Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
  2. ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
  3. οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
  4. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
  5. εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
  6. Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
  7. ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις
  8. οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος
  9. ἐπώνυμος γένοιτο Καδμείων πόλει.
  10. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι
  11. ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
  12. βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
  13. ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,
  14. πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
  15. βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·
  16. τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
  17. ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
  18. ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
  19. ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους
  20. πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
  21. καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·
  22. χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
  23. καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
  24. νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
  25. ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
  26. χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
  27. οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
  28. λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
  29. νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
  30. ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων
  31. ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
  32. πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
  33. πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις
  34. μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων
  35. ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.
  36. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
  37. ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
  38. καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
Ἄγγελος
  1. Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
  2. ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
  3. αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·
  4. ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
  5. ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
  6. καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
  7. Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον
  8. ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
  9. θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
  10. ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
  11. μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
  12. πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
  13. λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.
  14. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
  15. ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
  16. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
  17. κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν
  18. ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
  19. πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
  20. πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·
  21. ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
  22. χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς
  23. χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
  24. σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
  25. φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
  26. Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
  27. καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·
  28. κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
  29. ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
  30. εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ἐτεοκλής
  1. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
  2. Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
  3. μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
  4. ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
  5. φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
  6. ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
  7. ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·
  8. γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·
  9. πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χορός
  1. θρέομαι φοβερὰ μεγάλʼ ἄχη·
  2. μεθεῖται στρατός· στρατόπεδον λιπὼν
  3. ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
  4. αἰθερία κόνις με πείθει φανεῖσʼ,
  5. ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.