼ φίλοι δαίμονες,
- λυτήριοί τʼ ἀμφιβάντες πόλιν,
- δείξαθʼ ὡς φιλοπόλεις,
- μέλεσθέ θʼ ἱερῶν δημίων,
- μελόμενοι δʼ ἀρήξατε·
- φιλοθύτων δέ τοι πόλεος ὀργίων
- μνήστορες ἐστέ μοι.
- ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά,
- ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια,
- στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
- βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
- αὔειν, λακάζειν, σωφρόνων μισήματα;
- μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃ
- ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
- κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
- δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.
- καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
- θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·
- τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,
- αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.