Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
- κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
- ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
- ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται,
- λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον.
- μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
- τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει.
- ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
- ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού-
- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
- ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
- ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα
- πυριγενετᾶν χαλινῶν.
- τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν
- πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
- νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;
- ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
- χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
- ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·
- δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
- ἵνʼ ὑπερέχοιεν ἀλκάν.
- πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
- οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς
- τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
- μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν
- ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ
- ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ
- ἁπτόμενον πυρὶ δαΐῳ.
- μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
- πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
- μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.
- ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·
- πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον
- κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων
- κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
- ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια
- θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
- σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
- διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον,
- δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει.
- τίς τάδε νέμεσις στυγεῖ;
- οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·
- ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
- εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.
- ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
- ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν,
- τίμιον ἕδος, ἱκόμαν.
- μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
- πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
- τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
- καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων.
- μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.
- στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
- οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
- δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται.
- οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν;
- ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
- οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε;
- θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
- αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
- ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
- ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
- μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
- παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;
- ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
- αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
- λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.
- σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
- σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
- τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
- καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,
- εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
- κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ
- ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
- Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
- θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
- ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
- πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
- Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγω
- εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
- μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
- ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι
- θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,
- στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.
- στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.
- τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
- μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
- οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
- ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
- ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
- εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
- πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
- λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
- μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ·
- γείτονες δὲ καρδίας
- μέριμναι ζωπυροῦσι τάρβος