Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τὸν ἀμφιτειχῆ λεών,
- δράκοντας ὥς τις τέκνων
- ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
- πάντρομος πελειάς.
- τοὶ μὲν γὰρ ποτὶ πύργους
- πανδαμεὶ πανομιλεὶ
- στείχουσιν. τί γένωμαι;
- τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν
- ἰάπτουσι πολίταις
- χερμάδʼ ὀκριόεσσαν.
- παντὶ τρόπῳ, Διογενεῖς
- θεοί, πόλιν καὶ στρατὸν
- Καδμογενῆ ῥύεσθε.
- ποῖον δʼ ἀμείψεσθε γαίας πέδον
- τᾶσδʼ ἄρειον, ἐχθροῖς
- ἀφέντες τὰν βαθύχθονʼ αἶαν,
- ὕδωρ τε Διρκαῖον, εὐ-
- τραφέστατον πωμάτων
- ὅσων ἵησιν Ποσει-
- δᾶν ὁ γαιάοχος
- Τηθύος τε παῖδες.
- πρὸς τάδʼ, ὦ πολιοῦχοι
- θεοί, τοῖσι μὲν ἔξω
- πύργων ἀνδρολέτειραν
- κῆρα, ῥίψοπλον ἄταν,
- ἐμβαλόντες ἄροισθε
- κῦδος τοῖσδε πολίταις.
- καὶ πόλεως ῥύτορες ἔστʼ
- εὔεδροί τε στάθητʼ
- ὀξυγόοις λιταῖσιν.
- οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν
- Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
- δουλίαν ψαφαρᾷ σποδῷ
- ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
- περθομέναν ἀτίμως,
- τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
- ἒ ἔ, νέας τε καὶ παλαιὰς
- ἱππηδὸν πλοκάμων, περιρ-
- ρηγνυμένων φαρέων. βοᾷ
- δʼ ἐκκενουμένα πόλις,
- λαΐδος ὀλλυμένας μιξοθρόου·
- βαρείας τοι τύχας προταρβῶ.
- κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις
- νομίμων προπάροιθεν διαμεῖψαι
- δωμάτων στυγερὰν ὁδόν·
- τί; τὸν φθίμενον γὰρ προλέγω
- βέλτερα τῶνδε πράσσειν·
- πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
- ἒ ἔ, δυστυχῆ τε πράσσει.
- ἄλλος δʼ ἄλλον ἄγει, φονεύ-
- ει, τὰ δὲ πυρφορεῖ· καπνῷ
- δὲ χραίνεται πόλισμʼ ἅπαν·
- μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας
- μιαίνων εὐσέβειαν Ἄρης.
- κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν
- δʼ ὁρκάνα
- πυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρ
- ἀμφὶ δορὶ κλίνεται·
- βλαχαὶ δʼ αἱματόεσσαι
- τῶν ἐπιμαστιδίων
- ἀρτιτρεφεῖς βρέμονται.
- ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
- ξυμβολεῖ φέρων φέροντι,
- καὶ κενὸς κενὸν καλεῖ,
- ξύννομον θέλων ἔχειν,
- οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι.
- τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.
- παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
- ἀλγύνει κυρήσας· πικρὸν δʼ
- ὄμμα θαλαμηπόλων·
- πολλὰ δʼ ἀκριτόφυρτος
- γᾶς δόσις οὐτιδανοῖς
- ἐν ῥοθίοις φορεῖται.
- δμωίδες δὲ καινοπήμονες νέαι·
- τλάμονʼ εὐνὰν αἰχμάλωτον
- ἀνδρὸς εὐτυχοῦντος ὣς
- δυσμενοῦς ὑπερτέρου
- ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
- παγκλαύτων ἀλγέων ἐπίρροθον.
- ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
- πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
- σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
- καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
- εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
- σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
- λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
- ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
- Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
- βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
- ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
- Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
- μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
- θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
- σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
- τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους
- σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω